Fragmenta in Jeremiam 1 Ὁ γὰρ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς». ὡς πρὸς μὴ ὄντα γὰρ ἐν ὁδοῖς ψεκταῖς

 λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ' εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκ γε

 αἷμα Χριστοῦ. ἀλλ' οὐ βασιλεύσεις, εἰ καὶ παρωξύνθης ἐν κέδρῳ τοῦ πατρός σου. κέδρος ὁ πα τὴρ τοῦ ἁμαρτωλοῦ, δένδρον τι ὑψηλόν, ὑπερήφανον, ἀντικείμεν

 ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν», ὁ καὶ λέγων· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». 18 Ὡς γὰρ τῆς ἡμετέρας ψυ

 ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χρηστοῖς («μικρὰ» γὰρ «ζύμη ὅλον τὸ φύραμα ζυμοῖ») οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέενν

 ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασι

 ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα». 29 Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἃ δεῖ παθεῖν

 ποιήσασθαι. 34 Ὅσους τις ἔχει λογισμοὺς ἀνθεστηκότας θεοσεβείᾳ, πολλοί εἰσι Βαβυλώνιοι· οὓς ἀναιρετέον ἁμαρτωλοὺς ὄντας τῆς γῆς. ἐξ ὧν ὁ καθαρεύσας ἐν

 ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλο λατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέ μου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰο

 μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν

 θυγατέρας δὲ τὰς πράξεις. 49 Ταραττομένης γὰρ Ἱερουσαλὴμ ἐπικειμένου τοῦ Βαβυλωνίου, οἷον εἰκὸς ἐπὶ προγνώσει κατέφευγον τὸ μέλλον εἰδέναι βουλόμενοι.

 ὅστις δαμάλεις ποιήσας ἀπέστησεν ἀπὸ τῆς τοῦ θεοῦ λατρείας τὰς δέκα φυλάς. ἐφ' οἷς εἰκότως μετανοοῦντες ὠδύροντο καὶ τῇ ἁλώσει παιδευθέντες ἐβόων· ἐπα

 θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ' ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάται γὰρ ἐ

 ἐνώπιόν σου»· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· «θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων». ἀλλ' εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαίνε

ὅστις δαμάλεις ποιήσας ἀπέστησεν ἀπὸ τῆς τοῦ θεοῦ λατρείας τὰς δέκα φυλάς. ἐφ' οἷς εἰκότως μετανοοῦντες ὠδύροντο καὶ τῇ ἁλώσει παιδευθέντες ἐβόων· ἐπαίδευσάς με, κύριε, καὶ ἐπαιδεύθην. οἷα γάρ τις μόσχος ἀποσκιρτήσας τοῦ βουκολίου, τῆς σῆς ἀπέστην νομῆς, καὶ δέομαι τῆς σῆς βοηθείας. σοῦ γὰρ μὴ δυναμοῦντος, ἀτονῶ πρὸς ἐπιστροφήν· δέον δέ με μετανοεῖν πρὶν ἁλῶ καὶ πειθαρχεῖν σου τοῖς προφήταις, μετὰ τὴν ἅλωσιν μετε νόησα. γνοὺς δὲ στενάζει· πῶς γὰρ ἄν τις ἀγνοῶν ὡς ἁμαρ τάνει στενάξειεν, ἄξια πράξας αἰσχύνης ἐν ἁμαρτήμασιν καὶ μά λιστα ταῖς ἀσελγείαις; τοσοῦτον δὲ μετενόησα, ὡς ἄλλοις ὑποδεῖξαί σε. μεγάλη τοῦ Ἐφραῒμ ἡ μετάνοια, ὥστε τὸν θεὸν ἀναλαβεῖν ἐκ στόματος αὐτοῦ τοὺς λόγους τῆς ἐξομολογήσεως, αὐτὸν δὲ ἀκοῦσαι φωνῆς τῆς λεγούσης· ἐκ νεότητός μου υἱὸς ἀγαπητὸς εἶ, Ἐφραΐμ. 58 Πάντας ἀνθρώπους εἶχε Ναβουχοδονόσορ τις Ἀσσύριος, ἀφ' οὗ Χριστὸς ἡμᾶς ἐλυτρώσατο. διὸ Ματθαῖος ἐξ Ἡσαΐου φησίν· «κηρύξαι αἰχμαλώτοις ἄφεσιν»· οὐ γὰρ καθ' ἱστορίαν αἰχμαλώτοις ἐκήρυξεν. αὐτὸς δὲ καὶ τὸ δίκαιον καὶ ἅγιον ὄρος· ἀψύχῳ γὰρ πῶς ἂν ἁρμόσειεν; εἰ δὲ ἐν αὐτῷ ἐσμεν κατὰ τὸ «καὶ ὑμεῖς ἐν ἐμοί», οἰκοδομήσωμεν ἐν τῷ δικαίῳ ὄρει. τοῦτο δὲ ποιεῖ τις ἐν Ἰουδαίᾳ γενόμενος, ὃ ἑρμηνεύεται Ἐξομολογουμένη, τῷ θεῷ ἐξομολογούμενος τὰς ἁμαρτίας καὶ εὐχαριστῶν· «λέγε» γὰρ «σὺ πρῶτος τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς». εἰσὶ γάρ τινες πόλεις τοῦ θεοῦ καὶ οἰκοδομαὶ καὶ γεώργια αὐτοῦ· καὶ γὰρ ὁ Παῦλός φησι· «θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε». ἐν ᾧ γὰρ οἰκοδομεῖται τὰ περὶ τοῦ θεοῦ μυστήρια καὶ ἄρρητα δόγματα, ἐν τούτῳ ναός ἐστι τοῦ θεοῦ καὶ τὰ ἅγια τῶν ἁγίων, καὶ ὅλης οὗτος τῆς Ἰουδαίας μητρόπολις. 59 ∆οκεῖ τὸ οὐκ ἀποδοκιμῶ τὸν Ἰσραὴλ ἐναντίον εἶναι τῷ πρὸς αὐτοὺς λέγοντι· καὶ τὸ γένος Ἰσραὴλ παύσεται. μή ποτε τοίνυν τὸ μὲν περὶ τοῦ σαρκικοῦ λέλεκται, τὸ δὲ περὶ τοῦ πνευματικοῦ Ἰσραήλ. πλὴν ἡ οὐκ ἀπόφασις προσκειμένη τῷ ἀπο δοκιμῶ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὐκ ἔστιν, ἀλλὰ παρὰ τοῖς Ἑβδομήκοντα. νοήσεις δὲ καὶ οὕτως, ὅτι νῦν μὲν ἀποδοκιμῶ, ἐὰν δὲ ὑψωθῇ οὐκ ἀποδοκιμῶ. 60 Ἐν φυλακῇ πάντες ἐσμέν, καὶ μάλιστα πειραζόμενοι. τότε κτᾶταί τις ἀγρόν, ἀλλ' οὐ τῆς φυλακῆς ἐξελθών· ἡ δὲ κτῆσις βουλήματι θεοῦ τοῖς καλῶς ἀγωνιζομένοις. ἀδελφοὶ δὲ Χελκίας ὁ τοῦ Ἱερεμίου πατὴρ καὶ Ἀναμεήλ, ἄμφω παῖδες ὄντες Σαλώμ. ἀδελφῶν γὰρ πρᾶγμα καὶ εἰρήνη καὶ μερὶς θεοῦ· Χελκίας γὰρ ἑρ μηνεύεται Μερὶς θεοῦ, Σαλὼμ δὲ Εἰρήνη. καρπὸς δὲ τῆς μερίδος τοῦ θεοῦ Μετεωρισμὸς θεοῦ· οὕτω γὰρ Ἱερεμίας ἑρμηνεύεται. καρ πὸς δὲ τῆς εἰρήνης Χάρις θεοῦ· τοῦτο γὰρ δηλοῖ τὸ Ἀναμεήλ. οὐ κοῦν ἡ χάρις τοῦ θεοῦ εἰρήνης γέννημα τυγχάνουσα προσφέρει τῷ ἐν φυλακῇ προφήτῃ τὸν ἴδιον ἀγρὸν κατὰ πρόσταγμα τοῦ θεοῦ. 61 Οὗτος ποιεῖ βιβλίον κτήσεως, ὅπερ ἴσως ἐστὶν αἱ νοή σεις, αἱ μνῆμαι, τὰ δόγματα, δι' ὧν κεκτήμεθα τὸν ἀγρόν, τουτέστι τῆς πολιτείας τοὺς πόνους. δεῖ γὰρ τὸν πράξοντα δικαιοσύνην προ ειδέναι περὶ δικαιοσύνης, ὅπερ λεγέσθω καὶ περὶ τῶν λοιπῶν ἀρε τῶν. φροντίζει δὲ θεὸς ἐν ἀγγείῳ τὸ βιβλίον βληθῆναι πρὸς διαμονὴν πλείονα. «ἔχομεν» γὰρ «τὸν θησαυρὸν τοῦτον ἐν ὀστρα κίνοις σκεύεσιν», ἢ τοῖς ἡμετέροις ἀγγείοις, ἢ τῷ εὐτελεῖ τῆς γραφικῆς λέξεως. ὅθεν ὁ «ἄρχων ἠπάτηται τοῦ κόσμου τούτου», καταφρονή σας τοῦ λόγου τῆς θεοσεβείας, ἐπεὶ μὴ ἦν ἐν χρυσοῖς σκεύεσι κε καλλωπισμένοις λέξει καὶ πιθανότητι φράσεως· διὸ καὶ πλείους ἡ μέρας διέμεινεν. «ὁ λόγος» γὰρ «καὶ τὸ κήρυγμά μου», φησὶν ὁ ἔχων τὸ βιβλίον τῆς κτήσεως, «οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως». τὸ ἐνταλθὲν δὲ ποιήσας Ἱερεμίας εὐχαριστεῖ τῷ θεῷ. ὅρα δὲ τὴν ὑπακοὴν τοῦ προφήτου πρὸ τοῦ φαινομένου συμφέροντος, ὅπερ ἐπάγει, προθεσπίζων τῆς γῆς τὴν ἀνάκτησιν. ἡ γὰρ δι' ἔργων προφητεία τὸ ἀκουστὸν καθί στησιν ὁρατὸν καὶ τὸ μέλλον οἱονεὶ παρόν, ἐν τῷ μέρει δηλοῦσα τὸ ὅλον. 62 Οὐ πιθανὸν τὸν προφήτην τοσαύτην εὐχαριστίαν προσάγειν ἐπὶ τῷ «δέκα καὶ ἑπτὰ σίκλων» ἐωνημένῳ χωρίῳ, τὸν «ἐκ μή τρας ἁγιασθέντα» καὶ