1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

103

ἐφ' ἃ τὰ πιστὰ ὁ ἱερεὺς αὐτῷ δέδωκεν. ὁ δὲ Γόνθαρις τοῦτον ἀνέστησεν ὀμωμοκὼς αὐτῷ ἐπὶ πάντων μηδὲν αὐτῷ κακὸν ποιεῖν, ἀλλὰ τῇ ὑστεραίᾳ σὺν τῇ γυναικὶ καὶ τοῖς χρήμασιν αὐτοῦ εἰς Βυζάντιον στέλλεσθαι. τὸν δὲ ἱερέα ἀποπεμψάμενος Ἀρεόβινδον καὶ Ἀθανάσιον συνδειπνεῖν ἐν τῷ παλατίῳ ἔλαβεν. ἐτίμησε δὲ τὸν Ἀρεόβινδον καὶ πρῶτον αὐτοῦ ἐπὶ τῆς στιβάδος κατέκλινεν, δειπνήσαντα δὲ αὐτὸν ἐν κοιτῶνι καθεύδειν ἐκέλευσεν. ἀποστείλας δὲ Οὐλίθεον σὺν ἑτέροις τισὶ κωκύοντά τε καὶ ὀλολυγμοῖς χρώμενον τοῦτον ἔκτεινεν. Ἀθανασίου δὲ ἐφείσατο διὰ τὸ γῆρας. τῇ δὲ ἐπαύριον τὴν τούτου κεφαλὴν τῷ Ἀντάλᾳ ἔπεμψεν, τὰ δὲ χρήματα κατασχὼν οὐδὲν τούτῳ κατὰ τὰς συνθήκας δέδωκεν. Ἀντάλας δὲ μαθὼν τὰ εἰς Ἀρεόβινδον πεπραγμένα καὶ τὰς τοῦ Γονθάριδος ἐπιορκίας λογισάμενος Ἰουστινιανῷ τῷ βασιλεῖ προσχωρεῖν ἤθελεν. Ἀρταβάνης δὲ τὰ πιστὰ λαβὼν παρὰ τοῦ Γονθάριδος εἰς τὸ παλάτιον σὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τοῦ τυράννου ὑπηρέτης εἶναι ὡμολόγησεν, λάθρα δὲ τοῦτον ἀνελεῖν ἐβουλεύετο. Γρηγορίῳ δὲ τῷ ἀνεψιῷ καὶ Ἀρτασηρίῳ τῷ δορυφόρῳ θαρρήσας τὸ βούλευμα ἔφη αὐτῷ Γρηγόριος· "νῦν σοί, Ἀρταβάνη, πάρεστι μόνῳ τὸ Βελισαρίου ἀναδήσασθαι κάλλος. ὁ μὲν γὰρ στρατιάν τε καὶ χρήματα μεγάλα παρὰ βασιλέως λαβὼν καὶ ἄρχοντας συνεπομένους καὶ στόλον, οἷον οὐδέποτέ τις ἠκηκόει, πόνῳ πολλῷ τοῖς Ῥωμαίοις τὴν Λιβύην ὑπόφορον κατεστήσατο· νῦν δὲ ὡς ἐξ ἀρχῆς πάλιν γέγονεν εἰς τὸ ἀρχαῖον Λιβύη ἀποστατήσασα, ἐν σοὶ μόνῳ κεῖται ταύτην πάλιν τῷ βασιλεῖ προσενεγκεῖν καὶ τὰ πράγματα διασώσασθαι. λογίζου δὲ τὸ σὸν γένος, ὅτι Ἀρσακίδης ἀνέκαθεν εἶ, καὶ ὅτι εὐγενὴς ὢν ἀνδραγαθίζεσθαι ἀεὶ πρέπει καὶ πολλὰ ἔργα ὑπὲρ ἀρετῆς ἐπιδεικνύειν. νέου γὰρ σοῦ ὄντος, ἐνθυμήθητι ὡς Ἀκάκιον, τὸν Ἀρμενίων ἄρχοντα, καὶ Τζίταν, τὸν Ῥωμαίων στρατηγόν, ἐν πολέμοις ἔκτεινας Χοσρόῃ τε, τῷ βασιλεῖ τῶν Περσῶν, 214 συνεστράτευες. τοιοῦτος δὲ ὢν μὴ περιΐδῃς τὴν Ῥωμαίων ἀρχὴν ὑπὸ κυνὸς μεθύοντος κατεχομένην. ἐγὼ δέ σοι καὶ Ἀρτασήριος ὅσα εἰς δύναμιν ἐπιτάττοντι ὑπουργήσομεν." Γόνθαρις δὲ τὸν Ἀρταβάνην ἡγεῖσθαι τοῦ στρατοῦ ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ ἐκέλευσε χωρεῖν. συνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, ὁ τῶν στασιαστῶν ἄρχων, καὶ Οὐλίθεος ὁ δορυφόρος· εἵποντο δὲ αὐτῷ καὶ Μαυρούσιοι, ὧν Κουτζίνας ἦρχεν. συμβαλὼν δὲ τῷ Ἀντάλᾳ καὶ τοῖς βαρβάροις τούτους ἐτρέψατο. ἐθελοκακήσας δὲ Ἀρταβάνης, ἐκ τοῦ αἰφνιδίου στρέψας τὸ βάνδον εἰς τὸ στρατόπεδον ἤλαυνεν. Οὐλίθεος δὲ κτεῖναι τοῦτον εἰς τὸ στρατόπεδον διενοεῖτο. Ἀρταβάνης δὲ ἔφασκε δεῖσαι, μὴ ἐξ Ἀδραμύτου τῆς πόλεως ἐξελθόντες οἱ βάρβαροι βοηθήσωσι τοῖς ἐναντίοις καὶ ἀνήκεστα ἔργα εἰς ἡμᾶς πράξωσιν· ἀλλὰ Γονθάριδα σὺν παντὶ τῷ στρατῷ ἐληλυθέναι, καὶ οὕτως πάντας ἑλεῖν. καὶ ἀναστρέψας εἰς Καρχηδόνα τῷ τυράννῳ ταῦτα ἀπήγγειλεν. ὁ δὲ τύραννος τῷ Πασιφίλῳ βουλευσάμενος ἅπαντα μὲν διενοήθη τὸν στρατὸν ἐξοπλίσαι καὶ σὺν αὐτῷ στρατεύσασθαι, φύλακας δὲ μόνους τῇ πόλει καταλιπεῖν. καθ' ἑκάστην δὲ ἡμέραν πολλοὺς ἀνῄρει ὁ Γόνθαρις ἐξ ὑποψίας. ἐξελθὼν δὲ τῆς Καρχηδόνος ἐν προαστείῳ, οὗ δὴ στιβάδες ἦσαν ἐκ παλαιοῦ τρεῖς, ἐν αἷς κατεκλίθη σὺν Ἀρταβάνῃ καὶ Ἀθανασίῳ καὶ Πέτρῳ, τῷ δορυφόρῳ Σολόμωνος. Ἀρταβάνης τοίνυν τὸν καιρὸν ἐπιτήδειον εἰς τὸν τοῦ τυράννου φόνον οἰόμενος Γρηγορίῳ τε καὶ Ἀρτασηρίῳ καὶ δορυφόροις πιστοῖς τρισὶ τὸ πρᾶγμα ἐθάρρησεν· καὶ τοὺς μὲν δορυφόρους σὺν τοῖς ξίφεσιν ἔνδον ἐκέλευσε γενέσθαι· ἀρχόντων γὰρ ἑστιωμένων ὄπισθεν ἑστάναι δορυφόρους νόμος ἦν. ἐγχειρεῖν δὲ ἄφνω τὸ πρᾶγμα ἐκέλευσεν, ἡνίκα αὐτὸς τὸν καιρὸν αὐτοῖς διὰ νεύματος ποιήσῃ, τὸν Ἀρτασῆριν κελεύσας πρῶτον τοῦ ἔργου ἔχεσθαι τῷ δὲ Γρηγορίῳ ἐπέταττε τῶν Ἀρμενίων πολλοὺς τοὺς εὐτολμοτάτους ἀπολεξάμενον εἰς τὸ παλάτιον παρεῖναι τὰ ξίφη μόνα ἐπιφερομένους, καὶ αὐτοῖς τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν. προϊόντος δὲ τοῦ πότου, καὶ τοῦ Γονθάριδος