Fragmenta in Jeremiam 1 Ὁ γὰρ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς». ὡς πρὸς μὴ ὄντα γὰρ ἐν ὁδοῖς ψεκταῖς

 λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ' εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκ γε

 αἷμα Χριστοῦ. ἀλλ' οὐ βασιλεύσεις, εἰ καὶ παρωξύνθης ἐν κέδρῳ τοῦ πατρός σου. κέδρος ὁ πα τὴρ τοῦ ἁμαρτωλοῦ, δένδρον τι ὑψηλόν, ὑπερήφανον, ἀντικείμεν

 ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν», ὁ καὶ λέγων· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». 18 Ὡς γὰρ τῆς ἡμετέρας ψυ

 ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χρηστοῖς («μικρὰ» γὰρ «ζύμη ὅλον τὸ φύραμα ζυμοῖ») οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέενν

 ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασι

 ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα». 29 Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἃ δεῖ παθεῖν

 ποιήσασθαι. 34 Ὅσους τις ἔχει λογισμοὺς ἀνθεστηκότας θεοσεβείᾳ, πολλοί εἰσι Βαβυλώνιοι· οὓς ἀναιρετέον ἁμαρτωλοὺς ὄντας τῆς γῆς. ἐξ ὧν ὁ καθαρεύσας ἐν

 ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλο λατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέ μου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰο

 μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν

 θυγατέρας δὲ τὰς πράξεις. 49 Ταραττομένης γὰρ Ἱερουσαλὴμ ἐπικειμένου τοῦ Βαβυλωνίου, οἷον εἰκὸς ἐπὶ προγνώσει κατέφευγον τὸ μέλλον εἰδέναι βουλόμενοι.

 ὅστις δαμάλεις ποιήσας ἀπέστησεν ἀπὸ τῆς τοῦ θεοῦ λατρείας τὰς δέκα φυλάς. ἐφ' οἷς εἰκότως μετανοοῦντες ὠδύροντο καὶ τῇ ἁλώσει παιδευθέντες ἐβόων· ἐπα

 θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ' ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάται γὰρ ἐ

 ἐνώπιόν σου»· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· «θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων». ἀλλ' εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαίνε

ἐνώπιόν σου»· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· «θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων». ἀλλ' εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαίνει τὸ «ἡ προσευχὴ αὐτῶν γενέσθω εἰς ἁμαρτίαν», ἢ εἰς τὸ ἐναντίον, ἐὰν ἀπὸ δικαιοσύνης εὐξώμεθα· ἐπεὶ τῶν δι' ἁμαρτίας λεγόντων· «προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου», γίνεται τὸ θυμίαμα δυσῶδες. διόπερ Ἡσαΐας εἶπεν· «ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν». τίνα δὲ τρόπον εὐκτέον, ἐδίδαξεν ὁ ἀπόστολος λέγων· «βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν». τοιούτων χειρῶν ἐπαιρομένων τοῦ Μωσέως ἐνίκα Ἰσραήλ, καθαιρουμένων δὲ ἐνίκα ὁ Ἀμαλήκ. ὁ οὕτωςεὐχόμενος οὐκ ἀποτυγχάνει, ἀληθεύοντος τοῦ ῥητοῦ· «ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι». τῶν οὖν πονηρῶν τὸ θυμίαμα, φησίν, οὐκ ἠδύνατο κύριος ἔτι φέρειν, καθάπερ ἡμεῖς κἂν ὑπομείνωμέν τινα δυσωδίαν, ἀλλ' οὖσαν πλείονα φεύγομεν. καὶ ὁ θεὸς οὖν μέτρον ἀνοχῆς ἔχων, <μὴ> μετανοοῦντας μετέρχεται· ὅπερ ἐπὶ Νῶε πεποίηκε, τῶν τότε πλημμελούντων τὴν δυσωδίαν μηκέτι φέρειν δυνάμενος. διό φησιν ἐν προφήταις· «ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι;» 69 Ὡς γὰρ σωμάτων σεσηπότων ὁ παρακείμενος παραλαμβά νων ἀὴρ καὶ φθειρόμενος λοιμὸν ποιεῖ τοῖς ἐντυγχάνουσι, καὶ τὸ χωρίον ἄβατον γίνεται, οὕτω ψυχῶν ἁμαρτίαι λοιμὸν ψυχῶν ἀπεργάζονται. Fragmenta in Jeremiam 70.1 to Fragmenta in Jeremiam Τῷ λαῷ συμπάσχων Βαροὺχ ἀπωδύρετο, καὶ ἀξιοῖ περὶ αὐτῶν τὸν θεόν. διὸ λαμβάνει τῆς ἐν κακοῖς βοηθείας ἐπαγγελίαν, λέγοντος οὕτω τοῦ θεοῦ· οὓς καθαιρῶ, πάλιν οἰκοδομήσω. πρῶτον γὰρ «ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν» καὶ τὰ ἐπὶ τούτοις· οὐ γὰρ δεκτὰ τὰ χρηστὰ μὴ τῶν κακῶν προανῃρημένων. λύει γὰρ καὶ τὰς μοχθηρὰς τῶν ἀπίστων οἰκοδομὰς ὡς ἀρχιτέκτων «τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν αὐτὸς καὶ οὐκ ἄνθρωπος», περὶ ἧς φησιν ὁ Παῦλος· «θεοῦ οἰκοδομή ἐστε». καὶ ὡς γεωργὸς ἐκτίλας τὸ μὴ ποιοῦν καρπόν («πᾶσα» γὰρ «φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται»), καταφυτεύει «ἄμπελον καρπο- φόρον», οὐ κατὰ τὴν «εἰς πικρίαν μεταστραφεῖσαν καὶ ἀλλοτρίαν», ἣν ἐκκόπτει ἵνα πάλιν αὐτὴν «ἀληθινὴν» ἀπεργάσηται καὶ «θεοῦ γεώργιον». οὕτω «τῆς ἐξ Αἰγύπτου» «καθεῖλε τὸν φραγμὸν» κατὰ τὸν ∆αβίδ, ὑπὲρ ἧς εὔχεται· «ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην». καὶ οὗτοι τοίνυν ἐπ' ὠφελείᾳ παιδεύονται· «ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει». «τίς» γάρ «ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;» «ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργάζεται». διὰ τοῦτο γὰρ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, τοὺς φρονοῦντας τὰ γήϊνα. 71 Εὑρίσκει γὰρ τὰς ψυχὰς τῶν δικαίων ὁ θεός· «ψυχαὶ» γὰρ «δικαίων ἐν χειρὶ θεοῦ», αἱ δὲ τῶν ἁμαρτωλῶν ὡς μηδὲ οὖσαι λογίζονται.