1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

67

τῶν συγκλητικῶν, καὶ Κόνων, ὁ τῆς Ἀπαμείας ἐπίσκοπος, καταλιπὼν μὲν τὸν θρόνον, εἰς ὁπλίτην δὲ καὶ στρατηγὸν ἐξ ἱερέως μεταταξάμενος. τούτοις ἀνθίστησι στράτευμα Ῥωμαϊκὸν Ἀναστάσιος, ἡγουμένου ὄντος Ἰωάννου τε τοῦ Σκύθου, τοῦ τὴν Ἴλλου καὶ Λεοντίου τυραννίδα καθελόντος, καὶ Ἰωάννου τὸ ἐπίκλην Κυρτοῦ, ἀμφοτέρων τοῦ Θρᾳκῴου στρατεύματος ἡγουμένων καὶ ∆ιογένους (οὗτοι κόμητες σχολῶν ἐτύγχανον ὄντες) καὶ ἑτέρων τινῶν ἐπαινετῶν ἀνδρῶν. μάχης δὲ περὶ τὸ Κοτυάειον γενομένης, Νινίλιγγις μὲν ὁ στρατηγὸς ἀποσφάττεται, μικροῦ δὲ τὸ πλεῖστον Ἰσαυρικὸν ἀπολλύμενον μόλις ἐπὶ τὰ σφέτερα διεσώθη. καὶ εἰ μὴ περὶ τὰ σκῦλα τοῖς Ῥωμαίοις γέγονε σχολή, τελείως ἂν ἐκράτησαν τοῦ πολέμου. ἀλλ' ἐκείνων ἐν τούτοις ἀποσφαλέντων, φρουρίου τινὸς ἐπὶ τῆς ἄκρας τοῦ Ταύρου κρατήσαντες οἱ Ἴσαυροι τρίτον ἔτος ἤρκεσαν πολεμοῦντες ὠχυρωμένοι τῇ θέσει τῶν ὑπὲρ τοῦ Ταύρου πολισμάτων τε καὶ φρουρίων. γʹ. γʹ. βʹ. εʹ. ιηʹ. δʹ. εʹ. Τούτῳ τῷ ἔτει ληφθείσης Κλαυδιουπόλεως ὑπὸ ∆ιογένους τῆς μεταξὺ τῶν δύο Ταύρων ἐν πεδίῳ κειμένης, οὐκ ἐνεγκόντες οἱ Ἴσαυροι καταβαίνουσι τοῦ Ταύρου καὶ ἐπὶ πολὺ πολιορκοῦσι τὸν ∆ιογένην, ὡς καὶ λιμῷ κινδυνεῦσαι καὶ φθαρῆναι τὸ στράτευμα. πλὴν Ἰωάννης ὁ Κυρτὸς ὑπερβὰς τὰ στενὰ τοῦ Ταύρου καὶ τοὺς φύλακας ἑλών, αἰφνιδίως αὐτοῖς ἐπιστὰς διέφθειρε τὸ στράτευμα τῶν πολιορκούντων, ἐπεξελθόντος καὶ ∆ιογένους. τότε καὶ Κόνων ὁ ἐπίσκοπος πληγεὶς μετὰ βραχὺ τελευτᾷ, καὶ γίνεται τοῖς Ῥωμαίοις αὕτη δευτέρα καὶ μεγίστη νίκη. Τῷ δ' αὐτῷ ἔτει Ζαμάσφης, ὁ υἱὸς Περόζου βασιλέως Περσῶν, ἐξεώσας Καβάδην ἐκράτησεν ἔτη δʹ ἐκ τῶν αὐτοῦ τῆς βασιλείας τῶν Περσῶν. Ἱεροσολύμων ἐπίσκοπος Μαρτύριος ἔτη ηʹ. δʹ. δʹ. γʹ. ϛʹ. αʹ. εʹ. ϛʹ. 139 Τούτῳ τῷ ἔτει Λογγῖνός τις, ὁ λεγόμενος Σελινούντιος, τὴν Ἀντιόχειαν τῆς Ἰσαυρίας οἰκῶν ἐπί τινος ὄρους κειμένην ὑψηλοῦ κατὰ τὴν μεσημβρινὴν τῆς χώρας θάλασσαν εἰσῆγε τοῖς Ἰσαύροις ὁλκάσι πολλαῖς ἐμπορευόμενος πανταχόθεν τὰ τρόφιμα, καὶ ἐν ταύταις ταῖς δυσχωρίαις διῆγον Λογγῖνος ὁ μάγιστρος καὶ Ἀθηνόδωρος. ἀποκαμὼν δὲ ὁ βασιλεὺς ἐν τῷ χρονίζειν τὸν πόλεμον ἐθάρρησεν Εὐφημίῳ τῷ ἐπισκόπῳ, ὡς εἰρήνης ἐφίεται, καὶ συνάξαι τοὺς ἐνδημοῦντας ἐπισκόπους προσέταξε παρακαλέσοντας δῆθεν περὶ τῶν Ἰσαύρων. Εὐφήμιος δὲ τὸ μυστήριον ἐξήγαγε πρὸς Ἰωάννην πατρίκιον, πενθερὸν Ἀθηνοδώρου τοῦ ἐξάρχου τῆς τυραννίδος. ὁ δὲ δραμὼν τῷ βασιλεῖ ἀπήγγειλεν, ὅπερ εἰς ἀδιάλλακτον ἔχθραν κατ' Εὐφημίου τὸν βασιλέα Ἀναστάσιον ἤγειρεν. ὅθεν καὶ τὰς τῶν Ἰσαύρων ἐπιβουλὰς Εὐφημίῳ ἐπέγραφεν. Εὐφημίῳ δέ τινες ἐπιβουλεύοντες ὑπέθεντό τινι πρὸ τοῦ Μαρτυρίου ξίφος ἐλάσαι κατὰ τῆς κεφαλῆς αὐτοῦ. Παῦλος δέ, ὁ ἔκδικος τῆς ἐκκλησίας, ὑπερωμίας ὢν τὴν πληγὴν κατὰ τῆς κεφαλῆς ἐδέξατο καὶ ἐκινδύνευσεν· τὸν δὲ ἐπίβουλον τῇ λεγομένῃ σειρᾷ ἀνεῖλεν. πάλιν ἐν τῇ συνάξει τοῦ ὄρους ἐνήδρευσαν ἀνελεῖν Εὐφήμιον, ὃς ἰδιωτικῷ σχήματι διαφυγὼν ἐσώθη. Ἀναστάσιος δὲ ὁ βασιλεὺς τὴν ὁμολογίαν αὐτοῦ παρὰ Εὐφημίου μετὰ βίας ἀφείλατο. Κόσμου ἔτη εϠπηʹ. Τῆς θείας σαρκώσεως ἔτη υπηʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. εʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. αʹ. Ῥώμης ἐπίσκοπος Γελάσιος ἔτη εʹ. δʹ. Κωνσταντ. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Μαρτύριος ἔτη ηʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη ζʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. ζʹ. Τούτῳ τῷ ἔτει Ἰωάννης ὁ Σκύθης πολιορκῶν παρέλαβε τόν τε Λογγῖνον, τὸν ἀπὸ μαγίστρων, καὶ Λογγῖνον τὸν Σελινούντιον καὶ Ἀθηνόδωρον καὶ τοὺς λοιποὺς τυράννους. καὶ τούτους ἀποτεμὼν 140 τὰς κεφαλὰς αὐτῶν εἰς τὸ Βυζάντιον ἔπεμψεν Ἀναστασίῳ τῷ βασιλεῖ. Ἀναστάσιος δὲ ἱππικὸν ἐπιτελέσας τὰς κεφαλὰς τῶν τυράννων καὶ τοὺς πεμφθέντας δεσμίους τῶν Ἰσαύρων ἐθριάμβευσεν, καὶ ἐπὶ σκολόπων ἐν Συκαῖς ταύτας ἀναρτήσας πᾶσιν ἐδημοσίευσεν, τὸ δὲ πλῆθος τῶν