Fragmenta in Jeremiam 1 Ὁ γὰρ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς». ὡς πρὸς μὴ ὄντα γὰρ ἐν ὁδοῖς ψεκταῖς

 λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ' εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκ γε

 αἷμα Χριστοῦ. ἀλλ' οὐ βασιλεύσεις, εἰ καὶ παρωξύνθης ἐν κέδρῳ τοῦ πατρός σου. κέδρος ὁ πα τὴρ τοῦ ἁμαρτωλοῦ, δένδρον τι ὑψηλόν, ὑπερήφανον, ἀντικείμεν

 ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν», ὁ καὶ λέγων· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». 18 Ὡς γὰρ τῆς ἡμετέρας ψυ

 ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χρηστοῖς («μικρὰ» γὰρ «ζύμη ὅλον τὸ φύραμα ζυμοῖ») οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέενν

 ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασι

 ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα». 29 Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἃ δεῖ παθεῖν

 ποιήσασθαι. 34 Ὅσους τις ἔχει λογισμοὺς ἀνθεστηκότας θεοσεβείᾳ, πολλοί εἰσι Βαβυλώνιοι· οὓς ἀναιρετέον ἁμαρτωλοὺς ὄντας τῆς γῆς. ἐξ ὧν ὁ καθαρεύσας ἐν

 ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλο λατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέ μου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰο

 μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν

 θυγατέρας δὲ τὰς πράξεις. 49 Ταραττομένης γὰρ Ἱερουσαλὴμ ἐπικειμένου τοῦ Βαβυλωνίου, οἷον εἰκὸς ἐπὶ προγνώσει κατέφευγον τὸ μέλλον εἰδέναι βουλόμενοι.

 ὅστις δαμάλεις ποιήσας ἀπέστησεν ἀπὸ τῆς τοῦ θεοῦ λατρείας τὰς δέκα φυλάς. ἐφ' οἷς εἰκότως μετανοοῦντες ὠδύροντο καὶ τῇ ἁλώσει παιδευθέντες ἐβόων· ἐπα

 θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ' ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάται γὰρ ἐ

 ἐνώπιόν σου»· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· «θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων». ἀλλ' εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαίνε

ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλο λατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέ μου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰούδα πολέμων ἔμπειροι ἄνδρες, ἀνθ' ὧν ἀπειλεῖ μηδενὸς ποιεῖσθαι φειδώ. 40 Ἀναβάται ἵππων οἱ δαίμονες οἱ ταῖς σαρκικαῖς ἡδοναῖς ἐπικαθήμενοι· καὶ πάλαι γὰρ τῆς Αἰγύπτου «ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», οὗτοι δὲ ζευγνύντες ἐν ἡμῖν διάφορα πάθη, ταῖς τέτρασιν ἀρεταῖς ἀντικείμενα, κατασκευάζουσιν ἅρματα. καὶ ὁ μὲν θυμώδης καὶ πρὸς κακίαν ἐρρωμένος, ἀνήρ· ὁ δὲ πρὸς ἡδονὰς λελυμένος, γυνή· καὶ πρεσβύτης μὲν ὁ «πεπαλαιωμένος κακῶν ἡμερῶν»· νεανίσκοι δέ, περὶ ὧν Ἡσαΐας φησί· «πεινάσουσι νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται»· καὶ τοὐ ναντίον· «οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτερο φυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν». τοὺς ἐκλεκ τοὺς δὲ νῦν ἐν κακίᾳ φησίν, ὁποῖόν ἐστι τὸ «καὶ τὰ βρώματα αὐ τοῦ ἐκλεκτά»· κατ' ἀρετήν τε ὄντες ἐκλεκτοὶ ὑπὸ τοῦ Ναβουχο δονόσορ καταπίνονται. ἔσχε δὲ καὶ παρθένους, τὰς μὲν Ἑστιακάς, τὰς δὲ Πυθίας, τὰς δὲ ἄλλας. καὶ ψυχὴ δὲ μὴ δεξαμένη τὸν θεῖον σπόρον, παρθένος ἐστὶν αὐτῷ. ἔχει δὲ καὶ ποιμένας κακῇ δι δασκαλίᾳ τοὺς ἑπομένους παιδεύοντας· ἀλλὰ καὶ γεωργοὺς τοὺς «τὰ ζιζάνια» σπείροντας, καὶ γεωργοῦντας «ἀκάνθας τε καὶ τριβόλους», τὰς βιωτικὰς ἐν ἀνθρώποις μερίμνας. ἔχει καὶ ἡγεμόνας ἐν κακίᾳ καὶ ἄρχοντας, καὶ μάλιστα «πρὸς οὓς ἡμῖν ἐστιν ἡ πάλη, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας». τούτοις οὖν πᾶσιν ὁ θεὸς ἀποδίδωσιν ἐνώπιον τῶν ἔναγχος εἰρηκότων· «δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ μεγαλεῖα τοῦ θεοῦ». 41 Ὄρος τὴν Βαβυλῶνα διὰ τὸ τῆς βασιλείας ὕψος καλεῖ· ὅπερ ἦν ἐξ εἰδωλολατρείας καὶ τῶν ἀδίκων ἔργων, δι' ὧν διέ φθειρε τοὺς ἄλλους, διεφθαρμένον. ἦν δὲ καὶ ἐφ' ὕψους ἡ πόλις διὰ τὸν παρακείμενον ποταμόν, ἐξ οὗ τινες ἀναβαθμοὶ πρὸς τὴν πόλιν ἀνέφερον, διμερῆ τε οὖσαν καὶ ἐξ ἑκατέρας ὄχθης παρακει μένην τῷ ποταμῷ, πρὸς τῷ καὶ εἶναι τὰ τείχη τῆς πόλεως ὑψηλό τατα. χεῖρα δέ, τὴν τιμωρητικὴν δύναμιν τὴν τῆς ἰδίας αὐτὴν ὡς ἐκ πετρῶν τινῶν καθαιροῦσαν ἀσφαλείας τε καὶ φρουρᾶς. εἰς ἄχρηστον δὲ καὶ τοὺς λίθους αὐτῆς διὰ τὸ πῦρ ἀφανίζουσαν, ὡς μὴ συνί στασθαι λίθον πρὸς στερροτέραν οἰκοδομίαν. ἀναγωγῆς δὲ λόγῳ καὶ ὁ διάβολος ὄρος ὠνόμασται, ὡς ἐν τῷ Ζαχαρίᾳ· «τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ;» καὶ περὶ τοῦ ἔχοντος «κωφὸν καὶ ἄλαλον» δαιμόνιον ἔλεγεν ὁ σωτήρ· «ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι, καὶ μεταβήσεται». ὄρος οὖν ὁ διάβολος ἀπὸ τῆς ἰδίας διεφθαρμένον κακίας καὶ δια φθεῖρον τοὺς ὅσοι φρονοῦσι τὰ γήϊνα. 42 Τὸ ἁγιάσατε ἔθνη ἀντὶ τοῦ ἀφορίσατε· ἁγιασμὸς γὰρ ἡ θεοῦ ὑπηρεσία, κἂν ᾖ τιμωρητικὴ καὶ βέβηλος ὁ πρὸς ταύτην ἀφωρισμένος· ὁποῖος ἦν ὁ Κῦρος, πρὸς ὅν φησι διὰ Ἡσαΐου· «σὺ δὲ οὐκ ἔγνως με». τινὰ δὲ τῶν <κατὰ> Βαβυλῶνος στρατευσάντων ἐκάλεσεν ἔθνη, ἐν οἷς Ἀραρὰτ τοὺς Ἀρμενίους καλεῖ. 43 Ἐσείσθη δὲ ἡ γῆ, τῶν ἐπ' αὐτῆς ἀνθρώπων ἐν τοῖς προάγουσι χρόνοις παγίως ἱδρυμένων καὶ βεβαιότητα ἐχόντων ἐν αἷς ἦσαν δυναστείαις τε καὶ βασιλείαις; τὰ δὲ νῦν μεταβολὴν πονηρὰν καὶ ἐπώδυνον δεχομένων τὴν ἐρημίαν. καὶ πᾶσα δὲ διάνοια Βαβυ λωνίαν γῆν ἐσχηκυῖα ἐκ τῆς πρὸς τὴν τοιαύτην ἀσέβειαν καὶ Σύγ χυσιν προσπαθείας σειομένη ἀποβάλλει τὴν τοιαύτην διάθεσιν ἐπὶ τῷ πνευματικὴν καὶ ἐπουράνιον ἕξιν ἀναλαβεῖν. 44 Θεὸς γὰρ ἦν ὁ τοῦτο ποιῶν, ὁ καὶ διὰ Ἡσαΐου πρὸς Κῦρον εἰπών· «ἐγὼ δὲ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω». καὶ παρὰ τοῖς ἔξω γὰρ τοιαύτας ἔχειν ἱστόρηται πύλας ἡ Βαβυλών, καὶ ἐκ τῶν εἰς τὸν ποταμὸν μέσον ὄντα καταβάσεων ἑαλωκέναι, μέρους ἑκατέρου συναπτομένου γεφύραις παρὰ τὰς ἀναγούσας ἐπὶ τὴν πόλιν ἀνόδους, πρὸς ἑκάτερον μέρος διῃρημένης τῆς πόλεως. καί φησιν ἡ ἱστορία, ὡς τῶν παρ' ἔσχατα τῆς πόλεως ἁλισκομένων οἱ ἄλλοι πανήγυριν ἄγοντες διὰ τὸ