1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

13

ἑτοιμότερον διδάξει, ὅτι ὁ λόγος καὶ σοφία, υἱὸς καὶ δύναμις, ἀπαύγασμα, χαρακτήρ. ἀνάγκη γὰρ καὶ ἐνταῦθα πάλιν νοεῖν, ὅτι τοῦ λόγου ὄντος εἶναι δεῖ καὶ τὸν πατέρα τοῦ λόγου καὶ σοφίας οὔσης εἶναι καὶ τὸν ταύτης γονέα καὶ ἀπαυγάσματος ὄντος εἶναι καὶ τὸ φῶς, καὶ οὕτως εἶναι τὸν υἱὸν καὶ τὸν πατέρα ἕν.

27.1 Ταῦτα ∆ιονύσιος εἰδὼς ἔγραψε καὶ ἐν ἐκείνοις μὲν Σαβέλλιον ἐφίμωσεν, ἐν τούτοις δὲ τὴν ἀρειανὴν αἵρεσιν κατέστρεψε. καὶ γὰρ ὥσπερ ἀνατρέπει Σαβέλλιον τὰ ἀνθρώπινα τοῦ σωτῆρος, οὕτω καὶ πρὸς τοὺς Ἀρειομανίτας οὐκ ἀπὸ τῶν ἀνθρωπίνων, ἀλλ' ἀπὸ τῶν σημαινόντων τὴν θεότητα τοῦ λόγου ποιεῖσθαι χρὴ τοὺς κατ' αὐτῶν ἐλέγχους, ἵνα μὴ καὶ οὗτοι τὰ διὰ τὸ σῶμα λεχθέντα περὶ τοῦ κυρίου παρεξηγούμενοι νομίσωσι τοιοῦτον εἶναι τὸν λόγον, οἷοί ἐσμεν ἡμεῖς οἱ ἄνθρωποι, καὶ λοιπὸν ἐπιμείνωσι τῇ ἑαυτῶν μανίᾳ. 27.2 ἂν δὲ διδαχθῶσιν καὶ οὗτοι περὶ τῆς θεότητος, καταγνώσονται μὲν τῆς ἑαυτῶν κακονοίας, εὐκολώτερον δὲ μαθόντες, ὅτι ὁ λόγος σὰρξ ἐγένετο, διακρινοῦσι λοιπὸν καὶ οὗτοι 27.3 τὰ ἀνθρώπινα καὶ τὰ τῇ θεότητι ἁρμόζοντα. τούτων δὲ οὕτως ἐχόντων καὶ ∆ιονυσίου τοῦ ἐπισκόπου δειχθέντος ἐξ ὧν ἔγραψεν εὐσεβοῦς, τί ποιήσουσι λοιπὸν οἱ Ἀρειομανῖται; τίνος ἄρα πάλιν ἐλεγχθέντες ἀπὸ τούτων καταψεύσονται; ἀνάγκη γὰρ αὐτοὺς ἐκπεσόντας ἀπὸ τοῦ θεμελίου τῶν ἀποστόλων καὶ εὐσάλευτον ἔχοντας τὴν διάνοιαν ζητεῖν 27.4 ἔρεισμα καὶ μὴ εὑρίσκοντας καταψεύδεσθαι λοιπὸν τῶν πατέρων. ἀλλ' οὐδεὶς αὐτοῖς ἔτι πιστεύσει, κἂν βιάσωνται συκοφαντεῖν. κατεγνώσθη γὰρ ἡ αἵρεσις παρὰ πᾶσιν, εἰ μὴ ἄρα περὶ τοῦ διαβόλου λοιπὸν φθέγξονται· αὐτὸς γὰρ μόνος ἐστὶν αὐτοῖς σύμφωνος, μᾶλλον δὲ αὐτός ἐστιν αὐτοῖς ὁ καὶ τὴν αἵρεσιν ὑποβάλλων. τίς οὖν ἔτι τούτους, ὧν ὁ διάβολός ἐστι καθηγεμών, Χριστιανοὺς ὀνομάσειε καὶ μὴ μᾶλλον διαβολικούς; ἵνα μὴ μόνον χριστομάχοι ἀλλὰ καὶ διαβολικοὶ καλῶνται, εἰ μὴ ἄρα μεταβάλωνται καὶ ἣν μὲν ἐπενόησαν ἀσέβειαν ἀρνήσωνται, τὴν δὲ ἀλήθειαν ἐπιγνῶσι. τοῦτο γὰρ αὐτοὺς μὲν ὠφελήσει, ἡμᾶς δὲ πρέπει περὶ πάντων τῶν πεπλανημένων οὕτως εὔχεσθαι.