1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

36

βʹ. βʹ. αʹ. ιβʹ. λʹ. θʹ. κδʹ. γʹ. γʹ. βʹ. ιγʹ. λαʹ. ιʹ. κεʹ. 75 Κόσμου ἔτη εωϟʹ. Τῆς θείας σαρκώσεως ἔτη τϟʹ. Ῥωμαίων βασιλεὺς Ἀρκάδιος ἔτη ιδʹ. δʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. δʹ. Ῥώμης ἐπίσκοπος Ἰννοκέντιος ἔτη ιεʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ. ιδʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. λβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη κβʹ. αʹ. Τούτῳ τῷ ἔτει μετετέθη τὰ λείψανα τοῦ ἁγίου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ἐν Ἀλεξανδρείᾳ πρὸ ἓξ καλανδῶν Ἰουλίου, μηνὶ Παυνὶ βʹ. εʹ. εʹ. βʹ. ιεʹ. λγʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐκάη Ἀνατόλιος ὁ λαμπρότατος ἐν Ἀλεξανδρείᾳ.Ἀρκάδιος δὲ ὁ βασιλεὺς ἐποίησεν ἴδιον ἀριθμὸν ἐν Κωνσταντινουπόλει, οὓς ἐκάλεσεν Ἀρκαδιακούς. ϛʹ. ϛʹ. γʹ. ιϛʹ. λδʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει Νεκτάριος, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως, ἐκοιμήθη. Θεόφιλος δέ, ὁ Ἀλεξανδρείας ἐπίσκοπος, παρὼν ἐσπούδασε κωλῦσαι τὴν Ἰωάννου τοῦ Χρυσοστόμου ψῆφον, Ἰσίδωρόν τινα ἴδιον πρεσβύτερον μαρτυρῶν ἐπίσκοπον τῆς βασιλίδος διακονήσαντα αὐτῷ, ἡνίκα Θεοδόσιος πρὸς Μάξιμον τὸν τύραννον ἐπολέμει, δισσὰς ἐπιστολὰς καὶ δῶρα ὑπ' αὐτοῦ ἐγχειρισθείς. ὁ δὲ βασιλεὺς καὶ πᾶσα ἡ πόλις τὸν Ἰωάννην ἀπὸ Ἀντιοχείας ὑπ' αὐτοῦ ἐπὶ τοῦτο προσκληθέντα χειροτονηθῆναι εὐδόκησαν. ἦν δὲ Ἰωάννης τῶν περιφανεστάτων Ἀντιοχείας, Σεκούνδου πατρὸς καὶ μητρὸς Ἀνθούσης. οὗτος ἐλλογιμώτατος σφόδρα τυγχάνων ἐκ θείας τὸ πλεῖστον χάριτος καὶ τοῖς δεινοτάτοις τῶν Ἑλλήνων σοφισταῖς ἐθαυμάζετο· ὅθεν Λιβάνιος περὶ τὸν θάνατον ἐρωτηθεὶς ὑπὸ τῶν φοιτητῶν, τίς ἄρα διαδέξοιτο τὴν διατριβὴν μετ' αὐτόν, ἔφη· "Ἰωάννην ἔλεγον, εἰ μὴ τοῦτον ἡμῶν οἱ Χριστιανοὶ ἀπεσύλησαν." τὰς μέντοι θείας γραφὰς ὁ Χρυσόστομος παρὰ Καρτερίῳ τινὶ ἡγουμένῳ μοναστηρίου ἐπαιδεύθη, τὰ δὲ ἐγκύκλια παρὰ Λιβανίῳ τῷ προειρημένῳ. 76 Τῷ δ' αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ Ἀρκαδίῳ υἱὸς ἐξ Εὐδοξίας τῆς Αὐγούστης Θεοδόσιος ὁ μικρός, ὃν ἐδέξατο Ἰωάννης ἐν τῷ βαπτίσματι ὁ Χρυσόστομος. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ὁ Χρυσόστομος ἔτη ϛʹ. ζʹ. ζʹ. δʹ. αʹ. λεʹ. ιδʹ. δʹ. Τῷ ἑβδόμῳ ἔτει Ἀρκαδίου γεννᾶται υἱὸς αὐτῷ Θεοδόσιος ὁ μικρὸς ἐξ Εὐδοξίας. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ. ηʹ. ηʹ. εʹ. βʹ. αʹ. ιεʹ. εʹ. Τούτῳ τῷ ἔτει Γαϊνᾶς ἐτυράννησε κατὰ Ἀρκαδίου καὶ πολλὰ κακὰ τῷ Βυζαντίῳ ἐπεδείξατο. ὅρκους δὲ λαβὼν παρὰ Ἀρκαδίου καὶ δοὺς ἐν τῷ ναῷ τῆς ἁγίας Εὐφημίας ἐν Χαλκηδόνι, τούτους παρέβη καὶ πλείονα δράσας κακὰ εἰσῆλθεν ἐν τῇ πόλει χωρήσας πρὸς ἁρπαγὰς καὶ ἑτέρας ἀτοπίας. οὗτος ἐξελθὼν εἰς τὴν Χερρόνησον τῆς Θρᾴκης σχεδίας ποιήσας κατεσκεύασεν, ἵνα πρὸς τὴν Ἀσίαν διαπεράσας τὰς ἀνατολικὰς πόλεις χειρώσηται. ἔνθα πολέμου σφοδροῦ συρραγέντος κατά τε γῆν καὶ θάλασσαν, ἀπώλετο σὺν τῷ στρατεύματι. θʹ. θʹ. ϛʹ. γʹ. βʹ. ιϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Ὀνώριος ἐν Ῥώμῃ ταραχὰς καὶ στάσεις ἐκίνησεν. ἐπὶ σμικροῖς γάρ τισι πράγμασι κινηθεὶς πρὸς τοὺς πολίτας καὶ μὴ κατασχὼν τῆς ὀργῆς εἰς Ῥάβενναν μεθίσταται, πόλιν τῆς Ἰταλίας παράλιον. πέμψας δέ τινα τῶν παραδυναστευόντων αὐτῷ βάρβαρον τὸ γένος Γάλλον μετὰ πλήθους στρατοῦ ἐκέλευσε πραιδεῦσαι καὶ λυπῆσαι τοὺς εἰς αὐτὸν ἁμαρτήσαντας· ὑφ' οὗ μικροῦ δεῖν ἡ Ῥώμη πολιορκουμένη διεφθάρη πᾶσα. ὁ δὲ Ἀλάριχος παρέθετο ἑαυτὸν τοῖς συγκλητικοῖς τῆς πόλεως καὶ πάντα τὰ χρήματα τοῦ παλατίου λαβὼν καὶ τὴν ἀδελφὴν Ὀνωρίου ἀπὸ πατρὸς Πλακιδίαν, μικρὰν οὖσαν παρθένον, πρὸς τὸ οἰκεῖον ἔθνος ἀπῆλθεν εἰς τὰς Γαλλίας. Κωνστάντιος δέ τις κόμης ὢν μετὰ Ἀλαρίχου, πιστευθεὶς τὴν κόρην Πλακιδίαν ἔλαβεν αὐτὴν καὶ φυγὼν ἤγαγεν αὐτὴν πρὸς τὸν βασιλέα Ὀνώριον. καὶ ἀποδεξάμενος ὁ βασιλεὺς τὸν Κωνστάντιον ἐποίησεν αὐτὸν συγκλητικόν. μετ' ὀλίγον δὲ χρόνον ἔδωκεν 77 αὐτῷ τὴν κόρην πρὸς γάμον καὶ ἀνηγόρευσεν αὐτὸν βασιλέα· ἐξ ἧς ἔσχεν υἱόν, ὃν