ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ ΥΠΟΜΝΗΜΑΤΩΝ

 ΣΤΡΩΜΑΤΕΩΝ ΠΡΩΤΟΣ [...] ἵνα ὑπὸ χεῖρα ἀναγινώσκῃς αὐτὰς καὶ δυνηθῇς φυλάξαι αὐτάς. πότερον δ' οὐδ' ὅλως ἢ τισὶ καταλειπτέον συγγράμματα; καὶ εἰ μὲν τὸ

 ὑπὲρ δὲ τῶν ὑπομνημάτων τῶν περιειληφότων κατὰ τοὺς ἀναγκαίους καιροὺς τὴν Ἑλληνικὴν δόξαν τοσοῦτόν φημι τοῖς φιλεγκλήμοσι· πρῶτον μὲν εἰ καὶ ἄχρηστος

 Πολὺς δὲ ὁ τοιόσδε ὄχλος· οἳ μὲν αὐτῶν, ἡδοναῖς δεδουλωμένοι, ἀπιστεῖν ἐθέλοντες, γελῶσι τὴν ἁπάσης σεμνότητος ἀξίαν ἀλήθειαν, τὸ βάρβαρον ἐν παιδιᾷ τ

 Ὅμηρος δὲ καὶ τέκτονα σοφὸν καλεῖ καὶ περὶ τοῦ Μαργίτου, εἰ δὴ αὐτοῦ, ὧδέ πως γράφει· τὸν δ' οὔτ' ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτ' ἀροτῆρα, οὔτ' ἄλλως τι σ

 Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς

 πολλὰ δ' ἡ ἑτοιμότης πρὸς τὸ τὰ δέοντα ὁρᾶν διὰ τῆς προγυμνασίας συμβάλλεται. εἴη δ' ἂν γυμνασία τῷ νῷ τὰ νοητά. τριττὴ δὲ ἡ τούτων φύσις, ἔν τε ποσοῖ

 Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνικὴ σὺν καὶ αὐτῇ φιλοσοφίᾳ θεόθεν ἥκειν εἰς ἀνθρώπους οὐ κατὰ προηγούμενον, ἀλλ' ὃν τρόπον οἱ ὑετοὶ καταρρήγνυντ

 Ἡ δὲ σοφιστικὴ τέχνη, ἣν ἐζηλώκασιν Ἕλληνες, δύναμίς ἐστι φανταστική, διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶν· παρέχει γὰρ πρὸς μὲν πειθὼ τὴν ῥητο

 Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν π

 ∆ιὰ τοῦτο οὖν ὁ σωτὴρ ἄρτον λαβὼν πρῶτον ἐλάλησεν καὶ εὐχαρίστησεν· εἶτα κλάσας τὸν ἄρτον προέθηκεν, ἵνα δὴ φάγωμεν λογικῶς, καὶ τὰς γραφὰς ἐπιγνόντες

 Αὕτη οὖν ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστιν, καὶ τούτων τῶν σοφῶν κύριος γινώσκει τοὺς διαλογισμοὺς ὅτι εἰσὶ μάταιοι. μηδεὶς τοίνυν καυχάσθω ἐν ἀ

 Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῷ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν τὴν ἐν μυστηρίῳ λαλουμένην σοφίαν, ἣν ἐδίδαξεν

 Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβά

 Φασὶ δὲ Ἕλληνες μετά γε Ὀρφέα καὶ Λίνον καὶ τοὺς παλαιοτάτους παρὰ σφίσι ποιητὰς ἐπὶ σοφίᾳ πρώτους θαυμασθῆναι τοὺς ἑπτὰ τοὺς ἐπικληθέντας σοφούς, ὧν

 Οἵδε μὲν οἱ χρόνοι τῶν παρ' Ἕλλησι πρεσβυτάτων σοφῶν τε καὶ φιλοσόφων. ὡς δὲ οἱ πλεῖστοι αὐτῶν βάρβαροι τὸ γένος καὶ παρὰ βαρβάροις παιδευθέντες, τί δ

 Οὐ μόνης δὲ φιλοσοφίας, ἀλλὰ καὶ πάσης σχεδὸν τέχνης εὑρεταὶ βάρβαροι. Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖ

 Ναί φασι γεγράφθαι· πάντες οἱ πρὸ τῆς παρουσίας τοῦ κυρίου κλέπται εἰσὶ καὶ λῃσταί. πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ λόγου σαρκώσεως

 Καὶ τούτων, φησίν, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ἐπιφέρει γοῦν ὁ ἀπόστολος· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴ

 Ὅτι οὖν μαρτυροῦνται ἀληθῆ τινα δογματίζειν καὶ Ἕλληνες, ἔξεστι κἀντεῦθεν σκοπεῖν. ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀναγράφεται λέγων πρὸς τοὺς

 Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἴτια λέγοιντ' ἄν, ἀλλ' ἐκ πολλῶν αἴτιον ἕν (οὐκ ἔστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν

 Καὶ περὶ μὲν τοῦ παρ' Ἑβραίων τὰ τῶν φιλοσόφων ἐσκευωρῆσθαι δόγματα μικρὸν ὕστερον διαληψόμεθα, πρότερον δέ, ὅπερ ἀκόλουθον ἦν, περὶ τῶν κατὰ Μωυσέα χ

 Καὶ τὰ μὲν περὶ τῶν χρόνων διαφόρως πολλοῖς ἱστορηθέντα καὶ πρὸς ἡμῶν ἐκτεθέντα ὧδε ἐχέτω, ἑρμηνευθῆναι δὲ τὰς γραφὰς τάς τε τοῦ νόμου καὶ τὰς προφητι

 Μωυσῆς [οὖν] ἄνωθεν τὸ γένος Χαλδαῖος ὢν ἐν Αἰγύπτῳ γεννᾶται, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμὸν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον μεταναστάντων. ἑβδόμῃ

 Ἔστιν οὖν ὁ Μωυσῆς ἡμῖν προφητικός, νομοθετικός. τακτικός, στρατηγικός, πολιτικός, φιλόσοφος. ὅπως μὲν οὖν ἦν προφητικός, μετὰ ταῦτα λεχθήσεται, ὁπηνί

 Πλάτων δὲ ὁ φιλόσοφος ἐκ τῶν Μωυσέως τὰ περὶ τὴν νομοθεσίαν ὠφεληθεὶς ἐπετίμησε μὲν τῇ Μίνωος καὶ Λυκούργου πολιτείᾳ πρὸς ἀνδρείαν μόνην ἀποβλεπομέναι

 Ὅθεν ὁ νόμος εἰκότως εἴρηται διὰ Μωυσέως δεδόσθαι, κανὼν τυγχάνων δικαίων τε καὶ ἀδίκων. καὶ τοῦτον κυρίως θεσμὸν ἂν εἴποιμεν τὸν ὑπὸ θεοῦ διὰ Μωυσέως

 Μὴ τοίνυν κατατρεχέτω τις τοῦ νόμου διὰ τὰς τιμωρίας ὡς οὐ καλοῦ κἀγαθοῦ· οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας

 δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν. μικτὴ δὲ φιλοσοφίᾳ οὖσα τῇ ἀληθεῖ ἡ ἀληθὴς διαλεκτικὴ ἐπισκοποῦσα τὰ πράγματα καὶ τὰς δυνάμεις

 Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύς· ὦ Σόλων, Σόλων, εἶπεν, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, οὐδ' ἡντινοῦν ἐν ταῖς ψυχαῖς ἔχοντες δι' ἀρχα

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ∆ΕΥΤΕΡΟΣ Ἑξῆς δ' ἂν εἴη διαλαβεῖν, ἐπεὶ κλέπτας τῆς βαρβάρου φιλοσοφίας Ἕλληνας εἶναι προσεῖπεν ἡ γραφή, ὅπως τοῦτο δι' ὀλίγων δε

 Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου, αἱ Παροιμίαι λέγουσιν, ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου· ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. βούλετ

 Ἐνταῦθα φυσικὴν ἡγοῦνται τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογῆς τάττουσιν αὐτήν, τὰ μαθήματα ἀναποδείκτως εὑρίσκουσαν καταλήψει ν

 Ἡμεῖς δὲ οἱ τὴν αἵρεσιν καὶ φυγὴν δεδόσθαι τοῖς ἀνθρώποις αὐτοκρατορικὴν παρὰ τοῦ κυρίου διὰ τῶν γραφῶν παρειληφότες ἀμεταπτώτῳ κριτηρίῳ τῇ πίστει ἐπα

 Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα. πάντα μὲν οὖν τοῦ σοφοῦ ὑπάρχειν διὰ τούτων διδάσκ

 Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ἡσαΐας φησίν. ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, φησὶν ὁ ἀπόστολος. πῶς οὖν ἐπικαλέσονται εἰς

 Οἱ δὲ τοῦ φόβου κατηγοροῦντες κατατρέχουσι τοῦ νόμου, εἰ δὲ τοῦ νόμου, δῆλόν που ὡς καὶ τοῦ δεδωκότος τὸν νόμον θεοῦ. τρία γὰρ ταῦτα ἐξ ἀνάγκης ὑφέστη

 Ἐνταῦθα οἱ ἀμφὶ τὸν Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσ

 Ἀνάγει γοῦν ὁ τοιοῦτος φόβος ἐπί τε τὴν μετάνοιαν ἐπί τε τὴν ἐλπίδα. ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἡ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ ** [εὐ]εμπτωσία

 Τριῶν τοίνυν τούτων ἀντέχεται ὁ ἡμεδαπὸς φιλόσοφος, πρῶτον μὲν τῆς θεωρίας, δεύτερον δὲ τῆς τῶν ἐντολῶν ἐπιτελέσεως, τρίτον ἀνδρῶν ἀγαθῶν κατασκευῆς·

 Ἀλλ' ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ' Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον· πιστὴ δὲ ἡ γνῶσις ἥτις ἂν εἴη

 Τῆς δὲ πίστεως καθάπερ τοῦ χρόνου διττῶν ὄντων εὕροιμεν ἂν διττὰς ἀρετὰς συνοικούσας ἀμφοῖν. τοῦ γὰρ χρόνου τῷ μὲν παρῳχηκότι ἡ μνήμη, τῷ δὲ μέλλοντι

 Τὸν οὖν εἰληφότα τὴν ἄφεσιν τῶν ἁμαρτιῶν οὐκέτι ἁμαρτάνειν χρή. ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸ

 Τὸ γοῦν ἀκούσιον οὐ κρίνεται (διττὸν δὲ τοῦτο, τὸ μὲν γινόμενον μετ' ἀγνοίας, τὸ δὲ ἀνάγκῃ)· ἐπεὶ πῶς ἂν καὶ δικάσειας περὶ τῶν κατὰ τοὺς ἀκουσίους τρ

 Τὸ δ' ἑκούσιον ἢ τὸ κατ' ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔ

 Ἐνταῦθα πάλιν ἐπιφύονται οἱ κατήγοροι χαρὰν καὶ λύπην πάθη ψυχῆς λέγοντες· τὴν μὲν γὰρ χαρὰν εὔλογον ἔπαρσιν ἀποδιδόασι καὶ τὸ ἀγάλλεσθαι χαίρειν ἐπὶ

 Ὡς οὖν ἡ ἐπιστήμη ἐπιστητική ἐστιν ἕξις, ἀφ' ἧς τὸ ἐπίστασθαι συμβαίνει, γίνεται δὲ ἡ κατάληψις αὐτῇ ἀμετάπτωτος ὑπὸ λόγου, οὕτω καὶ ἡ ἄγνοια φαντασία

 Προφανεῖς μὲν οὖν καὶ πᾶσαι [αἱ] ἄλλαι ἀρεταί, αἱ παρὰ τῷ Μωυσεῖ ἀναγεγραμμέναι, ἀρχὴν Ἕλλησι παντὸς τοῦ ἠθικοῦ τόπου παρασχόμεναι, ἀνδρείαν λέγω καὶ

 Οὗτός ἐστιν ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν, ὁ γνωστικός, ὁ μιμούμενος τὸν θεὸν καθ' ὅσον οἷόν τε, μηδὲν παραλιπὼν τῶν εἰς τὴν ἐνδεχομένην ὁμοίωσιν, ἐγκρατ

 Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται δι' ὑπομονῆς ἀπάθειαν καρπουμένη, εἴ τῳ ἔναυλα τὰ ἐπὶ [τῶν περὶ] τὸν Ἀνανίαν ἱστορούμενα,

 Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἰσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν ∆ιὶ πατρὶ μάχ

 Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν, τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τ

 Ἐπεὶ δὲ ἡδονῇ καὶ ἐπιθυμίᾳ ὑποπίπτειν γάμος δοκεῖ, καὶ περὶ τούτου διαληπτέον. γάμος μὲν οὖν ἐστι σύνοδος ἀνδρὸς καὶ γυναικὸς ἡ πρώτη κατὰ νόμον ἐπὶ γ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΤΡΙΤΟΣ Οἱ μὲν οὖν ἀμφὶ τὸν Οὐαλεντῖνον ἄνωθεν ἐκ τῶν θείων προβολῶν τὰς συζυγίας καταγαγόντες εὐαρεστοῦνται γάμῳ, οἱ δὲ ἀπὸ Βασιλ

 Οἱ δὲ ἀπὸ Καρποκράτους καὶ Ἐπιφάνους ἀναγόμενοι κοινὰς εἶναι τὰς γυναῖκας ἀξιοῦσιν, ἐξ ὧν ἡ μεγίστη κατὰ τοῦ ὀνόματος ἐρρύη βλασφημία. Ἐπιφάνης οὗτος,

 Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ γε ἔδει κοινὰς αὐτὸν ὑπο

 Τῶν δὲ ἀφ' αἱρέσεως ἀγομένων Μαρκίωνος μὲν τοῦ Ποντικοῦ ἐπεμνήσθημεν δι' ἀντίταξιν τὴν πρὸς τὸν δημιουργὸν τὴν χρῆσιν τῶν κοσμικῶν παραιτουμένου. γίνε

 Ἵν' οὖν μὴ ἐπὶ πλεῖον ὀνυχίζοντες τὸν τόπον πλειόνων ἀτόπων αἱρέσεων ἐπιμεμνώμεθα μηδ' αὖ καθ' ἑκάστην αὐτῶν λέγειν πρὸς ἑκάστην ἀναγκαζόμενοι αἰσχυνώ

 Τοῖς δὲ εὐφήμως δι' ἐγκρατείας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γά

 Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται,

 Ἐπεὶ δὲ οἱ τὴν ἀδιαφορίαν εἰσάγοντες βιαζόμενοί τινας ὀλίγας γραφὰς συνηγορεῖν αὑτῶν τῇ ἡδυπαθείᾳ οἴονται, ἀτὰρ δὴ κἀκείνην ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύ

 Οἱ δὲ ἀντιτασσόμενοι τῇ κτίσει τοῦ θεοῦ διὰ τῆς εὐφήμου ἐγκρατείας κἀκεῖνα λέγουσι τὰ πρὸς Σαλώμην εἰρημένα, ὧν πρότερον ἐμνήσθημεν· φέρεται δέ, οἶμαι

 Τίνες δὲ οἱ δύο καὶ τρεῖς ὑπάρχουσιν ἐν ὀνόματι Χριστοῦ συναγόμενοι, παρ' οἷς μέσος ἐστὶν ὁ κύριος; ἢ οὐχὶ ἄνδρα καὶ γυναῖκα καὶ τέκνον τοὺς τρεῖς λέγ

 Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν κανόνα τῆς κατὰ λόγον τηρουμέ

 Ἡ δὲ ἐκ συμφώνου πρὸς καιρὸν σχολάζουσα τῇ προσευχῇ συζυγία ἐγκρατείας ἐστὶ διδασκαλία· προσέθηκε γὰρ τὸ μὲν ἐκ συμφώνου, ἵνα μή τις διαλύσῃ τὸν γάμον

 Τοιούτοις ἐπιχειρεῖ καὶ ὁ τῆς δοκήσεως ἐξάρχων Ἰούλιος Κασσιανός. ἐν γοῦν τῷ Περὶ ἐγκρατείας ἢ περὶ εὐνουχίας κατὰ λέξιν φησίν· καὶ μηδεὶς λεγέτω ὅτι,

 Αὐτίκα βιάζεται τὸν Παῦλον ἐκ τῆς ἀπάτης τὴν γένεσιν συνεστάναι λέγειν διὰ τούτων· φοβοῦμαι δὲ μή, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπ

 Αὖθίς τε ὅταν φῇ καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, οἷον ἐπεξηγούμενος πάλιν λέγει· ἵνα μὴ πειρ

 Ἐπικατάρατος δὲ ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην, καὶ μὴ ἔστω ἐπευκτέα ὁ Ἱερεμίας φησίν, οὐ τὴν γένεσιν ἁπλῶς ἐπικατάρατον λέγων, ἀλλ' ἀποδυσπετῶν ἐπὶ τοῖς ἁμαρτή

 Εἰ δὲ ἡ γένεσις κακόν, ἐν κακῷ λεγόντων οἱ βλάσφημοι τὸν γενέσεως μετειληφότα κύριον, ἐν κακῷ τὴν γεννήσασαν παρθένον. οἴμοι τῶν κακῶν, βλασφημοῦσι τὸ

 Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτηρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἳ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΤΕΤΑΡΤΟΣ Ἀκόλουθον δ' ἂν οἶμαι περί τε μαρτυρίου διαλαβεῖν καὶ τίς ὁ τέλειος, οἷς ἐμπεριληφθήσεται κατὰ τὴν ἀπαίτησιν τῶν λεχθησο

 Ἔστω δὲ ἡμῖν τὰ ὑπομνήματα, ὡς πολλάκις εἴπομεν, διὰ τοὺς ἀνέδην ἀπείρως ἐντυγχάνοντας ποικίλως, ὡς αὐτό που τοὔνομά φησι, διεστρωμένα, ἀπ' ἄλλου εἰς

 οἱ πολλοὶ δὲ τῇ τῶν χειμώνων καταστάσει ὁμοίαν ἔχουσι τὴν διάθεσιν ἀνέδραστόν τε καὶ ἀλόγιστον. Πολλὰ ἀπιστία δέδρακεν ἀγαθὰ [καὶ] πίστις κακά. ὅ τε Ἐ

 Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτιον αἰτοῦντι φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὑβ

 Θαυμάζειν δὲ ἄξιον καὶ τῶν Στωϊκῶν οἵτινές φασι μηδὲν τὴν ψυχὴν ὑπὸ τοῦ σώματος διατίθεσθαι μήτε πρὸς κακίαν ὑπὸ τῆς νόσου μήτε πρὸς ἀρετὴν ὑπὸ τῆς ὑγ

 Ὁ σωτὴρ ἡμῶν ὁ ἅγιος καὶ ἐπὶ τῶν πνευματικῶν καὶ ἐπὶ τῶν αἰσθητῶν τὴν πενίαν καὶ τὸν πλοῦτον καὶ τὰ τούτοις ὅμοια ἔταξεν· εἰπὼν γὰρ μακάριοι οἱ δεδιωγ

 Εἶτα ὁ μὲν ψευσάμενος καὶ ἑαυτὸν ἄπιστον δείξας καὶ μεταστὰς εἰς τὴν τοῦ διαβόλου στρατείαν ἐν τίνι, οἰόμεθα, ἔστι κακῷ; ψεύδεται τοίνυν τὸν κύριον, μ

 ἐπεὶ οὐ μόνον † Αἰσώπιοι καὶ Μακεδόνες καὶ Λάκωνες στρεβλούμενοι ἐκαρτέρουν, ὥς φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, ἀλλὰ καὶ Ζήνων ὁ Ἐλεά

 Περὶ δὲ τοῦ μαρτυρίου διαρρήδην ὁ κύριος εἴρηκεν, καὶ τὰ διαφόρως γεγραμμένα συντάξωμεν· λέγω δὲ ὑμῖν, πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρ

 Ἐπὰν δ' ἔμπαλιν εἴπῃ ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην, οὐχ ὡς κακὸν τὸ διώκεσθαι παραινεῖ φεύγειν οὐδ' ὡς θάνατον φοβουμένο

 Ναί, φασίν, εἰ κήδεται ὑμῶν ὁ θεός, τί δήποτε διώκεσθε καὶ φονεύεσθε; ἢ αὐτὸς ὑμᾶς εἰς τοῦτο ἐκδίδωσιν; ἡμεῖς δὲ οὐχ οὕτως ὑπολαμβάνομεν τοῖς περιστατ

 βασιλείδης δὲ ἐν τῷ εἰκοστῷ τρίτῳ τῶν Ἐξηγητικῶν περὶ τῶν κατὰ τὸ μαρτύριον κολαζομένων αὐταῖς λέξεσι τάδε φησί· φημὶ γάρ τοι, ὁπόσοι ὑποπίπτουσι ταῖς

 Καὶ περὶ μὲν τούτων πολὺς ὁ λόγος, ὃν ἐν ὑστέρῳ σκοπεῖν ἀποκείσεται κατὰ καιρὸν διαλαμβάνουσιν. Οὐαλεντῖνος δὲ ἔν τινι ὁμιλίᾳ κατὰ λέξιν γράφει· ἀπ' ἀ

 Ὅση δὲ καὶ χρηστότης· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς

 Οἴδαμεν δὲ ὅτι πάντες γνῶσιν ἔχομεν τὴν κοινὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ὅτι εἷς θεός· πρὸς πιστοὺς γὰρ ἐπέστελλεν· ὅθεν ἐπιφέρει· ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γ

 Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. τοῦτ' ἔ

 Ναὶ μὴν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος Κλήμης καὶ αὐτὸς ἡμῖν τύπον τινὰ τοῦ γνωστικοῦ ὑπογράφων λέγει· τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν

 Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἁγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελὲς ζητεῖ, ἐάν τε μαρτυρῇ ἐάν τε καὶ παιδεύῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τ

 Ταύτης τοι τῆς τελειότητος ἔξεστιν ἐπ' ἴσης μὲν ἀνδρί, ἐπ' ἴσης δὲ καὶ γυναικὶ μεταλαβεῖν. αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος, ἀκούσας παρὰ τοῦ θεοῦ· λελάληκα

 Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινῶν· εὖ λέγειν δ' ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἃν τῷ ξυνόντι πρὸς χάριν

 Ἐνταῦθα τὸ τέλειον εὑρίσκω πολλαχῶς ἐκλαμβανόμενον κατὰ τὸν ἐν ἑκάστῃ κατορθοῦντα ἀρετῇ. τελειοῦται γοῦν τις καὶ ὡς εὐλαβὴς καὶ ὡς ὑπομονητικὸς καὶ ὡς

 Ὁ δὴ συνίων καὶ διορατικὸς οὗτός ἐστιν ὁ γνωστικός. ἔργον δὲ αὐτοῦ οὐχ ἡ ἀποχὴ τῶν κακῶν (ἐπιβάθρα γὰρ αὕτη προκοπῆς μεγίστης), οὐδὲ μὴν ποιεῖν τι ἀγα

 Οὐ γὰρ αὐτῇ τῇ φύσει τοῦ πράγματος οἰκειοῦνται ὡς τῷ ὄντι γνωστικῶς καταλαβέσθαι καλὰ μὲν εἶναι πάντα ὅσα εἰς χρῆσιν ἡμῶν ἐκτίσθη, ὡς γάμον φέρε εἰπεῖ

 Αὐτίκα τὸ ἐφ' ἡμῖν ἐστιν οὗπερ ἐπ' ἴσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ, ὡς τὸ φιλοσοφεῖν ἢ μή, καὶ τὸ πιστεύειν ἢ ἀπιστεῖν. διὰ γοῦν

 Ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ' εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ' ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρω, πῇ τε συ

 Οὔκουν εὐλόγως οἱ κατατρέχοντες τῆς πλάσεως καὶ κακίζοντες τὸ σῶμα, οὐ συνορῶντες τὴν κατασκευὴν τοῦ ἀνθρώπου ὀρθὴν πρὸς τὴν οὐρανοῦ θέαν γενομένην κα

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΠΕΜΠΤΟΣ Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον· εἰσὶ γὰρ ο

 Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρ' Ἕλλησι γραφῶν παρατεθείμεθα· ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα

 ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα. εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι

 Ἀλλ' ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα

 Αὐτίκα τῆς βαρβάρου φιλοσοφίας πάνυ σφόδρα ἐπικεκρυμμένως ἤρτηται τὰ Πυθαγόρεια σύμβολα. Παραινεῖ γοῦν ὁ Σάμιος χελιδόνα ἐν οἰκίᾳ μὴ ἔχειν, τουτέστι λ

 Μακρὸν δ' ἂν εἴη πάντα ἐπεξιέναι τὰ προφητικὰ καὶ τὰ νομικὰ τὰ δι' αἰνιγμάτων εἰρημένα ἐπιλεγομένους. σχεδὸν γὰρ ἡ πᾶσα ὧδέ πως θεσπίζεται γραφή. ἀπόχ

 Ὅθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλ' ἢ μόνοις γε τοῖς μέλλο

 Ἀλλὰ γὰρ οὐ μόνον Αἰγυπτίων οἱ λογιώτατοι, πρὸς δὲ καὶ τῶν ἄλλων βαρβάρων ὅσοι φιλοσοφίας ὠρέχθησαν, τὸ συμβολικὸν εἶδος ἐζήλωσαν. Φασὶ γοῦν καὶ Ἰδανθ

 Ἀλλ', ὡς ἔοικεν, ἔλαθον ὑπὸ φιλοτιμίας ἀποδεικτικῆς περαιτέρω τοῦ δέοντος παρεκβάς. ἐπιλείψει γάρ με ὁ βίος τὸ πλῆθος τῶν συμβολικῶς φιλοσοφούντων παρ

 Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν

 Θυσία δὲ ἡ τῷ θεῷ δεκτὴ σώματός τε καὶ τῶν τούτου παθῶν ἀμετανόητος χωρισμός. ἡ ἀληθὴς τῷ ὄντι θεοσέβεια αὕτη. καὶ μή τι εἰκότως μελέτη θανάτου διὰ το

 Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον. ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς τἄλλα μαθήματα, ὁ φιλ

 Πᾶν τοίνυν, ὃ ὑπὸ ὄνομα πίπτει, γεννητόν ἐστιν, ἐάν τε βούλωνται ἐάν τε μή. εἴτ' οὖν ὁ πατὴρ αὐτὸς ἕλκει πρὸς αὑτὸν πάντα τὸν καθαρῶς βεβιωκότα καὶ εἰ

 τὰ δ' ἑξῆς [προσ]αποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. Φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΕΚΤΟΣ Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλι

 Πρὸ δὲ τῆς εἰς τὸ προκείμενον ἐγχειρήσεως ἐν προοιμίου εἴδει προσαποδοτέον τῷ πέρατι τοῦ πέμπτου Στρωματέως τὰ ἐνδέοντα. Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβ

 Ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ' ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τ

 Εὕροιμεν δ' ἂν καὶ ἄλλο μαρτύριον εἰς βεβαίωσιν τοῦ τὰ κάλλιστα τῶν δογμάτων τοὺς ἀρίστους τῶν φιλοσόφων παρ' ἡμῶν σφετερισαμένους ὡς ἴδια αὐχεῖν τὸ κ

 Καὶ ὡς μὲν κλέπται πάσης γραφῆς Ἕλληνες ᾕρηνται, ἱκανῶς, οἶμαι, διὰ πλειόνων δέδεικται τεκμηρίων· ὅτι δὲ οὐ κατ' ἐπίγνωσιν ἴσασι τὸν θεόν, ἀλλὰ κατὰ π

 Ἀλλ' ὡς κατὰ καιρὸν ἥκει τὸ κήρυγμα νῦν, οὕτως κατὰ καιρὸν ἐδόθη νόμος μὲν καὶ προφῆται βαρβάροις, φιλοσοφία δὲ Ἕλλησι, τὰς ἀκοὰς ἐθίζουσα πρὸς τὸ κήρ

 [...] ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρ

 ἐπεὶ καὶ Παῦλος ἐν ταῖς ἐπιστολαῖς οὐ φιλοσοφίαν διαβάλλων φαίνεται, τὸν δὲ τοῦ γνωστικοῦ μεταλαμβάνοντα ὕψους οὐκέτι παλινδρομεῖν ἀξιοῖ ἐπὶ τὴν Ἑλλην

 Τοιοῦτος γὰρ ὁ γνωστικός, ὡς μόνοις τοῖς διὰ τὴν [δια]μονὴν τοῦ σώματος γινομένοις πάθεσι περιπίπτειν, οἷον πείνῃ, δίψει καὶ τοῖς ὁμοίοις. ἀλλ' ἐπὶ μὲ

 Κατ' ἐπακολούθημα τοίνυν καὶ τοῖς εἰς γνῶσιν γυμνάζουσιν αὐτὸν προσανάκειται, παρ' ἑκάστου μαθήματος τὸ πρόσφορον τῇ ἀληθείᾳ λαμβάνων, τῆς μὲν οὖν μου

 Καθάπερ οὖν ἐπὶ τῆς ἀστρονομίας ἔχομεν ὑπόδειγμα τὸν Ἀβραάμ, οὕτως ἐπὶ τῆς ἀριθμητικῆς τὸν αὐτὸν Ἀβραάμ. ἀκούσας γὰρ ὅτι αἰχμάλωτος ἐλήφθη ὁ Λώτ, τοὺς

 Ὧι λόγῳ λύεται τὸ πρὸς τῶν αἱρετικῶν ἀπορούμενον ἡμῖν, πότερον τέλειος ἐπλάσθη ὁ Ἀδὰμ ἢ ἀτελής· ἀλλ' εἰ μὲν ἀτελής, πῶς τελείου θεοῦ ἀτελὲς τὸ ἔργον κ

 Ὁ τοίνυν μετριοπαθήσας τὰ πρῶτα καὶ εἰς ἀπάθειαν μελετήσας αὐξήσας τε εἰς εὐποιίαν γνωστικῆς τελειότητος ἰσάγγελος μὲν ἐνταῦθα· φωτεινὸς δὲ ἤδη καὶ ὡς

 οἱ τοιοῦτοι κατὰ τὸν ∆αβὶδ καταπαύσουσιν ἐν ὄρει ἁγίῳ θεοῦ, τῇ ἀνωτάτω ἐκκλησίᾳ, καθ' ἣν οἱ φιλόσοφοι συνάγονται τοῦ θεοῦ, οἱ τῷ ὄντι Ἰσραηλῖται οἱ κα

 Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρον

 Ὑπόδειγμα δ' ἡμῖν κατὰ παραδρομὴν ἐκκείσθω εἰς σαφήνειαν γνωστικὴν ἡ δεκάλογος. καὶ ὅτι μὲν ἱερὰ ἡ δεκάς, παρέλκει λέγειν τὰ νῦν. εἰ δὲ αἱ πλάκες αἱ γ

 Ἀλλ', ὡς ἔοικεν, οἱ φιλόσοφοι τῶν Ἑλλήνων θεὸν ὀνομάζοντες οὐ γιγνώσκουσιν, ἐπεὶ μὴ σέβουσι κατὰ θεὸν τὸν θεόν. τὰ φιλοσοφούμενα δὲ παρ' αὐτοῖς κατὰ τ

 Ὁ γνωστικὸς δ' ἡμῖν ἐν τοῖς κυριωτάτοις ἀεί ποτε διατρίβει· εἰ δέ που σχολὴ καὶ ἀνέσεως καιρὸς ἀπὸ τῶν προηγουμένων, ἀντὶ τῆς ἄλλης ῥᾳθυμίας καὶ τῆς Ἑ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΕΒ∆ΟΜΟΣ Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τ

 Πίστις οὖν τοῦ εἰδέναι θεὸν ἡ πρώτη μετὰ τῆς τοῦ σωτῆρος διδασκαλίας τὴν πεποίθησιν τὸ κατὰ μηδένα τρόπον ἄδικα δρᾶν, τοῦτ' εἶναι πρέπον ἡγεῖσθαι τῇ ἐ

 Τὰ δ' ἄλλα σιγῶ, δοξάζων τὸν κύριον. πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς, τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτε

 Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται, καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν, ὥς

 Ἢ γὰρ οὐ καλῶς καὶ ἀληθῶς οὐκ ἐν τόπῳ τινὶ περιγράφομεν τὸν ἀπερίληπτον οὐδ' ἐν ἱεροῖς καθείργνυμεν χειροποιήτοις τὸ πάντων περιεκτικόν; τί δ' ἂν καὶ

 Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι, οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ γενητά, ὡς θυσιῶν, δίκην τροφ

 Σέβειν δὲ δεῖν ἐγκελευόμεθα καὶ τιμᾶν τὸν αὐτὸν καὶ λόγον, σωτῆρά τε αὐτὸν καὶ ἡγεμόνα εἶναι πεισθέντες, καὶ δι' αὐτοῦ τὸν πατέρα, οὐκ ἐν ἐξαιρέτοις ἡ

 Πολλοῦ γε δεῖ τὸν ἐν τοιαύτῃ εὐσεβείᾳ ἐξεταζόμενον πρόχειρον εἶναι περί τε τὸ ψεύσασθαι περί τε τὸ ὀμόσαι. ὅρκος μὲν γάρ ἐστιν ὁμολογία καθοριστικὴ με

 Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν

 Ἔστιν γάρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ

 Περὶ μὲν οὖν τῶν ὅλων ἀληθῶς καὶ μεγαλοπρεπῶς διείληφεν, ὡς ἂν θείαν χωρήσας διδασκαλίαν. ἀρξάμενος γοῦν ἐκ τοῦ θαυμάζειν τὴν κτίσιν, δεῖγμα τοῦ δύνασ

 Ταῦτα μὲν οὖν ταύτῃ. οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχήν, πρὸς τε τοὺς πέλας, κἂν οἰκέτης ᾖ κἂν πολέμιος νόμῳ γενόμενος κἂν ὁστισοῦν,

 Οὐδέποτε τῶν εἰς αὐτὸν ἁμαρτησάντων μέμνηται, ἀλλὰ ἀφίησι. διὸ καὶ δικαίως εὔχεται, ἄφες ἡμῖν λέγων· καὶ γὰρ ἡμεῖς ἀφίεμεν· ἓν γάρ ἐστι καὶ τοῦτο ὧν ὁ

 Καὶ ταῦτα μὲν ὡς ἔνι μάλιστα διὰ βραχυτάτων περὶ τοῦ γνωστικοῦ τοῖς Ἕλλησι σπερματικῶς εἰρήσθω. ἰστέον δὲ ὅτι ἐὰν ἓν τούτων ὁ πιστὸς ἢ καὶ δεύτερον κα

 Ἐπειδὴ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ ὑπὸ Ἑλλήνων καὶ Ἰουδαίων ἐπιφερόμενα ἡμῖν ἐγκλήματα ἀπολογήσασθαι, συνεπιλαμβάνονται δὲ ἔν τισι τῶν ἀποριῶν ὁμοίως το

 Ἀλλ' οἱ πονεῖν ἕτοιμοι ἐπὶ τοῖς καλλίστοις οὐ πρότερον ἀποστήσονται ζητοῦντες τὴν ἀλήθειαν πρὶν ἂν τὴν ἀπόδειξιν ἀπ' αὐτῶν λάβωσι τῶν γραφῶν. ἔστι μὲν

 Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχρώ μενοι, οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴ

 Ὀπὴν οὖν τινα ὀλίγην ὑποδείξαντες τοῖς φιλοθεάμοσι τῆς ἀληθείας ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περί τε Ἰουδαίων τῶν χυδαίων περί τε τῶν αἱρέσεων μυστικῶ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΟΓ∆ΟΟΣ ** ἀλλ' οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων ἐπὶ τὸ ἀμφισβητεῖν καὶ ἀπορεῖν ἐφέροντο. ἦ πού γ' ἂν ἡμεῖς οἱ τῆς ὄντως ἀληθοῦς ἀ

 Εἰ δ' οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ' ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ π

 Ὡσαύτως δὲ καὶ τὴν ἀπόδειξιν πάντες ἄνθρωποι ὁμολογήσαιεν [ἂν] λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. οὐ μόνον

 Πᾶσα γὰρ ζήτησις ἐκ προϋπαρχούσης εὑρίσκεται γνώσεως· εἶναι δὲ [δυνατὸν] τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀ

 ἡ δὲ αὐτὴ ἐπιχείρησις τῆς ἀποδείξεως κἀπὶ τοῦ τρίτου προβλήματος. φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου. ὁμογενεῖς μὲν οὖν ἀρχὰς ο

 Προτακτέον δὴ καὶ τῶν ὅρων καὶ τῶν ἀποδείξεων καὶ διαιρέσεων ποσαχῶς λέγεται τὸ ζητούμενον τά τε ὁμώνυμα χειριστέον καὶ τὰ συνώνυμα εὐκρινῶς τακτέον κ

 Τὰ ποιητικὰ τῆς ἐποχῆς αἴτια δύο ἐστὶν τὰ ἀνωτάτω, ἓν μὲν τὸ πολύτροπον καὶ ἄστατον τῆς ἀνθρωπίνης γνώμης, ὅπερ γεννητικὸν εἶναι πέφυκεν τῆς διαφωνίας

 Τρία ἐστὶ περὶ τὴν φωνήν· τά τε ὀνόματα σύμβολα ὄντα τῶν νοημάτων κατὰ τὸ προηγούμενον, κατ' ἐπακολούθημα δὲ καὶ τῶν ὑποκειμένων, δεύτερον δὲ τὰ νοήμα

 Τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συνεργά, τὰ δὲ ὧν οὐκ ἄνευ. προκαταρκτικὰ μὲν τὰ πρώτως ἀφορμὴν παρεχόμενα εἰς τὸ γίγνεσθαί τι

Chapter VII.—What True Philosophy Is, and Whence So Called.

As we have long ago pointed out, what we propose as our subject is not the discipline which obtains in each sect, but that which is really philosophy, strictly systematic Wisdom, which furnishes acquaintance with the things which pertain to life. And we define Wisdom to be certain knowledge, being a sure and irrefragable apprehension of things divine and human, comprehending the present, past, and future, which the Lord hath taught us, both by His advent and by the prophets. And it is irrefragable by reason, inasmuch as it has been communicated. And so it is wholly true according to [God’s] intention, as being known through means of the Son. And in one aspect it is eternal, and in another it becomes useful in time. Partly it is one and the same, partly many and indifferent—partly without any movement of passion, partly with passionate desire—partly perfect, partly incomplete.

This wisdom, then—rectitude of soul and of reason, and purity of life—is the object of the desire of philosophy, which is kindly and lovingly disposed towards wisdom, and does everything to attain it.

Now those are called philosophers, among us, who love Wisdom, the Creator and Teacher of all things, that is, the knowledge of the Son of God; and among the Greeks, those who undertake arguments on virtue. Philosophy, then, consists of such dogmas found in each sect (I mean those of philosophy) as cannot be impugned, with a corresponding life, collected into one selection; and these, stolen from the Barbarian God-given grace, have been adorned by Greek speech. For some they have borrowed, and others they have misunderstood. And in the case of others, what they have spoken, in consequence of being moved, they have not yet perfectly worked out; and others by human conjecture and reasoning, in which also they stumble. And they think that they have hit the truth perfectly; but as we understand them, only partially. They know, then, nothing more than this world. And it is just like geometry, which treats of measures and magnitudes and forms, by delineation on plane-surfaces; and just as painting appears to take in the whole field of view in the scenes represented. But it gives a false description of the view, according to the rules of the art, employing the signs that result from the incidents of the lines of vision. By this means, the higher and lower points in the view, and those between, are preserved; and some objects seem to appear in the foreground, and others in the background, and others to appear in some other way, on the smooth and level surface. So also the philosophers copy the truth, after the manner of painting. And always in the case of each one of them, their self-love is the cause of all their mistakes. Wherefore one ought not, in the desire for the glory that terminates in men, to be animated by self-love; but loving God, to become really holy with wisdom. If, then, one treats what is particular as universal, and regards that, which serves, as the Lord, he misses the truth, not understanding what was spoken by David by way of confession: “I have eaten earth [ashes] like bread.”1470    Ps. cii. 9. The text reads, γῆν σποδόν. Clement seems to have read in Ps. cii. 9, γῆν and σποδόν. The reading of the Septuagint may have crept into the text from the margin. [Elucidation V.] Now, self-love and self-conceit are, in his view, earth and error. But if so, science and knowledge are derived from instruction. And if there is instruction, you must seek for the master. Cleanthes claims Zeno, and Metrodorus Epicurus, and Theophrastus Aristotle, and Plato Socrates. But if I come to Pythagoras, and Pherecydes, and Thales, and the first wise men, I come to a stand in my search for their teacher. Should you say the Egyptians, the Indians, the Babylonians, and the Magi themselves, I will not stop from asking their teacher. And I lead you up to the first generation of men; and from that point I begin to investigate Who is their teacher. No one of men; for they had not yet learned. Nor yet any of the angels: for in the way that angels, in virtue of being angels, speak, men do not hear; nor, as we have ears, have they a tongue to correspond; nor would any one attribute to the angels organs of speech, lips I mean, and the parts contiguous, throat, and windpipe, and chest, breath and air to vibrate. And God is far from calling aloud in the unapproachable sanctity, separated as He is from even the archangels.

And we also have already heard that angels learned the truth, and their rulers over them;1471    [See the interesting passage in Justin Martyr (and note), vol. i. p. 164, this series.] for they had a beginning. It remains, then, for us, ascending to seek their teacher. And since the unoriginated Being is one, the Omnipotent God; one, too, is the First-begotten, “by whom all things were made, and without whom not one thing ever was made.”1472    John i. 3. “For one, in truth, is God, who formed the beginning of all things;” pointing out “the first-begotten Son,” Peter writes, accurately comprehending the statement, “In the beginning God made the heaven and the earth.”1473    Gen. i. 1. And He is called Wisdom by all the prophets. This is He who is the Teacher of all created beings, the Fellow-counsellor of God, who foreknew all things; and He from above, from the first foundation of the world, “in many ways and many times,”1474    Heb. i. 1. trains and perfects; whence it is rightly said, “Call no man your teacher on earth.”1475    Matt. xxiii. 8–10.

You see whence the true philosophy has its handles; though the Law be the image and shadow of the truth: for the Law is the shadow of the truth. But the self-love of the Greeks proclaims certain men as their teachers. As, then, the whole family runs back to God the Creator;1476    Eph. iii. 14, 15. so also all the teaching of good things, which justifies, does to the Lord, and leads and contributes to this.

But if from any creature they received in any way whatever the seeds of the Truth, they did not nourish them; but committing them to a barren and rainless soil, they choked them with weeds, as the Pharisees revolted from the Law, by introducing human teachings,—the cause of these being not the Teacher, but those who choose to disobey. But those of them who believed the Lord’s advent and the plain teaching of the Scriptures, attain to the knowledge of the law; as also those addicted to philosophy, by the teaching of the Lord, are introduced into the knowledge of the true philosophy: “For the oracles of the Lord are pure oracles, melted in the fire, tried in the earth,1477    “Tried in a furnace of earth;” Jerome, “tried in the fire, separated from earth.” purified seven times.”1478    Ps. xii. 6. Just as silver often purified, so is the just man brought to the test, becoming the Lord’s coin and receiving the royal image. Or, since Solomon also calls the “tongue of the righteous man gold that has been subjected to fire,”1479    Prov. x. 20. intimating that the doctrine which has been proved, and is wise, is to be praised and received, whenever it is amply tried by the earth: that is, when the gnostic soul is in manifold ways sanctified, through withdrawal from earthy fires. And the body in which it dwells is purified, being appropriated to the pureness of a holy temple. But the first purification which takes place in the body, the soul being first, is abstinence from evil things, which some consider perfection, and is, in truth, the perfection of the common believer—Jew and Greek. But in the case of the Gnostic, after that which is reckoned perfection in others, his righteousness advances to activity in well-doing. And in whomsoever the increased force1480    The Latin translator appears to have read what seems the true reading, ἐπίτασις, and not, as in the text, ἐπίστασις. of righteousness advances to the doing of good, in his case perfection abides in the fixed habit of well-doing after the likeness of God. For those who are the seed of Abraham, and besides servants of God, are “the called;” and the sons of Jacob are the elect—they who have tripped up the energy of wickedness.

If; then, we assert that Christ Himself is Wisdom, and that it was His working which showed itself in the prophets, by which the gnostic tradition may be learned, as He Himself taught the apostles during His presence; then it follows that the gnosis, which is the knowledge and apprehension of things present, future, and past, which is sure and reliable, as being imparted and revealed by the Son of God, is wisdom.

And if, too, the end of the wise man is contemplation, that of those who are still philosophers aims at it, but never attains it, unless by the process of learning it receives the prophetic utterance which has been made known, by which it grasps both the present, the future, and the past—how they are, were, and shall be.

And the gnosis itself is that which has descended by transmission to a few, having been imparted unwritten by the apostles. Hence, then, knowledge or wisdom ought to be exercised up to the eternal and unchangeable habit of contemplation.

[...] ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψίν τινα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τά τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος. καὶ ἔστιν ἀμετάπτωτος ὑπὸ λόγου, παραδοθεῖσα τῇ αὐτῇ; [ᾗ] καὶ πάντως ἀληθὴς ὑπάρχει, βουλήσει, ὡς διὰ τοῦ υἱοῦ ἐγνωσμένη. καὶ ἣ μὲν αἰώνιός ἐστιν, ἣ δὲ χρόνῳ λυσιτελής, καὶ ἣ μὲν μία καὶ ἡ αὐτή, αἳ δὲ πολλαὶ καὶ ἀδιάφοροι, καὶ ἣ μὲν ἄνευ παθητικῆς τινος κινήσεως, ἣ δὲ μετὰ παθητικῆς ὀρέξεως, καὶ ἣ μὲν τέλειος, ἣ δὲ ἐνδεής. Ταύτης οὖν τῆς σοφίας ἐπιθυμεῖ ἡ φιλοσοφία, * * τῆς ψυχῆς καὶ τῆς ὀρθότητος τοῦ λόγου καὶ τῆς τοῦ βίου καθαρότητος, ἀγαπητικῶς καὶ φιλητικῶς διατεθεῖσα πρὸς τὴν σοφίαν καὶ πάντα πράττουσα ἕνεκα τοῦ τυχεῖν αὐτῆς. φιλόσοφοι δὲ λέγονται παρ' ἡμῖν μὲν οἱ σοφίας ἐρῶντες τῆς πάντων δημιουργοῦ καὶ διδασκάλου, τουτέστι γνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, παρ' Ἕλλησι δὲ οἱ τῶν περὶ ἀρετῆς λόγων ἀντιλαμβανόμενοι. εἴη δ' ἂν φιλοσοφία τὰ παρ' ἑκάστῃ τῶν αἱρέσεων (τῶν κατὰ φιλοσοφίαν λέγω) ἀδιάβλητα δόγματα μετὰ τοῦ ὁμολογουμένου βίου εἰς μίαν ἀθροισθέντα ἐκλογήν. ἃ καὶ αὐτά, ἐκ τῆς βαρβάρου κλαπέντα θεοδωρήτου χάριτος, Ἑλληνικῷ κεκόσμηται λόγῳ· τῶν μὲν γὰρ κλέπται, ὧν δὲ καὶ παρήκουσαν· ἐν δὲ τοῖς ἄλλοις ἃ μὲν κινούμενοι εἰρήκασιν, ἀλλ' οὐ τελείως ἐξειργάσαντο, τὰ δὲ ἀνθρωπίνῳ στοχασμῷ τε καὶ ἐπιλογισμῷ, ἐν οἷς καὶ παραπίπτουσιν· ἐπιβάλλειν δ' οἴονται τῇ ἀληθείᾳ οὗτοι μὲν τελείως. ὡς δ' ἡμεῖς αὐτοὺς καταλαμβανόμεθα, μερικῶς. πλέον γοῦν τοῦ κόσμου τούτου οὐκ ἴσασιν οὐδέν. καὶ μὴν ὡς ἡ γεωμετρία περὶ μέτρα καὶ μεγέθη καὶ σχήματα πραγματευομένη διὰ τῆς ἐν τοῖς ἐπιπέδοις καταγραφῆς ἥ τε ζωγραφία τὸν ὀπτικὸν ὅλον τόπον ἐπὶ τῶν σκηνογραφουμένων φαίνεται παραλαμβάνουσα, ταύτῃ δὲ ψευδογραφεῖ τὴν ὄψιν, τοῖς κατὰ προσβολὴν τῶν ὀπτικῶν γραμμῶν σημείοις χρωμένη κατὰ τὸ τεχνικόν (ἐντεῦθεν ἐπιφάσεις καὶ ὑποφάσεις καὶ φάσεις σῴζονται, καὶ τὰ μὲν δοκεῖ προὔχειν, τὰ δὲ εἰσέχειν, τὰ δ' ἄλλως πως φαντάζεσθαι ἐν τῷ ὁμαλῷ καὶ λείῳ), οὕτω δὲ καὶ οἱ φιλόσοφοι ζωγραφίας δίκην ἀπομιμοῦνται τὴν ἀλήθειαν. φιλαυτία δὲ πάντων ἁμαρτημάτων αἰτία ἑκάστοις ἑκάστοτε. διόπερ οὐ χρὴ τὴν εἰς ἀνθρώπους δόξαν αἱρούμενον φίλαυτον εἶναι, ἀλλὰ τὸν θεὸν ἀγαπῶντα τῷ ὄντι ὅσιον μετὰ φρονήσεως γίνεσθαι. ἂν οὖν τις τοῖς μερικοῖς ὡς τοῖς καθολικοῖς χρώμενος τύχῃ καὶ τὸ δοῦλον ὡς κύριον καὶ ἡγεμόνα τιμᾷ, σφάλλεται τῆς ἀληθείας οὐ συνιεὶς τὸ τῷ ∆αβὶδ κατ' ἐξομολόγησιν εἰρημένον· γῆν [καὶ] σποδὸν ὡσεὶ ἄρτον ἔφαγον. ἡ φιλαυτία δὲ καὶ ἡ οἴησις αὐτῷ γῆ ἐστι καὶ πλάνη. εἰ δὲ τοῦτο, ἐκ μαθήσεως ἡ γνῶσις καὶ ἡ ἐπιστήμη. μαθήσεως δ' οὔσης ζητεῖν ἀνάγκη τὸν διδάσκαλον. Κλεάνθης μὲν γὰρ Ζήνωνα ἐπιγράφεται καὶ Θεόφραστος Ἀριστοτέλη Μητρόδωρός τε Ἐπίκουρον καὶ Πλάτων Σωκράτην· ἀλλὰ κἂν ἐπὶ Πυθαγόραν ἔλθω καὶ Φερεκύδην καὶ Θάλητα καὶ τοὺς πρώτους σοφούς, ἵσταμαι τὸν τούτων διδάσκαλον ζητῶν κἂν Αἰγυπτίους εἴπῃς κἂν Ἰνδοὺς κἂν Βαβυλωνίους κἂν τοὺς Μάγους αὐτούς, οὐ παύσομαι τὸν τούτων διδάσκαλον ἀπαιτῶν, ἀνάγω δέ σε καὶ ἐπὶ τὴν πρώτην γένεσιν ἀνθρώπων, κἀκεῖθεν ἄρχομαι ζητεῖν, τίς ὁ διδάσκαλος; ἀνθρώπων μὲν οὐδείς, οὐδέπω γὰρ μεμαθήκεσαν, ἀλλ' οὐδὲ ἀγγέλων τις, οὔτε γάρ, ὡς μηνύουσιν οἱ ἄγγελοι καθὸ ἄγγελοι, οὕτως ἀκούουσιν ἄνθρωποι, οὔθ', ὡς ἡμῖν τὰ ὦτα, οὕτως ἐκείνοις ἡ γλῶττα. οὐδ' ἂν ὄργανά τις δῴη φωνῆς ἀγγέλοις, χείλη λέγω καὶ τὰ τούτοις παρακείμενα καὶ φάρυγγα καὶ ἀρτηρίαν καὶ σπλάγχνα καὶ πνεῦμα καὶ πλησσόμενον ἀέρα. πολλοῦ γε δεῖ τὸν θεὸν ἐμβοᾶν, ἀπροσίτῳ ἁγιότητι καὶ ἀρχαγγέλων αὐτῶν κεχωρισμένον. ἤδη δὲ καὶ τοὺς ἀγγέλους μεμαθηκέναι παρειλήφαμεν τὴν ἀλήθειαν καὶ τοὺς ἐπὶ τούτων ἄρχοντας· γενητοὶ γάρ. λείπεται τοίνυν ὑπεξαναβάντας ἡμᾶς καὶ τὸν τούτων διδάσκαλον ποθεῖν. ἐπεὶ δὲ ἓν μὲν τὸ ἀγέννητον ὁ παντοκράτωρ θεός, ἓν δὲ καὶ τὸ προγεννηθέν, δι' οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν (εἷς γὰρ τῷ ὄντι ἐστὶν ὁ θεός, ὃς ἀρχὴν τῶν ἁπάντων ἐποίησεν, μηνύων τὸν πρωτόγονον υἱὸν ὁ Πέτρος γράφει, συνεὶς ἀκριβῶς τό· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν), σοφία δὲ οὗτος εἴρηται πρὸς ἁπάντων τῶν προφητῶν, οὗτός ἐστιν ὁ τῶν γενητῶν ἁπάντων διδάσκαλος, ὁ σύμβουλος τοῦ θεοῦ τοῦ τὰ πάντα προεγνωκότος. ὃ δὲ ἄνωθεν ἐκ πρώτης καταβολῆς κόσμου πολυτρόπως καὶ πολυμερῶς πεπαίδευκέν τε καὶ τελειοῖ. ὅθεν εἰκότως εἴρηται· μὴ εἴπητε ἑαυτοῖς διδάσκαλον ἐπὶ τῆς γῆς. ὁρᾷς ὁπόθεν ἔχει τὰς λαβὰς ἡ φιλοσοφία ἡ ἀληθής. κἂν ὁ νόμος εἰκὼν καὶ σκιὰ τῆς ἀληθείας τυγχάνῃ, σκιά γε ὁ νόμος τῆς ἀληθείας, ἀλλ' ἡ φιλαυτία τῶν Ἑλλήνων διδασκάλους τινὰς ἀνθρώπους ἀνακηρύττει. Ὡς οὖν ἐπὶ τὸν ποιητὴν τὸν θεὸν πᾶσα ἀνατρέχει πατριά, οὕτως καὶ ἐπὶ τὸν κύριον ἡ τῶν καλῶν διδασκαλία καὶ ἡ δικαιοῦσα καὶ εἰς τοῦτο χειραγωγοῦσά τε καὶ συλλαμβάνουσα. εἰ δ' ἔκ τινος ποιήσεως τὰ τῆς ἀληθείας ὁτῳδήποτε τρόπῳ λαβόντες σπέρματα οὐκ ἐξέθρεψάν τινες, γῇ δὲ ἀγόνῳ καὶ ἀνομβρίᾳ παραδεδωκότες ἀγρίαις συνεπνίξαντο βοτάναις, καθάπερ οἱ Φαρισαῖοι ἐξετράπησαν τοῦ νόμου ἀνθρωπίνας παρεισάγοντες διδασκαλίας, τούτων οὐχ ὁ διδάσκαλος αἴτιος, ἀλλ' οἱ παρακούειν προῃρημένοι. οἱ πεισθέντες δὲ αὐτῶν τῇ τε τοῦ κυρίου παρουσίᾳ καὶ τῇ τῶν γραφῶν σαφηνείᾳ ἐν ἐπιγνώσει γίνονται τοῦ νόμου, καθάπερ καὶ οἱ ἀπὸ φιλοσοφίας διὰ τῆς τοῦ κυρίου διδασκαλίας ἐν ἐπιγνώσει τῆς ἀληθοῦς φιλοσοφίας καθίστανται. τὰ λόγια γὰρ κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον, τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. ἤτοι ὡς ἄρ γυρος πολλάκις ἀποκαθαρθεὶς εἰς δοκίμιον καθίσταται ὁ δίκαιος, νόμισμα κυρίου γενόμενος καὶ χάραγμα βασιλικὸν ἀναδεξάμενος, ἤ, ἐπεὶ καὶ Σολομὼν λέγει γλῶσσαν δικαίου ἄργυρον πεπυρωμένον, τὴν δεδοκιμασμένην καὶ σοφὴν διδασκαλίαν ἐπαινετὴν καὶ ἀποδεκτὴν τυγχάνει μηνύων, ὅταν ἐκκεκαθαρμένη πλουσίως τυγχάνῃ τῇ γῇ, τουτέστιν ὅταν πολυτρόπως ἡ γνωστικὴ ψυχὴ ἁγιάζηται κατὰ τὴν ἀποχὴν τῶν γεωδῶν πυρώσεων. ἁγνίζεται δὲ καὶ τὸ σῶμα, ἐν ᾧ οἰκεῖ, ἐξιδιοποιούμενον εἰς εἰλικρίνειαν ἁγίου νεώ· ὁ δὲ ἐν τῷ σώματι καθαρισμὸς τῆς ψυχῆς πρώτης πρῶτος οὗτός ἐστιν, ἡ ἀποχὴ τῶν κακῶν, ἥν τινες τελείωσιν ἡγοῦνται, καὶ ἔστιν ἁπλῶς τοῦ κοινοῦ πιστοῦ, Ἰουδαίου τε καὶ Ἕλληνος, ἡ τελείωσις αὕτη· τοῦ δὲ γνωστικοῦ μετὰ τὴν ἄλλοις νομιζομένην τελείωσιν ἡ δικαιοσύνη εἰς ἐνέργειαν εὐποιίας προβαίνει· καὶ ὅτῳ δὴ ἡ ἐπίτασις τῆς δικαιοσύνης εἰς ἀγαθοποιίαν ἐπιδέδωκεν, τούτῳ ἡ τελείωσις ἐν ἀμεταβόλῳ ἕξει εὐποιίας καθ' ὁμοίωσιν τοῦ θεοῦ διαμένει· οἳ μὲν γὰρ σπέρμα Ἀβραάμ, δοῦλοι ἔτι τοῦ θεοῦ, οὗτοί εἰσιν οἱ κλητοί· υἱοὶ δὲ Ἰακὼβ οἱ ἐκλεκτοὶ αὐτοῦ, οἱ τῆς κακίας πτερνίσαντες τὴν ἐνέργειαν. Εἰ τοίνυν αὐτόν τε τὸν Χριστὸν σοφίαν φαμὲν καὶ τὴν ἐνέργειαν αὐτοῦ τὴν διὰ τῶν προφητῶν, δι' ἧς ἔστι τὴν γνωστικὴν παράδοσιν ἐκμανθάνειν, ὡς αὐτὸς κατὰ τὴν παρουσίαν τοὺς ἁγίους ἐδίδαξεν ἀποστόλους, σοφία εἴη ἂν ἡ γνῶσις, ἐπιστήμη οὖσα καὶ κατάληψις τῶν ὄντων τε καὶ ἐσομένων καὶ παρῳχηκότων βεβαία καὶ ἀσφαλής, ὡς ἂν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ παραδοθεῖσα καὶ ἀποκαλυφθεῖσα. καὶ δὴ καὶ εἰ ἔστι τέλος τοῦ σοφοῦ ἡ θεωρία, ὀρέγεται μὲν ὁ μὲν ἔτι φιλοσοφῶν τῆς θείας ἐπιστήμης, οὐδέπω δὲ τυγχάνει. ἢν μὴ μαθήσει παραλάβῃ σαφηνισθεῖσαν αὐτῷ τὴν προφητικὴν φωνήν, δι' ἧς τά τ' ἐόντα τά τ' ἐσόμενα πρό τ' ἐόντα, ὅπως ἔχει τε καὶ ἔσχεν καὶ ἕξει, παραλαμβάνει. ἡ γνῶσις δὲ αὕτη ἡ κατὰ διαδοχὰς εἰς ὀλίγους ἐκ τῶν ἀποστόλων ἀγράφως παραδοθεῖσα κατελήλυθεν. Ἐντεῦθεν δὲ ἄρα γνῶσιν εἴτε σοφίαν συνασκηθῆναι χρὴ εἰς ἕξιν θεωρίας ἀίδιον καὶ ἀναλλοίωτον·