1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

∆ιονύσιον, ὅρα καὶ τὴν περὶ τούτων πίστιν τοῦ ∆ιονυσίου καὶ πῶς μάχεται ταῖς τοιαύταις Ἀρείου 23.2 κακονοίαις. γράφει γὰρ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ οὕτως· «προείρηται μὲν οὖν, ὅτι «πηγὴ τῶν ἀγαθῶν ἁπάντων ἐστὶν ὁ θεός· ποταμὸς δὲ ὑπ' αὐτοῦ προχεόμενος ὁ υἱὸς «ἀναγέγραπται. ἀπόρροια γὰρ νοῦ λόγος καί, ὡς ἐπ' ἀνθρώπων εἰπεῖν, ἀπὸ καρδίας «διὰ στόματος ἐξοχετεύεται, ἕτερος γινόμενος τοῦ ἐν καρδίᾳ λόγου ὁ διὰ γλώσσης νοῦς «προπηδῶν. ὁ μὲν γὰρ ἔμεινε προπέμψας καὶ ἔστιν οἷος ἦν, ὁ δὲ ἐξέπτη προπεμφθεὶς «καὶ φέρεται πανταχοῦ· καὶ οὕτως ἐστὶν ἑκάτερος ἐν ἑκατέρῳ ἕτερος ὢν θατέρου, καὶ «ἕν εἰσιν ὄντες δύο. οὕτω γὰρ καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς ἓν καὶ ἐν ἀλλήλοις ἐλέχθησαν εἶναι.» 23.3 ἐν δὲ τῷ τετάρτῳ βιβλίῳ οὕτως λέγει· «ὡς γὰρ ὁ ἡμέτερος νοῦς ἐρεύγεται μὲν ἀφ' ἑαυτοῦ «τὸν λόγον, ὡς εἶπεν ὁ προφήτης· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», καὶ ἔστι «μὲν ἑκάτερος ἕτερος θατέρου, ἴδιον καὶ τοῦ λοιποῦ κεχωρισμένον εἰληχὼς τόπον, ὁ μὲν «ἐν τῇ καρδίᾳ, ὁ δὲ ἐπὶ τῆς γλώττης καὶ τοῦ στόματος οἰκῶν τε καὶ κινούμενος· οὐ μὴν «διεστήκασιν οὐδὲ καθάπαξ ἀλλήλων στέρονται οὐδέ ἐστιν οὔτε ὁ νοῦς ἄλογος οὔτε «ἄνους ὁ λόγος, ἀλλ' ὅ γε νοῦς ποιεῖ τὸν λόγον ἐν αὐτῷ φανεὶς καὶ ὁ λόγος δείκνυσι τὸν «νοῦν ἐν αὐτῷ γενόμενος, καὶ ὁ μὲν νοῦς ἐστιν οἷον λόγος ἐγκείμενος, ὁ δὲ λόγος νοῦς 23.4 «προπηδῶν. καὶ μεθίσταται μὲν ὁ νοῦς εἰς τὸν λόγον, ὁ δὲ λόγος τὸν νοῦν εἰς τοὺς «ἀκροατὰς ἐγκυκλεῖ. καὶ οὕτως ὁ νοῦς διὰ τοῦ λόγου ταῖς τῶν ἀκουόντων ψυχαῖς ἐνι «δρύεται συνεισιὼν τῷ λόγῳ· καὶ ἔστιν ὁ μὲν οἷον πατὴρ ὁ νοῦς τοῦ λόγου ὢν ἐφ' ἑαυτοῦ, «ὁ δὲ καθάπερ υἱὸς ὁ λόγος τοῦ νοῦ, πρὸ ἐκείνου μὲν ἀδύνατον ἀλλ' οὐδὲ ἔξωθέν «ποθεν σὺν ἐκείνῳ γενόμενος, βλαστήσας δὲ ἀπ' αὐτοῦ. οὕτως ὁ πατήρ, ὁ μέγιστος καὶ «καθόλου νοῦς, πρῶτον τὸν υἱὸν λόγον ἑρμηνέα <καὶ> ἄγγελον ἑαυτοῦ, ἔχει».

24.1 Τούτων ἢ οὐκ ἤκουσέ ποτε Ἄρειος ἢ ἀκούσας οὐκ ἐνόησεν ὁ ἀμαθής. οὐκ ἂν γάρ, εἴπερ ἦν νοήσας, κατεψεύδετο τοσοῦτον κατὰ τοῦ ἐπισκόπου, ἀλλὰ πάντως καὶ αὐτὸν ὡς ἡμᾶς ἐλοιδόρει διὰ τὸ πρὸς τὴν ἀλήθειαν μῖσος. χριστομάχος γὰρ ὢν οὐκ ὀκνήσει καὶ τοὺς τὰ Χριστοῦ φρονοῦντας διώκειν, ὡς αὐτὸς ὁ κύριος προείρηκεν· «εἰ ἐμὲ ἐδίωξαν, 24.2 καὶ ὑμᾶς διώξουσιν.» ἢ εἰ νομίζουσιν οἱ προστάται τῆς ἀσεβείας ὁμόφρονα τὸν ∆ιο νύσιον ἑαυτοῖς εἶναι, γραψάτωσαν ταῦτα καὶ ὁμολογείτωσαν· γραψάτωσαν τὴν ἄμ πελον καὶ τὸν γεωργόν, τὸ σκάφος καὶ τὸν ναυπηγόν, καὶ ἅμα ὁμολογείτωσαν καὶ ἅπερ εἶπεν ἀπολογούμενος τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας εἶναι τὸν υἱὸν καὶ τὸ ἀίδιον καὶ τὸν νοῦν πρὸς τὸν λόγον τήν τε πηγὴν καὶ τὸν ποταμὸν καὶ τὰ ἄλλα, ἵνα κἂν ἐκ τῆς διαφορᾶς γνῶσιν, πῶς ἐκεῖνα μὲν κατ' οἰκονομίαν, ταῦτα δὲ ὡς ὁ τῆς εὐσεβοῦς πίστεως βούλεται λόγος εἴρηκε, καὶ λοιπὸν ταῦτα λέγοντες ἀναιρῶσιν ἅπερ κατ' αὐτῶν τούτων 24.3 ἐφρόνησαν. τί γὰρ κἂν ἐγγὺς ἔχει τῶν Ἀρείου κακῶν ἡ ∆ιονυσίου πίστις; οὐχ ὁ μὲν Ἄρειος κατ' ἐπίνοιαν λέγει τὸν λόγον, ὁ δὲ ∆ιονύσιος ἀληθινὸν καὶ φύσει λόγον τοῦ θεοῦ; καὶ ὁ μὲν ἀποξενοῖ τὸν λόγον ἀπὸ τοῦ πατρός, ὁ δὲ ἴδιον καὶ ἀδιαίρετον τῆς τοῦ πατρὸς οὐσίας αὐτὸν εἶναι διδάσκει, ὡς ἔστιν ὁ λόγος πρὸς τὸν νοῦν καὶ ποταμὸς πρὸς 24.4 τὴν πηγήν. εἰ μὲν οὖν διαιρεῖν καὶ ἀποξενοῦν τὸν λόγον καὶ τὸν νοῦν τις δύναται ἢ τὸν ποταμὸν καὶ τὴν πηγὴν μερίσαι καὶ τειχίσας διελεῖν ἢ τὸν ποταμὸν ἑτεροούσιον εἰπεῖν πρὸς τὴν πηγὴν καὶ ξένον τὸ ὕδωρ δεῖξαι ἢ τὸ ἀπαύγασμα τολμᾷ διελεῖν ἀπὸ τοῦ φωτὸς καὶ εἰπεῖν ἐξ ἑτέρας οὐσίας εἶναι τὸ ἀπαύγασμα καὶ μὴ ἐκ τοῦ φωτός, μαινέσθω μετὰ Ἀρείου. ὁ γὰρ τοιοῦτος μηδὲ νοῦν ἀνθρώπινον ἔχων ἔτι φανήσεται. εἰ δὲ ἀδιαίρετα ταῦτα οἶδεν ἡ φύσις καὶ τὸ τούτων γέννημα ἴδιον, μήτε τὰ Ἀρείου τις ἔτι λοιπὸν φρο νείτω μήτε ∆ιονύσιον διαβαλλέτω, ἀλλὰ καὶ μᾶλλον ἐκ τούτων αὐτοῦ θαυμαζέτω τήν τε τοῦ λόγου λευκότητα καὶ τὴν τῆς πίστεως ὀρθότητα.