VI. They also err who believe the sun to be a god. For we see that it moves by necessity and revolves and passes from sign to sign, setting and rising so as to give warmth to plants and tender shoots for the use of man.
Besides it has its part in common with the rest of the stars, and is much smaller than the sky; it suffers eclipse of its light and is not the subject of its own laws. Wherefore it is concluded that the sun is not a god, but only a work of God. They also err who believe that the moon is a goddess. For we see that it moves by necessity and revolves and passes from sign to sign, setting and rising for the benefit of men; and it is less than the sun and waxes and wanes and has eclipses. Wherefore it is concluded that the moon is not a goddess but a work of God.
[6] Οἱ δὲ νομίζοντες τὸν ἥλιον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κατὰ ἀνάγκην καὶ τρεπόμενον καὶ μεταβαίνοντα ἀπὸ σημείου εἰς σημεῖον, δύνοντα καὶ ἀνατέλλοντα τοῦ θερμαίνειν τὰ φυτὰ καὶ βλαστὰ εἰς χρῆσιν τῶν ἀνθρώπων, ἔτι δὲ καὶ μερισμοὺς ἔχοντα μετὰ τῶν λοιπῶν ἀστέρων. καὶ ἐλάττονα ὄντα τοῦ οὐρανοῦ πολύ, καὶ ἐκλείποντα τοῦ φωτός, καὶ μηδεμίαν αὐτοκράτειαν ἔχοντα. διὸ οὐ νενόμισται τὸν ἥλιον εἶναι θεὸν ἀλλ' ἔργον θεοῦ. οἱ δὲ νομίζοντες τὴν σελήνην εἶναι θεὰν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὴν κινουμένην κατὰ ἀνάγκην καὶ τρεπομένην καὶ μεταβαίνουσαν ἀπὸ σημείου εἰς σημεῖον, δύνουσάν τε καὶ ἀνατέλλουσαν εἰς χρῆσιν τῶν ἀνθρώπων καὶ ἐλάττονα οὖσαν τοῦ ἡλίου, αὐξομένην τε καὶ μειουμένην καὶ ἐκλείψεις ἔχουσαν. διὸ οὐ νενόμισται τὴν σελήνην εἶναι θεὰν ἀλλ' ἔργον θεοῦ.