1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

55

ἀπεδέχθη μετὰ πολλῆς τιμῆς σπουδῇ Γενναδίου ἐπισκόπου Κωνσταντινουπόλεως. ἐπανελθὼν δὲ εἰς Ἀντιόχειαν καὶ εὑρὼν τοὺς λαοὺς στασιάζοντας καὶ Ζήνωνα τούτοις συμπράττοντα ἐπ' ἐκκλησίας τῇ ἐπισκοπῇ ἀπετάξατο εἰπών· "κλήρῳ ἀνυποτάκτῳ, καὶ λαῷ ἀπειθεῖ, καὶ ἐκκλησίᾳ ἐρρυπωμένῃ ἀποτάττομαι, φυλάττων ἑαυτῷ τὸ ἀξίωμα τῆς ἱερωσύνης." τούτου δὲ ὑποχωρήσαντος, Πέτρος ὁ Κναφεὺς τῷ θρόνῳ Ἀντιοχείας ἐπεπήδησεν, χειροτονήσας εὐθὺς Ἰωάννην 114 Ἀπαμείας ἐπίσκοπον ἀπὸ καθαιρέσεως ὄντα. γνοὺς δὲ ταῦτα Γεννάδιος. ἅπαντα τῷ βασιλεῖ ἀνατίθεται· καὶ κελεύει Πέτρον τὸν Κναφέα ἐξορισθῆναι. ὅπερ ἀκούσας Πέτρος φυγῇ τὴν ἐξορίαν διέφυγεν· ψήφῳ δὲ κοινῇ Ἰουλιανός τις ἐπίσκοπος Ἀντιοχείας προεχειρίσθη. Τῷ δ' αὐτῷ ἔτει μετετέθη ἐν Ἀλεξανδρείᾳ ὁ προφήτης Ἐλισσαῖοςπρὸ εʹ ἰδῶν Μαΐων ἐν τῇ μονῇ Παύλου τοῦ Λεπροῦ. λεπρὸν γὰρ ἰάσατο καὶ λεπρὸν ἐποίησε καὶ εἰς τὰ τοῦ Λεπροῦ ἐτέθη. ηʹ. ιγʹ. βʹ. ζʹ. κζʹ. εʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐκτίσθη τὸ τετράστωον τοῦ ἁγίου Ἰωάννου ἐν Ἀλεξανδρείᾳ καὶ τὸ ἁγιαστήριον· καὶ Ἑπτάβιζος τὸ δημόσιον βαλανεῖον ἀπεδόθη τῇ πόλει. τούτοις δὲ τοῖς χρόνοις καὶ ∆ανιὴλ ὁ Στυλίτης ἐν τῷ Ἀνάπλῳ τῷ στύλῳ ἐπέβη, ἀνὴρ θαυμάσιος. Ἰωάννηςδὲ ὁ ὑπατικός, ὁ ἐπίκλην τῶν Βιγκομάλου, δυσωπήσας Βασιανὸν τὸν ὅσιον παρ' αὐτῷ ὡς μοναχὸς ἐτέτακτο. προήρχετο δὲ ἀεὶ ἐν τῷ παλατίῳ εἷς τῶν συγκλητικῶν. καὶ ἀναχωρῶν μέχρι τῆς μονῆς τῶν Βασιανοῦ ὡς ὑπατικὸς ὠψικεύετο· ἔνδον δὲ γενόμενος εὐθὺς μοναδικὴν σισύραν περιβαλλόμενος μαγειρείου καὶ σταύλου καὶ τῶν παραπλησίων τὴν διακονίαν ἐπλήρου. Τῷ δ' αὐτῷ ἔτει Ἄνθιμος καὶ Τιμοκλῆς οἱ τῶν τροπαρίων ποιηταί, ἐγνωρίζοντο. Τῷ δ' αὐτῷ ἔτει κατὰ πρεσβείαν τῆς συγκλήτου Ῥώμης ἀπέστειλε Λέων ὁ βασιλεὺς Ἀνθίμιον, τὸν γαμβρὸν Μαρκιανοῦ τοῦ προβασιλεύσαντος, βασιλέα ἐν Ῥώμῃ, ἄνδρα χριστιανικώτατον καὶ εὐσεβῶς τὴν βασιλείαν ἰθύνοντα ἔτη ϛ Κόσμου ἔτη εϠνηʹ. Τῆς θείας σαρκώσεως ἔτη υνηʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. θʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. ιδʹ. Ῥώμης ἐπίσκοπος Ἱλαρίων ἔτη ϛʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Γεννάδιος ἔτη ιγʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ κηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη εʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ. ιαʹ. 115 Τούτῳ τῷ ἔτει σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ, νεφέλη ὥσπερ σάλπιγγος ἐκτύπωμα ἔχουσα ἐπὶ ἡμέρας μʹ καθ' ἑσπέραν. ιʹ. ιεʹ. δʹ. θʹ. κθʹ. ζʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἐστράτευσεν Ἀλεξάνδρεια ἄνδρας τρισχιλίους, καὶ ὁ μέγας λάκκος ἐκτίσθη εἰς τὰ Ἰωάννου καὶ τὰ δύο βαλανεῖα, ἡ Ὑγεία καὶ ἡ Ἴασις· καὶ ὁ ποταμὸς ὠρύχθη ἐν Ἀλεξανδρείᾳ ἀπὸτῆς Χερσαίου ἕως τοῦ Κοπρεῶνος. ιαʹ. ιϛʹ. εʹ. ιʹ. λʹ. ηʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Ἰσοκάσιος ὁ κυαίστωρ, Ἀντιοχεὺς καὶ φιλόσοφος, διεβλήθη τῷ βασιλεῖ ὡς Ἕλλην· καὶ ἐκέλευσεν ὁ βασιλεὺς ἐξετασθῆναι αὐτὸν παρὰ τῷ ἐπάρχῳ τῶν πραιτωρίων ἐν Κωνσταντινουπόλει. ἐνεχθέντος δὲ αὐτοῦ ἐν τῷ Ζευξίππῳ δεδεμένου ὀπισθάγκωνα, ἔφη πρὸς αὐτὸν Πουσαῖος ὁ ἔπαρχος· "ὁρᾷς ἑαυτόν, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας;" ὁ δὲ εἶπεν· "ὁρῶ, καὶ οὐ ξενίζομαι· ἄνθρωπος γὰρ ὢν ἀνθρωπίναις ἐνέπεσα συμφοραῖς· ἀλλὰ δίκασον ἐπ' ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί." καὶ ταῦτα ἀκούσας ὁ δῆμος εὐφήμησε τὸν βασιλέα. καὶ μαθὼν ὁ βασιλεὺς ἐχάρη καὶ ἀπέλυσεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν. Ἀντιοχείας ἐπίσκοπος Ἰουλιανὸς ἔτη ϛʹ. ιβʹ. ιζʹ. ϛʹ. ιαʹ. λαʹ. θʹ. αʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς κατὰ Γιζερίχου, τοῦ τῶν Ἄφρων κρατοῦντος, στόλον μέγαν ἐξοπλίσας ἀπέστειλεν. ὁ γὰρ Γιζέριχος μετὰ τὴν τελευτὴν Μαρκιανοῦ πολλὰ δεινὰ ἐνεδείξατο εν ταῖς ὑπὸ τὴν τῶν Ῥωμαίων βασιλείαν χώραις ληϊζόμενος καὶ αἰχμαλωτίζων πολλοὺς καὶ τὰς πόλεις κατασκάπτων. ὅθεν ζήλῳ κινηθεὶς ὁ βασιλεὺς ἐκ πάσης τῆς ἀνατολικῆς θαλάσσης ρʹ χιλιάδας πλοίων ἀθροίσας καὶ στρατῶν καὶ ὅπλων ταύτας πληρώσας κατὰ Γιζερίχου ἀπέστειλεν. φασὶ γὰρ αὐτὸν ατʹ κεντηνάρια