1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

4

ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις, πάντας πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιο σύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν»· ἢ Στε φάνου τοῦ μεγαλομάρτυρος, ὅταν λέγῃ· «ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ 7.4 τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ»; ὥρα γὰρ λοιπὸν αὐτοὺς ἀπο θρασύνεσθαι καὶ λέγειν (οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον), ὅτι καὶ αὐτοὶ οἱ ἀπόστολοι τὰ Ἀρείου ἐφρόνουν· ἄνθρωπον γὰρ ἀπὸ Ναζαρὲτ καὶ παθητὸν τὸν Χριστὸν ἀπαγγέλ λουσιν.

8.1 Ἐκείνων τοίνυν τοιαῦτα φανταζομένων, ἆρ' ἐπειδὴ τοῖς ῥήμασι τούτοις ἐχρήσαντο, μόνον ἄνθρωπον ᾔδεισαν τὸν Χριστὸν οἱ ἀπόστολοι καὶ πλέον οὐδέν; μὴ γένοιτο· οὐκ ἔστιν οὐδὲ εἰς νοῦν ποτε τοῦτο λαβεῖν, ἀλλὰ καὶ τοῦτο ὡς «ἀρχιτέκτονες σοφοὶ» καὶ 8.2 «οἰκονόμοι μυστηρίων θεοῦ» πεποιήκασι καὶ τὴν αἰτίαν ἔχουσιν εὔλογον. ἐπειδὴ γὰρ οἱ τότε Ἰουδαῖοι πλανηθέντες τε καὶ πλανήσαντες Ἕλληνας ἐνόμιζον τὸν Χριστὸν ψιλὸν ἄνθρωπον μόνον ἐκ σπέρματος ∆αυὶδ ἔρχεσθαι καθ' ὁμοιότητα τῶν ἐκ τοῦ ∆αυὶδ ἄλλων γενομένων τέκνων, οὔτε δὲ θεὸν αὐτὸν οὐδὲ ὅτι ὁ λόγος σὰρξ ἐγένετο ἐπίστευον, τούτου ἕνεκα μετὰ πολλῆς τῆς συνέσεως οἱ μακάριοι ἀπόστολοι τὰ ἀνθρώπινα τοῦ σω τῆρος πρῶτον ἐξηγοῦντο τοῖς Ἰουδαίοις, ἵν' ὅλως πείσαντες αὐτοὺς ἐκ τῶν φαινομένων καὶ γενομένων σημείων ἐληλυθέναι τὸν Χριστὸν λοιπὸν καὶ εἰς τὴν περὶ τῆς θεότητος αὐτοῦ πίστιν αὐτοὺς ἀναγάγωσι δεικνύντες, ὅτι τὰ γενόμενα ἔργα οὐκ ἔστιν ἀνθρώπου, 8.3 ἀλλὰ θεοῦ. ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθητὸν τὸν Χριστὸν εὐθὺς συνῆπτεν· «οὗτος ἀρχηγὸς τῆς ζωῆς ἐστιν», ἐν δὲ τῷ εὐαγγελίῳ ὁμολογεῖ· «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος», ἐν δὲ τῇ ἐπιστολῇ φησιν αὐτὸν ἐπίσκοπον ψυχῶν καὶ κύριον 8.4 ἑαυτοῦ τε καὶ ἀγγέλων καὶ δυνάμεων εἶναι. πάλιν τε Παῦλος ὁ λέγων ἄνδρα ἐκ σπέρ ματος ∆αυὶδ εἶναι τὸν Χριστόν, οὗτος ἐπέστελλεν Ἑβραίοις μέν· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», Φιλιππησίοις δέ· «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ». τὸ δὲ λέγειν ἀρχηγὸν τῆς ζωῆς καὶ υἱὸν τοῦ θεοῦ καὶ ἀπαύγασμα καὶ χαρακτῆρα καὶ ἴσα θεῷ καὶ κύριον καὶ ἐπίσκοπον ψυχῶν τί ἂν εἴη ἕτερον ἢ ὅτι ἐν σώματι λόγος ἦν θεοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ ἔστιν ἀδιαίρετος τοῦ πατρός, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς;

9.1 Καὶ ∆ιονύσιος τοίνυν παρὰ τῶν ἀποστόλων τοῦτο μαθὼν πεποίηκεν. ἐπειδὴ γὰρ εἷρπεν ἡ Σαβελλίου αἵρεσις, ἠναγκάσθη τὴν τοιαύτην, καθὰ προεῖπον, ἐπιστολὴν γράψαι καὶ τὰ ἀνθρωπίνως καὶ εὐτελῶς περὶ τοῦ σωτῆρος εἰρημένα ῥῖψαι κατ' αὐτῶν, ἵνα τούτους ἀποσχοινίσας διὰ τὰ ἀνθρώπινα τοῦ μὴ λέγειν υἱὸν εἶναι τὸν πατέρα εὐκολωτέραν αὐτοῖς κατασκευάσῃ τὴν περὶ τῆς θεότητος τοῦ υἱοῦ διδασκαλίαν, ὅταν αὐτὸν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἀπὸ τῶν γραφῶν λέγῃ λόγον, σοφίαν, δύναμιν, ἀτμίδα καὶ ἀπαύγασ 9.2 μα τοῦ πατρός. ἐν γοῦν ταῖς ἐπιστολαῖς τῆς ἀπολογίας τοιαῦτα λέγων παρρησιά ζεται ἐν τῇ πίστει καὶ τῇ εἰς Χριστὸν εὐσεβείᾳ. ὥσπερ οὖν οὐ κατηγορητέοι οἱ ἀπόστολοι διὰ τὰ ἀνθρώπινα ῥήματα περὶ τοῦ κυρίου (καὶ γὰρ ἄνθρωπος γέγονεν ὁ κύριος), ἀλλὰ καὶ μᾶλλον θαύματος ἄξιοι διὰ τὴν οἰκονομίαν καὶ τὴν ἐν καιρῷ διδασκαλίαν, οὕτως οὐκ Ἀρειανὸς ὁ ∆ιονύσιος διὰ τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον κατὰ Σαβελλίου ἐπιστολήν. εἰ γὰρ καὶ ταπεινοῖς ἐχρήσατο λόγοις καὶ παραδείγμασιν, ἀλλ' ἐκ τῶν εὐαγγελίων ἐστὶ καὶ ταῦτα, καὶ πρόφασιν ἔχει τούτων τὴν τοῦ σωτῆρος ἔνσαρκον παρουσίαν, δι' ἣν καὶ 9.3 ταῦτα καὶ τὰ ὅμοια γέγραπται. καὶ γὰρ ὥσπερ λόγος ἐστὶ τοῦ θεοῦ, οὕτως μετὰ ταῦτα «ὁ λόγος σὰρξ ἐγένετο», καὶ «ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος», ἡ δὲ παρθένος ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐν γαστρὶ ἔσχε καὶ γέγονεν ὁ κύριος ἄνθρωπος. καὶ εἷς μέν ἐστιν ὁ ἐξ ἀμφοτέρων σημαινόμενος («ὁ γὰρ λόγος σὰρξ ἐγένετο»), τὰ δὲ περὶ τῆς θεότητος