1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

καὶ ἐν τούτῳ τεθρυλήκασιν αὐτόν), οὕτως ἐν τῷ δευτέρῳ βιβλίῳ φησίν· «ἐὰν δέ τις τῶν συκοφαντῶν, ἐπειδὴ τῶν «ἁπάντων ποιητὴν τὸν θεὸν καὶ δημιουργὸν εἶπον, οἴηταί με καὶ τοῦ Χριστοῦ λέγειν, «ἀκουσάτω μου πρότερον πατέρα φήσαντος αὐτόν, ἐν ᾧ καὶ ὁ υἱὸς προσγέγραπται. «μετὰ γὰρ τὸ εἰπεῖν πατέρα ποιητὴν ἐπαγήοχα· καὶ οὔτε πατήρ ἐστιν ὢν ποιητής, «εἰ κυρίως ὁ γεννήσας πατὴρ ἀκούοιτο (τὴν γὰρ πλατύτητα τῆς τοῦ πατρὸς προση «γορίας ἐν τοῖς ἑξῆς ἐπεξεργασόμεθα), οὔτε ποιητὴς ὁ πατήρ, εἰ μόνος ὁ χειροτέχνης «ποιητὴς λέγοιτο. παρ' Ἕλλησι γὰρ ποιηταὶ καὶ τῶν ἰδίων καλοῦνται λόγων οἱ σοφοί· «καὶ ποιητὰς ὁ ἀπόστολος εἶπε νόμου· καὶ τῶν ἐγκαρδίων γὰρ ἀρετῆς ἢ κακίας ποιηταὶ «καθίστανται, ὡς εἶπεν ὁ θεός· «ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν»».

21.1 Ἔστιν ἀληθῶς ἀκούοντα ταῦτα μνησθῆναι τοῦ θείου λογίου λέγοντος· «οὗ ἐὰν στραφῇ ὁ ἀσεβής, ἀφανίζεται». ἰδοὺ γὰρ ποικίλως στρεφόμενοι καθ' ἑκάστην οἱ δυσσε βεῖς ἀφανίζονται μὴ ἔχοντες μηδὲ εἰς τοῦτο πρόφασιν περὶ ∆ιονυσίου. φανερῶς μὲν γὰρ διδάσκει μὴ εἶναι ποίημα μηδὲ κτίσμα τὸν υἱόν. αἰτιᾶται δὲ καὶ θεραπεύει τοὺς δια βάλλοντας αὐτὸν ὡς εἰπόντα ποιητὴν τὸν θεόν, ὅτι μὴ συνεῖδον εἰπόντα αὐτὸν πρότε 21.2 ρον πατέρα τὸν θεόν, ἐν ᾧ καὶ ὁ υἱὸς προσγέγραπται. τοῦτο δὲ λέγων δείκνυσι μὴ εἶναι τῶν ποιημάτων τὸν υἱόν, μηδὲ ποιητὴν ἀλλὰ πατέρα τοῦ ἰδίου λόγου τὸν θεὸν εἶναι. καὶ ἐπειδὴ ἀσυνειδήτως τινὲς ἐπήγαγον αὐτῷ, ὅτι ποιητὴν εἶπε τὸν θεὸν τοῦ Χριστοῦ, διὰ τοῦτο ποικίλως ἀπολογούμενός φησι μηδ' οὕτως ἐπιλήψιμον εἶναι τὸν λόγον. εἰρηκέναι γὰρ ποιητήν φησι διὰ τὴν σάρκα, ἣν ἀνέλαβε γενητὴν οὖσαν αὐτὴν 21.3 ὁ λόγος. εἰ δὲ καὶ περὶ τοῦ λόγου τις ὑπονοήσοι τοῦτο λελέχθαι, καὶ οὕτως ἔπρεπεν αὐτοὺς ἀφιλονείκως ἀκοῦσαι· «ὡς γὰρ οὐ ποίημα φρονῶ τὸν λόγον, καὶ οὐ ποιητὴν «ἀλλὰ πατέρα τὸν θεὸν αὐτοῦ λέγω. κἂν ἐξ ἐπιδρομῆς εἴπω ποιητὴν τὸν θεὸν διηγού «μενος περὶ τοῦ υἱοῦ, ἀλλὰ καὶ οὕτως ἀπολογήσασθαι δυνατόν. ποιητὰς γὰρ τῶν ἰδίων «λόγων Ἑλλήνων μὲν οἱ σοφοί φασι καίτοι πατέρας ἑαυτοὺς ὄντας τῶν ἰδίων λόγων. «ἡ δὲ θεία γραφὴ καὶ τῶν ἀπὸ καρδίας κινημάτων ποιητὰς ἡμᾶς διαγορεύει, ποιητὰς «νόμου καὶ κρίσεως καὶ δικαιοσύνης λέγουσα.» ὥστε πανταχόθεν τὸν μὲν υἱὸν μὴ εἶναι κτίσμα μηδὲ ποίημα, ἑαυτὸν δὲ ἀλλότριον τῆς ἀρειανῆς κακοδοξίας ἀποδείκνυσι.

22.1 Μὴ γὰρ δή τις Ἀρειανὸς μηδὲ ἐν τούτῳ ὑπονοείτω κατ' αὐτοῦ ὡς οὕτως λέγοντος· σύνεστιν ὁ υἱὸς τῷ πατρί, ὡς τὰ μὲν ὀνόματα συνῆφθαι ἀλλήλοις, τὰ δὲ πράγματα πλεῖστον ἀλλήλων διεστάναι, καὶ μὴ ἀεὶ μὲν συνεῖναι τὸν υἱὸν τῷ πατρί, ἀφ' οὗ δὲ γέ γονεν ὁ υἱός, ἐξ ἐκείνου καὶ πατέρα τὸν θεὸν εἰρῆσθαι καὶ λοιπὸν αὐτῷ συνεῖναι, ὥσπερ καὶ ἐπ' ἀνθρώπων τοῦτο γίνεται. ἀλλ' ἐνθυμείσθω καὶ μνημονευέτω τῶν προειρημένων 22.2 καὶ ὄψεται ∆ιονυσίου τὴν πίστιν ὀρθήν. λέγων γάρ· «οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ», καὶ πάλιν· «ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε· οὐκοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενές, προφαινόμενον αὐτοῦ»· ἐχρῆν μηδένα τὸ σύνολον ὑπονοεῖν τινα τοιαῦτα κατ' αὐτοῦ. καὶ τὰ παραδείγματα δὲ τῆς πηγῆς καὶ τοῦ ποταμοῦ καὶ τῆς ῥίζης καὶ τοῦ βλαστοῦ καὶ τοῦ πνεύματος καὶ τῆς ἀτμίδος καταισχύνει τοὺς χριστομάχους τἀναντία θρυλοῦντας κατ' αὐτοῦ. 23.1 Ἐπειδὴ δὲ πρὸς πᾶσι τοῖς ἑαυτοῦ κακοῖς ὁ Ἄρειος καὶ τοῦτο συμπεφόρηκεν ἑαυτῷ ῥημάτιον ὡς ἐκ κοπρίας καὶ προστίθησιν, ὡς ἄρα «ὁ λόγος οὐκ ἔστιν ἴδιος τοῦ πατρός, ἀλλ' ἄλλος μέν ἐστιν ὁ ἐν τῷ θεῷ λόγος, οὗτος δὲ ὁ κύριος ξένος μὲν καὶ ἀλλότριός ἐστι τῆς τοῦ πατρὸς οὐσίας, κατ' ἐπίνοιαν δὲ μόνον λέγεται λόγος καὶ οὐκ ἔστι μὲν κατὰ φύσιν καὶ ἀληθινὸς τοῦ θεοῦ υἱός, κατὰ θέσιν δὲ λέγεται καὶ οὗτος υἱὸς ὡς κτίσμα», καὶ τοι αῦτα λέγων αὐχεῖ παρὰ τοῖς ἀγνοοῦσιν ὡς καὶ ἐν τούτοις ἔχων ὁμόδοξον τὸν