1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

8

«φωτὸς μὲν οὖν ὄντος τοῦ θεοῦ ὁ Χριστός ἐστιν ἀπαύγασμα. πνεύματος δὲ ὄντος («πνεῦμα «γάρ, φησίν, ὁ θεός»), ἀναλόγως πάλιν ὁ Χριστὸς ἀτμὶς λέλεκται· «ἀτμὶς γάρ, φησίν, 15.6 «ἐστὶ τῆς τοῦ θεοῦ δυνάμεως»». καὶ ἐκ τοῦ δευτέρου πάλιν φησί· «μόνος δὲ ὁ υἱὸς «ἀεὶ συνὼν τῷ πατρὶ καὶ τοῦ ὄντος πληρούμενος καὶ αὐτός ἐστιν ὢν ἐκ τοῦ πατρός».

16.1 Ταῦτα εἰ μὲν ἀμφιβόλως εἴρηται, χρείαν εἶχε τοῦ ἑρμηνεύοντος, ἐπειδὴ δὲ λευκῶς καὶ πολλάκις περὶ τῶν αὐτῶν ἔγραψεν, ὁ μὲν Ἄρειος τριζέτω τοὺς ὀδόντας ὁρῶν τὴν αἵρεσιν αὐτοῦ καταστρεφομένην ὑπὸ ∆ιονυσίου καὶ ἀκούων, ἅπερ μὴ βούλεται, λέγοντος αὐτοῦ· ἀεὶ ὁ θεὸς πατὴρ ἦν καὶ ὁ υἱὸς οὐχ ἁπλῶς ἀίδιός ἐστιν, ἀλλὰ τοῦ πατρὸς ἀιδίου ὄντος 16.2 ἀίδιος ἂν εἴη καὶ ὁ υἱός, καὶ σύνεστιν αὐτῷ ὡς τῷ φωτὶ τὸ ἀπαύγασμα. οἱ δὲ κἂν μόνον ὑπονοήσαντες ∆ιονύσιον τὰ Ἀρείου φρονεῖν κατατιθέσθωσαν τὴν περὶ αὐτοῦ τοιαύτην δυσφημίαν. ποία γὰρ κοινωνία τούτοις ἐστί, τοῦ μὲν Ἀρείου λέγοντος· οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ, ἀλλ' ἦν ποτε ὅτε οὐκ ἦν, τοῦ δὲ ∆ιονυσίου διδάσκοντος· «ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε· οὐκοῦν αἰώνιον πρόκειται 16.3 καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενὲς προφαινόμενον αὐτοῦ;» καὶ γὰρ καὶ πρὸς τὴν ἄλλην ὑποψίαν τῶν λεγόντων, ὅτι πατέρα λέγων ὁ ∆ιονύσιος οὐκ ὀνομάζει τὸν υἱὸν καὶ πάλιν υἱὸν λέγων οὐκ ὀνομάζει τὸν πατέρα, ἀλλὰ διαιρεῖ καὶ μακρύνει καὶ μερίζει τὸν υἱὸν ἀπὸ τοῦ πατρός, ἀποκρίνεται καὶ δυσωπεῖ τούτους λέγων ἐν τῷ δευτέρῳ βιβλίῳ·

17.1 «Τῶν ὑπ' ἐμοῦ λεχθέντων ὀνομάτων ἕκαστον ἀχώριστόν ἐστι καὶ ἀδιαίρετον τοῦ «πλησίον. πατέρα εἶπον, καὶ πρὶν ἐπαγάγω τὸν υἱόν, ἐσήμανα καὶ τοῦτον ἐν τῷ πατρί· «υἱὸν ἐπήγαγον, εἰ καὶ μὴ προειρήκειν τὸν πατέρα, πάντως ἂν ἐν τῷ υἱῷ προείληπτο. «ἅγιον πνεῦμα προσέθηκα, ἀλλ' ἅμα καὶ πόθεν καὶ διὰ τίνος ἧκεν ἐφήρμοσα. οἱ δὲ οὐκ «ἴσασιν, ὅτι μήτε ἀπηλλοτρίωται πατὴρ υἱοῦ ᾗ πατήρ, προκαταρκτικὸν γάρ ἐστι τῆς «συναφείας τὸ ὄνομα, οὔτε ὁ υἱὸς ἀπῴκισται τοῦ πατρός. ἡ γὰρ πατὴρ προσηγορία «δηλοῖ τὴν κοινωνίαν, ἔν τε ταῖς χερσὶν αὐτῶν ἐστι τὸ πνεῦμα μήτε τοῦ πέμποντος μήτε 17.2 «τοῦ φέροντος δυνάμενον στέρεσθαι. πῶς οὖν ὁ τούτοις χρώμενος τοῖς ὀνόμασι «μεμερίσθαι ταῦτα καὶ ἀφωρίσθαι παντελῶς ἀλλήλων οἴομαι»; καὶ μετ' ὀλίγα ἐπάγει λέγων· «οὕτω μὲν ἡμεῖς εἴς τε τὴν τριάδα τὴν μονάδα πλατύνομεν ἀδιαίρετον, καὶ τὴν «τριάδα πάλιν ἀμείωτον εἰς τὴν μονάδα συγκεφαλαιούμεθα».

18.1 Εἶτα καὶ αἰτιωμένων αὐτὸν ὡς ἕνα λέγοντα τῶν γενητῶν εἶναι τὸν υἱὸν καὶ μὴ 18.1 ὁμοούσιον τῷ πατρί, αὐτὸς πάλιν ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τοὺς τοιούτους διελέγχει λέγων· «πλὴν ἐγὼ γενητά τινα καὶ ποιητά τινα φήσας νοεῖσθαι τῶν μὲν τοιούτων ὡς «ἀχρειοτέρων ἐξ ἐπιδρομῆς εἶπον παραδείγματα, ἐπεὶ μήτε τὸ φυτὸν <ταὐτὸν> ἔφην 18.2 «τῷ γεωργῷ μήτε τῷ ναυπηγῷ τὸ σκάφος. εἶτα τοῖς ἱκνουμένοις καὶ προσφυεστέροις «ἐνδιέτριψα καὶ πλέον διεξῆλθον περὶ τῶν ἀληθεστέρων ποικίλα προσεξευρὼν τεκμήρια, «ἅπερ καὶ [σοὶ] δι' ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα, «κατ' ἐμοῦ ψεῦδος ὄν, ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ καὶ «τὸ ὄνομα τοῦτό φημι μὴ εὑρηκέναι μηδ' ἀνεγνωκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά «γε τὰ ἐπιχειρήματά μου τὰ ἑξῆς, ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ «γὰρ ἀνθρωπείαν γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς «μόνον ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον 18.3 «ὑπάρχειν εἶναι μήτε τέκνα. καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις «οὐκ ἔχω προκομίσαι· εἰ δ' οὖν, αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἂν «ἔπεμψα τὸ ἀντίγραφον· ὅπερ ἂν εὐπορήσω, ποιήσω. οἶδα δὲ καὶ μέμνημαι πλείονα «προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ