1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

13

ἀποθήκαις καὶ πάντα πραιδεύοντας ἁρπάζειν καὶ ἀναχωρεῖν, γενέσθαι δὲ τὸν μόδιον τοῦ σίτου υʹ ἀργυρίων. ὁ δὲ μέγας Κωνσταντῖνος σιτομέτριον ταῖς ἐκκλησίαις κατὰ πόλιν ἐχαρίσατο εἰς διατροφὴν διηνεκῶς χήραις καὶ ξενοδοχείοις πένησί τε καὶ τοῖς κληρικοῖς. ἡ δὲ ἐν Ἀντιοχείᾳ ἐκκλησία ἐλάμβανε σίτου μοδίους τρισμυρίους ἑξακισχιλίους. Τῷ δ' αὐτῷ ἔτει, σεισμοῦ λαβροτάτου γενομένου ἐν Κύπρῳ, Σαλαμίνα πόλις κατέπεσε καὶ ἱκανὴν πληθὺν διέφθειρεν. Ἀντιοχείας ἐπίσκοπος Εὐλάλιος ἔτη γʹ. κθʹ. λαʹ. γʹ. ιδʹ. ιθʹ. δ. αʹ. Τούτῳ τῷ ἔτει ∆αλμάτιος καῖσαρ ἀνηγορεύθη. Καλόκαιρος δὲ ἐν Κύπρῳ τῇ νήσῳ τυραννήσας οὐκ ἀντέσχε τῇ Ῥωμαίων προσβολῇ· καὶ ἡττηθεὶς ἅμα τοῖς αἰτίοις ἀνῃρέθη ἐν Ταρσῷ τῆς Κιλικίας καυθεὶς ζῶν ὑπὸ ∆αλματίου καίσαρος. Τῷ δ' αὐτῷ ἔτει καὶ Ἄρειος ἐκ τῆς ἐξορίας ἀνακληθεὶς δι' ἐπιπλάστου δῆθεν μετανοίας καὶ εἰς Ἀλεξάνδρειαν πεμφθεὶς οὐκ ἐδέχθη ὑπὸ Ἀθανασίου. λʹ. λβʹ. δʹ. ιεʹ. κʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει Κωνσταντίνου τοῦ εὐσεβεστάτου καὶ νικητοῦ ἤχθη τριακονταετηρὶς πάνυ φιλοτίμως. καὶ ἐφάνη ἀστὴρ 30 ἐν Ἀντιοχείᾳ ἐν ἡμέρᾳ ἐν τῷ οὐρανῷ κατὰ τὸ ἀνατολικὸν μέρος καπνίζων σφόδρα ὡς ἀπὸ καμίνου, ἀπὸ ὥρας τρίτης ἕως ὥρας πέμπτης. ὁ δὲ Ἄρειος σὺν τῷ Νικομηδείας Εὐσεβίῳ καὶ τοῖς ὁμόφροσιν αὐτοῦ διανέστησαν μεθ' ὅρκων λιβέλλους ὀρθοδοξίας ἐπιδεδωκότες τῷ βασιλεῖ διψῶντι τὴν τῶν διῃρημένων ἕνωσιν· καὶ ἔπεισαν αὐτὸν ὅτι ὁμοφρονοῦσι τοῖς ἐν Νικαίᾳ πατράσιν, ψευδόμενοι. τούτοις παραπεισθεὶς ὁ βασιλεὺς ἠγανάκτησε κατὰ Ἀθανασίου, ἐφ' οἷς Ἄρειον καὶ Εὐζώϊον οὐκ ἐδέξατο τοὺς ὑπὸ Ἀλεξάνδρου καθαιρεθέντας, διακόνου ὄντος τότε Εὐζωΐου. εὑρὼν δὲ ἀφορμὴν ὁ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ ἠγωνίζοντο κατὰ Ἀθανασίου ὡς προμάχου τῆς ὀρθῆς πίστεως. Κόσμου ἔτη εωκζʹ. Τῆς θείας σαρκώσεως ἔτη τκζʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. λαʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. λγʹ. Ῥώμης ἐπίσκοπος Ἰούλιος ἔτη ιεʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Μάξιμος ἔτη ϛʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐλάλιος ἔτη γʹ. γʹ. Τούτῳ τῷ ἔτει τὴν ἀγανάκτησιν τοῦ βασιλέως τὴν κατὰ Ἀθανασίου γενομένην διὰ τὸ μὴ δέξασθαι Ἄρειον καὶ Εὐζώϊον μετὰ τὴν ἐπίπλαστον δῆθεν ἐπιστροφὴν οἱ περὶ τὸν Νικομηδείας Εὐσέβιον ἅμα τοῖς Μελιτιανοῖς ὄργανον κακίας εὑρόντες τὰ κατὰ Ἀθανασίου συνεσκεύαζον. καὶ πρῶτον μὲν τὴν χειροτονίαν αὐτοῦ διέβαλλον, καίπερ Ἀπολιναρίου τοῦ Σύρου μεγάλα περὶ τῆς Ἀθανασίου χειροτονίας μαρτυροῦντος· δεύτερον δὲ περὶ τῆς λινῆς ἐσθῆτος, ἣν οἱ ἐχθροὶ ἐπιθεῖναι τὸν ἅγιον ἐσυκοφάντουν· τρίτον περὶ Φιλουμένου, ᾧ χρυσίον πολὺ πέμψαι ἔλεγον ψευδόμενοι εἰς ἐπιβουλὴν τοῦ βασιλέως. μετακαλεσάμενος δὲ ὁ βασιλεὺς Ἀθανάσιον καὶ πάντα ψευδῆ εὑρὼν μετὰ γραμμάτων καὶ τιμῆς πολλῆς εἰς Ἀλεξάνδρειαν τοῦτον ἀπέστειλεν. τῷ δ' αὐτῷ ἔτει καὶ ἡ κατὰ Ἰσχύραν ἐπιβουλὴ Ἀθανασίου ἐτυρεύθη ἐν τῷ Μαρεώτῃ. οὗτος ὁ Ἰσχύρας ἱερέα ἑαυτὸν σχηματίσας περιῄει ἱερουργῶν· ὅπερ μαθὼν Ἀθανάσιος τοῦτον ἐκώλυσε 31 τοῦ τολμήματος διὰ Μακαρίου πρεσβυτέρου. ὁ δὲ φυγὼν ἦλθε πρὸς 31 Εὐσέβιον τὸν Νικομηδείας, κατηγορῶν Ἀθανασίου ὡς ἱερὰ σκεύη τῷ καιρῷ τῆς μυσταγωγίας ἐκ τοῦ θυσιαστηρίου κατεάξαντος καὶ ἱερὰς βίβλους διὰ Μακαρίου καύσαντος· Ἀρσενίου τε τὴν περιβόητον χεῖρα κατεψεύσαντο πρὸς μαγείας ταύτῃ κεχρῆσθαι τὸν ἅγιον οὕτως ἀναιδῶς διαβάλλοντες. γνοὺς δὲ ὁ βασιλεὺς τὰς κατὰ Ἀθανασίου διαβολὰς ∆αλματίῳ πρῶτον τῷ ἰδίῳ ἀνεψιῷ ἐπιτρέπει τὴν ζήτησιν εἰς Ἀντιόχειαν ὄντι. ὕστερον δὲ μεταφέρει τὴν δίκην εἰς Καισάρειαν, ἣν ὑπερθέμενος Ἀθανάσιος διὰ τὸν Παμφίλου Εὐσέβιον ἐν Τύρῳ κρίνεται ὑπὸ τῶν ἀντιδίκων τῆς ἀληθείας, Εὐσεβίου, φημί, τοῦ Νικομηδείας ἀπατήσαντος τὸν βασιλέα ἐπιθυμίᾳ δῆθεν τῶν οἰκοδομηθέντων ἁγίων τόπων καὶ τοῦ εὑρεθῆναι εἰς τὸν ἐγκαινισμὸν αὐτῶν. ὃν καὶ μετὰ μεγάλης τιμῆς ἀπέλυσε κελεύσας λυθῆναι τὰς κατὰ Ἀθανασίου