Fragmenta in Jeremiam 1 Ὁ γὰρ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς». ὡς πρὸς μὴ ὄντα γὰρ ἐν ὁδοῖς ψεκταῖς

 λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ' εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκ γε

 αἷμα Χριστοῦ. ἀλλ' οὐ βασιλεύσεις, εἰ καὶ παρωξύνθης ἐν κέδρῳ τοῦ πατρός σου. κέδρος ὁ πα τὴρ τοῦ ἁμαρτωλοῦ, δένδρον τι ὑψηλόν, ὑπερήφανον, ἀντικείμεν

 ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν», ὁ καὶ λέγων· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». 18 Ὡς γὰρ τῆς ἡμετέρας ψυ

 ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χρηστοῖς («μικρὰ» γὰρ «ζύμη ὅλον τὸ φύραμα ζυμοῖ») οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέενν

 ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασι

 ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα». 29 Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἃ δεῖ παθεῖν

 ποιήσασθαι. 34 Ὅσους τις ἔχει λογισμοὺς ἀνθεστηκότας θεοσεβείᾳ, πολλοί εἰσι Βαβυλώνιοι· οὓς ἀναιρετέον ἁμαρτωλοὺς ὄντας τῆς γῆς. ἐξ ὧν ὁ καθαρεύσας ἐν

 ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλο λατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέ μου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰο

 μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν

 θυγατέρας δὲ τὰς πράξεις. 49 Ταραττομένης γὰρ Ἱερουσαλὴμ ἐπικειμένου τοῦ Βαβυλωνίου, οἷον εἰκὸς ἐπὶ προγνώσει κατέφευγον τὸ μέλλον εἰδέναι βουλόμενοι.

 ὅστις δαμάλεις ποιήσας ἀπέστησεν ἀπὸ τῆς τοῦ θεοῦ λατρείας τὰς δέκα φυλάς. ἐφ' οἷς εἰκότως μετανοοῦντες ὠδύροντο καὶ τῇ ἁλώσει παιδευθέντες ἐβόων· ἐπα

 θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ' ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάται γὰρ ἐ

 ἐνώπιόν σου»· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· «θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων». ἀλλ' εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαίνε

λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ' εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκ γεννημάτων τῶν κατ' ἀρετὴν ἀτεκνώσαντα· οὐδεὶς γὰρ ὢν ἀγα θὸς ἀπόλλυσιν ἕτερον. 10 Εἶεν δ' ἂν χῆραι τῶν ἀσεβῶν αἱ ψυχαί, τὸν νυμφίον Χρι στὸν ἀπολέσασαι. ὧν ἀπολλυμένων ταλαιπωροῦσι καὶ μη τέρες, οἱ «γεννήσαντες αὐτοὺς ἐν Χριστῷ» καὶ «ὠδινήσαντες μέχρι μορφωθῇ Χριστὸς ἐν αὐτοῖς» καὶ μετὰ τὸ γάλα τῇ στερεᾷ τροφῇ πρὸς νεανίσκους ἐκθρέψαντες. τῶν δὲ χηρῶν τὸ πλῆθος οὐχ ὡς «τὰ ἄστρα τοῦ οὐρανοῦ», ἀλλ' ὡς ἡ ἄμμος τῆς θαλάσσης. κατὰ δὲ τὸ γράμμα, πλείστων ἐν πολέμῳ πιπτόντων αἱ γυναῖκες ἐτύγ χανον χῆραι, αἱ δὲ μητέρες ἐταλαιπώρουν. 11 Μὴ αἴρειν ἁμαρτιῶν παραγγέλλει βάσταγμα μηδὲ λέγειν· «ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ», ὡς ἂν γενώμεθα βασι λεῖς τε καὶ ἄρχοντες καθήμενοι παγίως ἐπὶ θρόνου ∆αβίδ, τῆς τοῦ Χριστοῦ ἐκκλησίας, ὡς λέγεσθαι περὶ ἡμῶν· «ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στέφανον ἐκ λίθου τιμίου». τοιοῦτοι δὲ καὶ ἐπιβεβήκασιν ἐφ' ἅρμασί τε καὶ ἵπποις, χαλιναγωγοῦντες τὸ σῶμα καὶ τὰς ἀλόγους κινήσεις ἀπείργοντες, ὡς ἂν καὶ ἡ πόλις εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ πανταχόθεν αὐτῇ διὰ τὴν τῶν καθηγουμένων ἀρετὴν καὶ τὴν τῶν οἰκητόρων ἀρίστην πολι τείαν ἥξουσιν οἱ δῶρα προσφέροντες, ἔκ τε τῶν πόλεων Ἰούδα, τῶν Ἐξομολογουμένων τῷ θεῷ, καὶ κυκλούντων τὴν Ἱερουσαλήμ, τῆς Ὁράσεως τὴν εἰρήνην, καὶ ἐκ γῆς Βενιαμίν, τοῦ Υἱοῦ τῆς δεξιᾶς (δεξιὰ δὲ πάντα τὰ κατ' ἀρετὴν ἐργαζόμενα), καὶ ἐκ τῆς πεδινῆς, τῆς μηδὲν ἐχούσης «ὕψωμα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον», καὶ ἐκ τοῦ ὄρους, τοῦ εὐαγγελικοῦ λόγου, καὶ ἐκ τῆς πρὸς νότον, τῆς ἀντικειμένης τῷ ἀπὸ βορρᾶ πνέοντι. οὗτοι γὰρ καὶ οἴσουσι θυσίαν «ἁγίαν εὐάρεστον τῷ θεῷ», τὴν τῆς ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσαν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος. ὧν «ἡ προσευχὴ ὡς θυμίαμα καὶ ἡ ἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινή». οἳ καὶ προσ φέρουσι λίβανον, ὅπερ ἑρμηνεύεται Λευκασμός, πᾶσαν ἀποβάλλοντες ζοφώδη διάθεσιν, ὡς ἁρμόττειν αὐτοῖς τὸ «τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη»· οὕτω γὰρ καὶ τὴν αἴνεσιν δυνήσονται φέρειν εἰς οἶκον κυρίου, «μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων» προστριβομένων τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ. μηδενὸς δὲ τοιούτου γινομένου παρ' ἡμῶν τὰ τῆς ἐπαγομένης ἀπειλῆς ὑπομενοῦμεν. 12 Τὴν μετὰ δικαιοσύνης οἰκοδομουμένην οἰκίαν ἐδή λωσεν εἰπὼν ὁ ἀπόστολος· «θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε». λέγει δὲ καὶ ὅτι «θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς. εἰ δέ τις ἐποικοδομεῖ» καὶ τὰ ἑξῆς. οὐκοῦν διὰ τοῦ διδάξαντος ὁ πιστεύων θεμέλιον ἔσχεν τὸν Χριστὸν Ἰησοῦν. ἐποικοδομεῖ δέ τις, εἰ μὲν καλῶς, «χρυσὸν» τῆς ἀληθείας τὰ δόγματα, «ἀργύριον» λόγον σωτήριον, «λίθους τιμίους» οἰκοδομίαν ἐξ ἀρετῶν· εἰ δὲ κακῶς, ἐποικοδομῶν τῷ Ἰησοῦ πονηρά, λέγω «ξύλα, χόρτον, καλάμην», πῶς οὐκ ἀσεβεῖ; ἐφ' ὃν ἔρχεται τὸ οὐαί, ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης. ὁ ποιῶν ὑψηλὸν οἰκοδόμημα, οὐ κατὰ λόγον δὲ θεοῦ καὶ ἀλήθειαν, οὐκ ἐν κρίματι ὑπερῷα ποιεῖ. ἀναλόγως νόει καὶ τοὺς διδάσκον τας ἢ ἀλήθειαν ἢ «ψευδώνυμον γνῶσιν». οἷον Παῦλος μὲν οἰκίαν τὴν ἐκκλησίαν οἰκοδομεῖ μετὰ δικαιοσύνης, ὑπερῷα δὲ Τιμό θεον καὶ Λουκᾶν καὶ τοὺς τοιούτους ἐν κρίματι. 13 Εἴποις δ' ἂν καὶ περὶ τῶν ψευδοδιδασκάλων ἀκολούθως τοῖς πρόσθεν εἰρῆσθαι. ὡς γάρ φησιν ὁ Σολομῶν· «ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει, καὶ ἐλεύσεται εἰς παγίδα θανάτου». οἱ γὰρ τοιοῦτοι οἰκοδομοῦσιν ἑαυτοῖς οἰκίας ὀνόματι ἐκκλησίας, ἥτις ἐστὶ «πονηρευομένων», πρὸς οὓς λέγεται μετ' εἰ ρωνείας· ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥι πιστά· ἐν οἷς ᾠήθησαν ἀναψυχὴν ᾠκοδομηκέναι. διὰ δὲ τῶν θυ ρίδων οἴει πεφωτικέναι φωτὶ γνώσεως τὰ οἰκοδομήματά σου, καὶ ἀσήπτοις ξύλοις εἰς τὴν οἰκοδομὴν τῆς οἰκίας κεχρῆσθαι, καὶ χρίεις διὰ μίλτου μιμούμενος τὸ