347
στόματί σου θύραν καὶ μοχλόν. Οὗτος δὲ ἐπειδὴ σφόδρα δύσκολον ὂν οἶδε τὸ πρᾶγμα, καὶ εὐχὰς προστίθησι, καὶ τὸν Θεὸν εἰς τὴν συμμαχίαν ταύτην καλεῖ. Μᾶλλον δὲ καὶ ἐκεῖνος τὸ αὐτὸ τοῦτο αἰνίττεται, ὡς ὅταν λέγῃ· Τίς δώσει ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον; ∆εῖ μὲν γὰρ καὶ τὰ παρ' ἡμῶν εἰσφέρειν· διὸ δὴ καὶ ἐν τάξει προστάγματος αὐτὸ τέθεικε λέγων· Ποίησον θύραν καὶ μοχλόν. ∆εῖ δὲ καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν καλεῖν, ἵνα καὶ ἡ ἡμετέρα σπουδὴ εἰς ἔργον γένηται. Φυλάττωμεν τοίνυν τὸ στόμα διηνεκῶς, κλεῖν αὐτῷ τὸν λογισμὸν ἐπιτιθέντες, οὐχ ἵνα διηνεκῶς ᾖ κεκλεισμένον, ἀλλ' ἵνα κατὰ καιρὸν ἀνοίγηται τὸν προσήκοντα. Ἔστι γὰρ ὅτε ἡ σιγὴ μᾶλλον ὠφέλησε λαλιᾶς, ὥσπερ καὶ λαλιὰ μᾶλλον σιγῆς. ∆ιὰ δὴ τοῦτο καὶ ὁ σοφώτατος ἐκεῖνος ἔλεγε· Καιρὸς τοῦ σιγῆσαι, καὶ και 55.433 ρὸς τοῦ λαλῆσαι. Εἰ γὰρ διαπαντὸς ἀνεῷχθαι ἔδει, οὐκ ἂν ἐγένοντο θύραι· εἰ δὲ διαπαντὸς κεκλεῖσθαι ἐχρῆν, οὐκ ἔδει φυλακῆς. Τὸ γὰρ κεκλεισμένον τί ἄν τις φυλάξειεν; Ἀλλὰ διὰ τοῦτο θύρα καὶ φυλακὴ, ἵνα καιρῷ ἐπιτηδείῳ ἕκαστα ἐργαζώμεθα. Ἕτερος δέ φησι, Ζυγὸν καὶ σταθμὸν ποίησαι τῇ σαυτοῦ γλώττῃ, πλείονα ἀκρίβειαν ἀπαιτῶν, ἵνα μὴ μόνον ἐκφέρωμεν ῥήματα ἃ δεῖ, ἀλλὰ καὶ μετὰ τῆς προσηκούσης ἀκριβείας σταθμίζοντες, ὡς ἂν εἴποι τις, καὶ διερευνώμενοι. Εἰ γὰρ ἐπὶ χρυσοῦ τοῦτο ποιοῦμεν, καὶ ὕλης ἀπολλυμένης, πολλῷ μᾶλλον ἐπὶ ῥημάτων ποιεῖν δεῖ, ὥστε μηδὲν ὑστερεῖν, ἢ περιττεύειν. ∆ιὸ καί τίς φησι· Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Εἶδες καιρὸν ἐξόδου; Ἕτερος δὲ καιρὸν σιγῆς λέγων, φησίν· Εἰ ἔστι σοι λόγος, ἀποκρίθητι· εἰ δὲ μὴ, ἔστω ἡ χείρ σου ἐπὶ τῷ στόματί σου. Καὶ πάλιν, Ὁ πλεονάζων ἐν λόγῳ, μισηθήσεται. Καὶ, Κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. Ἤκουσας λόγον; Ἐναποθανέτω σοι. Θάρσει, οὐ μή σε ῥήξει. Καὶ πάλιν, Ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Εἶτα καὶ περὶ μέτρου· Λάλησον, νεανίσκε, εἰ χρεία σοι, μόλις δίς· ἐὰν ἐπερωτηθῇς, κεφαλαίωσον ἐν ὀλίγοις πολλά. Πολλῆς γὰρ χρεία ἐπιστασίας τῶν λογισμῶν, ὥστε τῇ ἐξουσίᾳ τῆς γλώττης μετὰ πολλῆς κεχρῆσθαι τῆς ἀσφαλείας. ∆ιὸ καὶ πάλιν ἔλεγεν· Ἔστιν ἔλεγχος, καὶ οὐκ ἔστιν ὡραῖος· καὶ ἔστι τις σιγῶν καὶ εὑρισκόμενος σοφός. Οὐ γὰρ δὴ μόνον σιγᾷν δεῖ, καὶ φθέγγεσθαι εὐκαίρως, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς χάριτος. ∆ιὸ καὶ Παῦλος ἔλεγεν, Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἐπὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἐννόησον ὅτι τοῦτό ἐστι τὸ μέλος, δι' οὗ ὁμιλοῦμεν τῷ Θεῷ, δι' οὗ τὴν εὐφημίαν ἀναφέρομεν. Τοῦτό ἐστι τὸ μέλος, δι' οὗ τὴν φρικτὴν θυσίαν ὑποδεχόμεθα. Ἴσασιν οἱ πιστοὶ τὸ λεγόμενον. ∆ιὸ καὶ κατηγορίας ἁπάσης αὐτὸ καθαρὸν εἶναι χρὴ, καὶ λοιδορίας, καὶ αἰσχρολογίας, καὶ συκοφαντίας· κἂν ἀσελγής τις λογισμὸς ἐκβιάζηται, ἀποπνίγειν αὐτὸν ἔνδον χρὴ, καὶ μὴ ἐᾷν εἰς ῥήματα ἐκφέρεσθαι· κἂν μικροψυχία τις ἀποδυσπετεῖν σε παρασκευάζῃ, καὶ ταύτην ἀναξηραίνειν τὴν ῥίζαν, καὶ ἀσφαλῆ τὴν θύραν ἔχειν, καὶ ἀκριβῆ τὴν φυλακήν· καὶ τὰ πονηρὰ βουλεύματα μήτε ἐᾷν τίκτεσθαι, καὶ τικτόμενα ἀποπνίγειν ἔνδον, καὶ καταξηραίνειν τὴν ῥίζαν. εʹ. Τοιαύτην εἶχε φυλακὴν ὁ Ἰώβ· διὰ τοῦτο οὐδὲν ἐξήνεγκε ῥῆμα ἀπηχὲς, ἀλλ' ἐπὶ πλέον μὲν ἐσίγα· 55.434 ὅτε δὲ καὶ φθέγξασθαι ἔδει πρὸς τὴν γυναῖκα, ἐφθέγξατο τὰ φιλοσοφίας γέμοντα ῥήματα. Τότε γὰρ δεῖ φθέγγεσθαι μόνον, ὅταν τῆς σιγῆς τὰ λεγόμενα χρησιμώτερα ᾖ. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν ἄνθρωποι, δώσουσιν ὑπὲρ αὐτοῦ λόγον. Καὶ ὁ Παῦλος· Λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Πῶς δ' ἂν γένοιτο ἀσφαλὴς αὕτη ἡ θύρα, καὶ ἡ φυλακὴ ἀκριβὴς, ἄκουσον ἑτέρου λέγοντος· Πᾶσα διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου.