Sermo contra omnes haereses

 προαρπάσαι τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ πάλιν λέγει ὁ μέγας προφήτης Ἡσαΐας δεικτικῶς δεικνύων ὡς παρών· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξετα

 ὑποστάσεως αὐτοῦ·» καὶ πάλιν λέγει· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ὁρᾷς

 αὐτὴ ἡ Σοφία πῶς ἔλεγεν· «Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθημέραν εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ,» ὅτε ἐποίησε τὴν οἰκουμένην, συμπαρήμην αὐτῷ; Καὶ πάλιν λέ γ

 ἀχράντου καὶ ἀπειρογάμου Μαρίας. Ὦ ἀσεβέστατοι! οὐκ ἠκούσατε τοῦ μεγάλου ἀρχαγγέλου Γαβριὴλ λέγοντος πρὸς τὴν ἄχραντον Παρθένον Μαρίαν· «Χαῖρε, κεχαρι

 αὐτὸν, ἠρνήσατο, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ στρα φεὶς ὁ τῶν ὅλων Κύριος προσέσχε τῷ Πέτρῳ· καὶ ἐδάκρυσεν ὁ Πέτρος, καὶ διὰ τῶν δακρύων ἀπενίψα το

 «Τὰς νεομηνίας 28.524 ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» Ἀφρονέστατε. Ὥσπερ διὰ τούτου τοῦ μεγάλου προφήτου· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τ

ἀχράντου καὶ ἀπειρογάμου Μαρίας. Ὦ ἀσεβέστατοι! οὐκ ἠκούσατε τοῦ μεγάλου ἀρχαγγέλου Γαβριὴλ λέγοντος πρὸς τὴν ἄχραντον Παρθένον Μαρίαν· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Τὸ γὰρ ἐκ σοῦ Ἅγιον κληθήσεται.» Εἰ οὖν εἶπε, ∆ιὰ σοῦ, πιθανὴν εἶχον τὴν ἀναισχυντίαν· ἐν δὲ τῷ λέ γειν, «ἐκ σοῦ,» δείκνυσιν, ὅτι ἐξ αὐτῆς ἔλαβεν ὁ Θεὸς Λόγος τὸν ναὸν, ἄνθρωπον. Καὶ οὗτοι συνεκβαλέσθωσαν μετὰ τῶν νῦν Ἰουδαίων χριστομάχων Ἀρειομανιτῶν. Ὁμοίως καὶ πρὸς τὸν ἀνόητον καὶ ἀτυχέ στατον Ἱερακᾶν εἴπωμεν, τὸν νομίζοντα ὑψοῦν τὴν παρθενίαν, καὶ ἀθετεῖν τὸν γάμον. Ὦ Ἱερακᾶ, εἴπωμέν τι νομικόν· Ὁ Θεὸς Λόγος τοῦ Πατρὸς ἐν τῷ παραδείσῳ ἤγαγε τὴν Εὔαν πρὸς τὸν Ἀδάμ. Ἀλλὰ τί λέγεις, ὅτι Οὐ δέχομαι τὴν Παλαιάν; ἔστω· ἐν τῷ Εὐαγγελίῳ οὐκ ἤκουσας· Τῇ τρίτῃ ἡμέρᾳ συνανε κλίθη Κύριος ἐν Κανᾶ τῆς Γαλιλαίας εἰς τὸν γάμον, καὶ οἴνου λείψαντος, πεποίηκε τὸ ὕδωρ οἶνον; Καὶ πάλιν τῶν Ἰουδαίων λεγόντων πρὸς αὐτόν· «Μωσῆς δέδωκεν ἡμῖν βιβλίον ἀποστασίου,» τί εἶπε πρὸς 28.517 αὐτοὺς ὁ Κύριος· «Μωσῆς δέδωκεν ὑμῖν βιβλίον ἀποστασίου πρὸς τὴν σκληροκαρδίαν ὑμῶν·» γέγραπται γάρ· «Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Ἔπειτα πῶς δύναται κλάδος ὑποστῆναι, ῥίζης μὴ ὑποκειμένης; Πῶς δύναται παρθένος εἶναι, πατρὸς καὶ μητρὸς μὴ ὄντων; Καὶ οὗτοι σὺν τοῖς ἑταίροις αὐτῶν ἀπόλοιντο. Εἴπωμεν καὶ πρὸς τὸν Νοβᾶτον, τὸν λέγοντα ἑαυτὸν καθαρὸν, καὶ νομίζοντα ἀναιρεῖν τὴν μετάνοιαν. Πλήρης βορβόρου καὶ δυσωδίας ὢν, οὐκ ἤκουσας τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου τοῦ τῶν ὅλων Θεοῦ διὰ τοῦ μεγάλου προφήτου λέγοντος· «Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν;» Καὶ πάλιν ὁ μέγας Ἰώβ· «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ᾖ ἐπὶ τῆς γῆς.» Καὶ πάλιν τῶν μαθητῶν λεγόντων τῷ Κυρίῳ· «Ποσάκις συγχωρήσομεν τῷ ἁμαρτάνοντι; ἕως ἑπτάκις;» Ὁ δὲ Κύριος εἶπε πρὸς αὐτούς· «Οὐχὶ, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.» Ἀνακυλιομένης τῆς ἐπαγγελίας διαιωνίζεται ἡ μετάνοια· οὐχ ἵν' ἀκούον τες ἐπιμένωμεν ἁμαρτάνειν· μὴ γένοιτο! ἀλλ' ἵνα δείξωμεν τὴν ἀγαθότητα τοῦ ἀγαθοῦ καὶ φιλαν θρώπου τῶν ὅλων Θεοῦ· καὶ πάλιν διὰ τοῦ μεγάλου Ἡσαΐου ἐπικηρύσσοντος τὴν Ἱερουσαλὴμ, καὶ λέγοντος αὐτοῦ· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν,» καὶ τὰ ἑξῆς. Οἴδατε, ἀδελφοί. Καὶ μετὰ τὸ αὐτοῦ τὴν τοσαύτην γενέσθαι ἀπειλὴν, λέγει· «Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» Ὢ μεγάλης ἀγαθότητος! Καὶ πάλιν τοῦ Πέτρου τοῦ μεγάλου εἰπόντος πρὸς αὐτὸν, ὅτε ἐπερώτησε τοὺς μαθητὰς λέγων· «Τίνα με λέγουσιν οἱ ἄν θρωποι εἶναι;»-»Οἱ μὲν ἔλεγον, ὅτι Ἡλίας εἶ· ἄλλοι ἔλεγον προφήτης.» Καὶ αὐτοῦ εἰπόντος πρὸς αὐτούς· «Ὑμεῖς δὲ τίνα μὲ λέγετε;» Καὶ ἀποκριθεὶς ὁ Πέτρος εἶπε· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Εὐθέως δὲ εἶπε πρὸς αὐ τὸν ὁ Κύριος· «Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ· ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας οὐρανῶν· καὶ πάντα ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς.» Καὶ 28.520 τοσαύτας ἐπαγγελίας λαβὼν, εἶπε τῷ Κυρίῳ· «Ἀκο λουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ, καὶ θήσω τὴν ψυχήν μου ὑπὲρ σοῦ.» Εὐθέως εἶπε πρὸς αὐτὸν ὁ Κύριος· «Ἀμὴν λέγω σοι· σήμερον πρὸ τοῦ ἀλέκτορα φωνῆ σαι, τρὶς ἀπαρνήσῃ με.» Καὶ ἀρθέντος τοῦ Κυρίου εἰς τὸν οἶκον τοῦ Καϊάφα, καὶ παντὸς τοῦ συνεδρίου μετὰ τοῦ Καϊάφα, καὶ τοῦ Πέτρου ἑστῶτος ἐν τῷ πυ λῶνι, ὃν καὶ ἰδὼν ὁ παῖς εἶπε πρὸς αὐτόν· Οὐκ εἶ σὺ μετ' αὐτοῦ; Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτόν· Οὐκ εἰμί. Καὶ πάλιν τῆς θυρωροῦ εἰπούσης πρὸς αὐτόν· Μὴ καὶ σὺ ἐκ τῶν Γαλιλαίων εἶ; Ἀπεκρίθη καὶ εἶπεν· Οὐκ εἰμί. Καὶ τοῦ ὑπηρέτου ἐπερωτήσαντος

5