Fragmenta in Jeremiam 1 Ὁ γὰρ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς». ὡς πρὸς μὴ ὄντα γὰρ ἐν ὁδοῖς ψεκταῖς

 λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ' εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκ γε

 αἷμα Χριστοῦ. ἀλλ' οὐ βασιλεύσεις, εἰ καὶ παρωξύνθης ἐν κέδρῳ τοῦ πατρός σου. κέδρος ὁ πα τὴρ τοῦ ἁμαρτωλοῦ, δένδρον τι ὑψηλόν, ὑπερήφανον, ἀντικείμεν

 ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν», ὁ καὶ λέγων· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». 18 Ὡς γὰρ τῆς ἡμετέρας ψυ

 ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χρηστοῖς («μικρὰ» γὰρ «ζύμη ὅλον τὸ φύραμα ζυμοῖ») οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέενν

 ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασι

 ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα». 29 Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἃ δεῖ παθεῖν

 ποιήσασθαι. 34 Ὅσους τις ἔχει λογισμοὺς ἀνθεστηκότας θεοσεβείᾳ, πολλοί εἰσι Βαβυλώνιοι· οὓς ἀναιρετέον ἁμαρτωλοὺς ὄντας τῆς γῆς. ἐξ ὧν ὁ καθαρεύσας ἐν

 ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλο λατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέ μου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰο

 μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν

 θυγατέρας δὲ τὰς πράξεις. 49 Ταραττομένης γὰρ Ἱερουσαλὴμ ἐπικειμένου τοῦ Βαβυλωνίου, οἷον εἰκὸς ἐπὶ προγνώσει κατέφευγον τὸ μέλλον εἰδέναι βουλόμενοι.

 ὅστις δαμάλεις ποιήσας ἀπέστησεν ἀπὸ τῆς τοῦ θεοῦ λατρείας τὰς δέκα φυλάς. ἐφ' οἷς εἰκότως μετανοοῦντες ὠδύροντο καὶ τῇ ἁλώσει παιδευθέντες ἐβόων· ἐπα

 θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ' ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάται γὰρ ἐ

 ἐνώπιόν σου»· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· «θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων». ἀλλ' εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαίνε

μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν. συστήματα δὲ νῦν τὰς οἰκίας ἔοικε λέγειν· τῇ γὰρ συνεχείᾳ πρὸς ἀλλήλας συνί σταντο. διὸ ἐπιφέρει· οἱ οἶκοι βασιλέως Βαβυλῶνος καὶ τὰ ἑξῆς· ἤγουν ἀπὸ τῶν ἐν αὐτοῖς συνισταμένων τὰ φρούρια. 45 Τὸ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυ νοῦσι Σύμμαχος ἔφη· καὶ σειρώσουσιν αὐτὸν καὶ τὰ σκεύη αὐ τοῦ ἐκκενώσουσιν. ἐνέμεινε γὰρ τῇ τροπῇ τοῦ οἴνου, δηλῶν ὡς τῶν ἀγαθῶν κενωθήσεται. οὐκ ἀγαθὴ τοίνυν ἡ εὐθηνία τοῖς ἀλαζόσιν, ὡς οὐδὲ τῷ ἐν ᾅδῃ πλουσίῳ, δι' ἣν ἐκολάζετο. τὰ δὲ κεράσματα ὡς ἐπὶ οἴνου ῥηθέντα, Ἀκύλας ἐξέδωκεν κέρατα, ὅπερ ἀρχαῖον πο τηρίου ἐτύγχανεν εἶδος (κέρασι γὰρ ἔπινον), ὅθεν καὶ τὸ κεράσαι λέγειν παρέμεινεν. ἀγγεῖα μὲν οὖν αἱ πόλεις, τὰ δὲ ἔνδον ἄνθρω ποί τε καὶ πλοῦτος· ὡς τοὺς μὲν ἀπήγαγον, τὰς δὲ ἐνέπρησαν. καταισχύνει δὲ τὰς ἐπὶ δαίμοσιν ἐλπίδας ἡ συμφορά· «ἡ δὲ» ἐπὶ θεὸν «ἐλπὶς οὐ καταισχύνει». ἐν δὲ τῇ Βαιθὴλ ἔστησε τὰς δαμάλεις ὁ Ἱεροβοὰμ ἐν τῇ Σαμαρείᾳ. οὐχ ὁ λέγων δὲ ἰσχυρὸς εἶναι σῴ ζεται. «οὐ» γὰρ «σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν». ἡμέρα δὲ Μωὰβ τῆς κολάσεως ὁ καιρός, πονηρία δὲ τὰ καταληψόμενα τοῦτον ἐπίπονα. ἀξιοῖ δὲ τοὺς κύκλῳ πάντας ἐπεμβαίνειν αὐτῷ· τοῦτο γὰρ τὸ κινήσατε, δηλονότι πρὸς αἰσχύνην καὶ λύπην, «ὑπερη φάνοις γὰρ ὁ θεὸς ἀντιτάσσεται». 46 Ἐπιχείριον ἢ τὸ σκῆπτρον παρίστησιν ἢ τοὺς ὑπὸ τὴν ἀρχὴν ἢ τοὺς μισθωτούς· ἐπίχειρα γὰρ ὁ μισθός. 47 Ἐπικροτήσει ταῖς χερσίν, αἷς ἐπιχαίρων τῷ Ἰσραὴλ καὶ κατὰ θεοῦ θρασυνόμενος ἐπεκρότει. οἱ δὲ «τοῖς ὀχυρώμασι πε ποιθότες» τῶν πόλεων, ταύτας ἀφέντες ἐν πέτραις ᾤκουν παρα κειμέναις ταῖς φάραγξιν, μιμούμενοι περιστερὰς κατὰ τὴν ἀσέλγειαν καὶ κατὰ τὴν ἄνοιαν. ἐμφωλεύουσι γὰρ ἔσθ' ὅτε τόποις, ἐξ ὧν οἱ βουλόμενοι ῥᾳδίως ἀφαιροῦνται τοὺς νεοττούς. ἀσελγὴς δὲ καὶ ὁ τελούμενος τῷ Βεελφεγὸρ καὶ ἄνους ὁ τοῖς ἀνωφελέσι καὶ ματαίοις εἰδώλοις προσκείμενος· ὁποῖος ἦν ὁ Μωάβ. «εἶπε» γὰρ «ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός», ἢ καθόλου ἄθεος ὢν ἢ τὸν ὄντως ὄντα θεὸν μηδὲ εἶναι παντελῶς λογιζόμενος. 48 Ἡ Ἱερουσαλήμ, καθὰ πολλάκις εἴρηται, εἰς τὴν ἐκκλησίαν μεταλαμβάνεται, ἥτις ἐστὶ πόλις τοῦ θεοῦ οἰκοδομηθεῖσα ἐκ λίθων ζώντων, ἀφ' ἧς τις ἁμαρτάνων ἐκβάλλεται παραδιδόμενος Ναβουχο δονόσορ, τῷ σατανᾷ. λέγει γὰρ περὶ τοῦ πεπορνευκότος ὁ Παῦλος· «παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου»· καὶ ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ περὶ τῶν βλασφήμων· «οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παι δευθῶσι μὴ βλασφημεῖν». ἴστω δὲ ὁ τῆς Ἱερουσαλὴμ ἐκβληθεὶς ὡς, ἐὰν μὴ ποιήσῃ χρόνον αὐτάρκη πράττων ἔξω τῆς ἐκκλησίας ἃ δεῖ, οὐκ ἐπάνεισιν ἐπὶ τὴν Ἱερουσαλήμ. ἐκβάλλεται δέ τις ἁμαρτά νων, κἂν μὴ ὑπὸ ἀνθρώπων ἐκβληθῇ. δεῖ δὲ αὐτὸν ἔξω γεγονότα μὴ ἀμελεῖν τοῦ οἰκοδομεῖν οἰκίαν καὶ φυτεύειν παραδείσους. ταῦτα γὰρ μὴ ποιῶν μηδὲ πληρώσας τὸν συμβολικὸν ἀριθμὸν «τῶν ἐτῶν τῶν ἑβδομήκοντα» σαββάτου καὶ ἀναπαύσεως ὄντα, οὐκ ἐπάνεισι κοινωνήσων τῇ ἐκκλησίᾳ, μένει δὲ καταδεδικασμένος ἔξω εἶναι τῆς Ἱερουσαλήμ. τί δέ ἐστι τὸ λαβεῖν γυναῖκας, ἐδή λωσεν ὁ περὶ τῆς σοφίας εἰπών· «ταύτην ἐζήτησα νύμφην ἀγαγέ σθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς». δεῖ δὲ ταύτης ἐρᾶν, ὥσπερ ἐν Παροιμίαις Σολομὼν εἰσηγήσατο φήσας· «ἐρά σθητι αὐτῆς, καὶ τηρήσει σε», καὶ «περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε». καὶ ἄλλας δὲ νόει παρὰ τὴν σοφίαν γυναῖκας τὰς λοιπὰς ἀρετάς. οὕτω γὰρ ἐξέσται πολλὰς γυναῖκας λαβεῖν· ἐξ ὧν δεῖ τεκνοποι εῖν, ἀπὸ σοφίας λόγον σοφίας ὡς ἂν καὶ ἄλλους οἰκοδομήσῃς, ἀπὸ σωφροσύνης ἔργα σωφροσύνης ἵνα σώφρονας ποιήσῃς βίῳ καὶ λόγῳ, ἀπὸ δικαιοσύνης ἔργα δικαιοσύνης ἐν κοινωνίᾳ καὶ συναλλάγμασιν. ἀλλὰ καὶ δικαίους διδάσκων τεκνοποιήσεις ἀπὸ δικαιοσύνης, υἱοὺς δὲ ποιήσας ἀπὸ τῶν υἱῶν καὶ θυγατέρας, υἱοὺς μὲν τὰ θεῖα νοήματα καὶ τὰ δόγματα,