1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

«τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων»· «διὰ γὰρ ἀγγέλων ὁ νόμος ἐλαλήθη»· «διότι ὁ μὲν νόμος διὰ Μωσέως ἐδόθη, ἡ δὲ χάρις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο» καὶ τοῦ πνεύματος ἡ χορηγία. καὶ τότε μὲν ἀπὸ ∆ὰν καὶ μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, νῦν δὲ «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν» καὶ τὰ ἔθνη τὸν Χριστὸν προσκυνοῦσι καὶ δι' αὐτοῦ τὸν πατέρα γινώσκουσιν. ἀνθρω πίνως ἄρα περὶ τοῦ σωτῆρος ἐκεῖνα γέγραπται καὶ οὐκ ἔστιν ἄλλως.

12.1 Ἆρ' οὖν, ὡς οἱ χριστομάχοι θρυλοῦσι, ∆ιονύσιος τὰ ἀνθρώπινα τοῦ υἱοῦ γράφων καὶ λέγων οὕτως ποίημα αὐτὸν ἕνα τῶν ἀνθρώπων ἔλεγεν αὐτὸν εἶναι; ἢ λέγων μὴ εἶναι τὸν λόγον ἴδιον τῆς τοῦ πατρὸς οὐσίας ἐφρόνει τοῦτον ὁμοούσιον ἡμῶν εἶναι τῶν ἀν θρώπων; καὶ μὴν οὐχ οὕτως ἔγραψεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς, ἀλλὰ καὶ ὀρθῶς φρονῶν ἐν αὐταῖς φαίνεται καὶ δύναται δι' αὐτῶν βοῆσαι κατὰ τούτων λέγων· οὔκ εἰμι τῆς αὐτῆς 12.2 ὑμῖν δόξης, ὦ θεομάχοι, οὐδὲ τὰ ἡμέτερα πρόφασιν Ἀρείῳ παρέσχεν εἰς ἀσέβειαν. ἀλλὰ πρὸς Ἄμμωνα καὶ Εὐφράνορα διὰ τοὺς Σαβελλίζοντας γράφων ἐμνήσθην τοῦ γεωργοῦ καὶ τῆς ἀμπέλου καὶ τῶν τοιούτων ἄλλων ῥητῶν, ἵνα τὰ ἀνθρώπινα τοῦ κυρίου δείξας πείσω μὴ λέγειν ἐκείνους, ὅτι ὁ πατήρ ἐστιν ὁ γενόμενος ἄνθρωπος. ὡς γὰρ ὁ γεωργὸς οὐκ ἔστιν ἄμπελος, οὕτως οὐκ ἔστιν ὁ ἐν τῷ σώματι γενόμενος ὁ πατὴρ ἀλλ' ὁ λόγος, καὶ ὁ λόγος δὲ ἐν τῇ ἀμπέλῳ γενόμενος ἄμπελος ἐκλήθη διὰ τὴν πρὸς τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, σωματικὴν συγγένειαν. ταύτῃ μὲν οὖν τῇ διανοίᾳ τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἔγραψα ἐπιστολήν, πρὸς δὲ τὴν ὑμῶν ἀναίδειαν τὰς ἑτέρας ἐπιστολὰς τὰς παρ' ἐμοῦ γραφείσας ἀντιτίθημι, ἵνα γνῶσιν οἱ φρόνιμοι τὴν ἐν αὐταῖς ἀπολογίαν καὶ 12.3 τῆς ἐν Χριστῷ πίστεως τὴν ὀρθήν μου φρόνησιν. ἔδει μὲν οὖν καὶ τοὺς Ἀρειανούς, εἴπερ εἶχον ὑγιαίνοντα τὸν νοῦν, τοιαῦτα λογίζεσθαι καὶ φρονεῖν περὶ τοῦ ἐπισκόπου, «πάντα γὰρ ἐνώπια τοῖς συνιοῦσίν ἐστι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν». ἐπειδὴ δὲ μὴ μαθόντες τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας πεπτώκασιν εἰς ἀσέβειαν καὶ λοιπὸν τὸν νοῦν πεπηρωμένοι νομίζουσιν εἶναι καὶ τὰ ὀρθὰ στρεβλὰ καὶ λέγουσι τὸ μὲν φῶς σκότος, τὸ δὲ σκότος νομίζουσιν εἶναι φῶς, ἀναγκαῖον καὶ τὰ ἐκ τῶν ἄλλων ἐπιστολῶν τοῦ ∆ιο νυσίου παραθέσθαι καὶ τὸ αἴτιον αὐτῶν πρὸς πλείονα κατάγνωσιν τῶν αἱρετικῶν. ἐξ αὐτῶν γὰρ καὶ ἡμεῖς μαθόντες οὕτω περὶ τοῦ ἀνδρὸς φρονοῦμεν καὶ γράφομεν.

13.1 Ἡ δὲ πρόφασις, δι' ἣν ἔγραψε τὰς ἄλλας ἐπιστολάς, ἔστιν αὕτη. ∆ιονυσίου τοῦ ἐπισκόπου μαθόντος περὶ τῶν ἐν Πενταπόλει καὶ ζήλῳ τῆς εὐσεβείας γράψαντος, καθὰ προεῖπον, κατὰ τῆς αἱρέσεως Σαβελλίου τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἐπιστολήν, τινὲς τῶν ἀπὸ τῆς ἐκκλησίας ἀδελφῶν φρονοῦντες μὲν ὀρθῶς, μὴ ἐρωτήσαντες δὲ αὐτόν, ἵνα παρ' αὐτοῦ μάθωσι πῶς ἔγραψεν, ἀνῆλθον πρὸς τὴν Ῥώμην καὶ κατειρήκασιν αὐτοῦ 13.2 παρὰ τῷ ὁμωνύμῳ αὐτοῦ ∆ιονυσίῳ τῷ ἐπισκόπῳ Ῥώμης. κἀκεῖνος ἀκούσας ἔγραψεν ὁμοῦ κατά τε τῶν τὰ Σαβελλίου δοξαζόντων καὶ κατὰ τῶν φρονούντων ταῦτα, ἅπερ καὶ Ἄρειος λέγων ἐξεβλήθη τῆς ἐκκλησίας, ἴσην καὶ κατὰ διάμετρον ἀσέβειαν εἶναι λέγων τήν τε Σαβελλίου καὶ τὴν τῶν λεγόντων κτίσμα καὶ ποίημα καὶ γενητὸν εἶναι τὸν τοῦ 13.3 θεοῦ λόγον. ἐπέστειλε δὲ καὶ ∆ιονυσίῳ δηλῶσαι περὶ ὧν εἰρήκασι κατ' αὐτοῦ. καὶ ἀντέγραψεν εὐθὺς αὐτὸς καὶ ἐπέγραψε τὰ βιβλία ἐλέγχου καὶ ἀπολογίας. ἐνταῦθα τὸ μυσαρὸν ἐργαστήριον τῶν θεομάχων κατανόει καὶ πῶς αὐτοὶ καθ' ἑαυτῶν τὴν αἰσχύνην ἐκίνησαν. ∆ιονυσίου γὰρ τοῦ ἐπισκόπου Ῥώμης γράψαντος καὶ κατὰ τῶν λεγόντων κτίσμα καὶ ποίημα τὸν υἱὸν τοῦ θεοῦ δείκνυται μὴ νῦν πρῶτον ἀλλ' ἔκπαλαι παρὰ πάντων ἀναθεματισθεῖσα τῶν χριστομάχων Ἀρειανῶν ἡ αἵρεσις. ἔπειτα ∆ιονυσίου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας ἀπολογουμένου περὶ ἧς ἔγραψεν ἐπιστολῆς,