341
ἀπώλοντο, δεῖξον, καὶ ποῦ αὐτὸ τοῦτο συνέβη, εἰπέ. Ἐπὶ τῶν ἀδελφῶν τοῦ Ἰωσήφ. Βουλόμενοι γὰρ αὐτὸν ποιῆσαι δοῦλον καὶ ἀπολέσαι, περὶ τῶν ἐσχάτων αὐτοὶ ἐκινδύνευσαν. Καίτοι καὶ εἰς δουλείαν καὶ εἰς θάνατον τό γε αὐτῶν ἐνέπεσε μέρος. Καὶ ὁ Ἀβεσσαλὼμ βουλόμενος διὰ τῆς τυραννίδος ἀπολέσαι τὸν πατέρα, διὰ ταύτης αὐτὸς ἑάλω. Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρός· ἐν πυρὶ καταβαλεῖς αὐτούς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἱκανὴ μὲν καὶ αὐτὴ ἡ πονηρία διαφθεῖραι τοὺς κυκλοῦντας αὐτήν· μετὰ δὲ ταύτης καὶ τὴν θεήλατον ὑποστήσονται ὀργήν. Ἄνθρακας δὲ πυρὸς ἐνταῦθα καὶ πῦρ τὴν ἄνωθεν λέγει φερομένην τιμωρίαν. Πολλάκις δὲ καὶ ἐπ' αὐτοῦ τοῦ πυρὸς γέγονεν, ὡς ἐπὶ τοῦ ∆αθὰν, καὶ Κορὲ, καὶ Ἀβειρὼν, καὶ ἐπὶ τῶν κυκλωσάντων τὴν κάμινον τὴν Βαβυλωνίαν. Ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑποστῶσιν. Ἕτερος, Πεσοῦνται εἰς βοθύνους, μήποτε ἀναστῶσιν. Ἄλλος, Ἐσπευσμένως, καὶ οὐ μὴ ἀνασταῖεν. Κατὰ μὲν οὖν τὸν ἕνα ἑρμηνευτὴν τοιοῦτόν τί ἐστι τὸ λεγόμενον· οὕτως αὐτοὺς ἀπόλεσον, ὥστε μηκέτι ἀναστῆναι. Κατὰ δὲ τὸν ἄλλον, Μετὰ πολλοῦ τοῦ τάχους· τοῦτο γάρ ἐστι τὸ, Ἐσπευσμένως. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Εἰπὼν περὶ τῆς ὀργῆς τοῦ Θεοῦ, πάλιν δείκνυσιν, ὅτι καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ κακία ἱκανὴ διαφθεῖραι τοὺς ἔχοντας. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἶδος πονηρίας, τὸ προπετῆ εἶναι, καὶ τῆς γλώττης μὴ κρατεῖν. Γλωσσώδη γὰρ ἐνταῦθα τὸν ὑβριστὴν λέγει, τὸν φλύαρον, τὸν λοίδορον, τὸν συνεχῶς ὑλακτοῦντα, τὸν οὐδὲν κυνὸς ἄμεινον διακείμενον. Εἰπὲ, καὶ τίς ὁ τούτου καρπός. Οὐ κατευθυνθήσεται, φησὶν, ἐπὶ τῆς γῆς. Ἄλλος, Οὐχ ἑδρασθήσεται τουτέστι, περιτραπήσεται, κατενεχθήσεται, ἀπολεῖται. Οὗτος ὁ τοῦ λοιδόρου καρπός· πᾶσι πολέμιος, πᾶσιν ἀηδὴς, πᾶσιν ἐπαχθὴς καὶ φορτικὸς ὁ τοιοῦτος. Ὥσπερ οὖν ὁ μακρόθυμος, καὶ ἐπιεικὴς, καὶ σιγᾷν ἐπιστάμενος, ἀσφαλὴς καὶ βεβηκὼς καὶ πᾶσιν ἐπίχαρις· οὕτως ὁ τοιοῦτος σφαλερὸν μέτεισι βίον, μυρίους πανταχόθεν ἐχθροὺς ἐπισπώμενος, καὶ πρὸ τῶν ἄλλων τὴν ψυχὴν ταράττων τὴν ἑαυτοῦ, καὶ οὐκ ἀφιεὶς εἶναι ἐν ἡσυχία, ἀλλὰ καὶ μηδενὸς ἐνοχλοῦντος, μυρίους πολέμους καὶ θορύβους ἔνδον ἐγείρων. Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Οὕτω καὶ ἄλλος σοφὸς λέγει· Παρανομίαι ἄνδρα ἀγρεύουσιν. Ὅρα πάλιν τὴν κακίαν ἀρκοῦσαν εἰς διαφθορὰν τοῦ ἔχοντος. Ἀλλὰ τίνος ἕνεκεν τὸ τῆς θήρας ἔθηκεν ὄνομα; Ἵνα τὸ ἄφευκτον ἴδῃς, ἵνα, κἂν μὴ παραυτίκα ἐμπέσῃς ἀδικῶν, μὴ θαῤῥήσῃς. Τοιαύτη γὰρ ἡ ἄγρα· οὐκ ἀεὶ ἐπιτυγχάνει, οὐδὲ εὐθέως· ἀλλ' ὅμως κἂν μὴ ἁλῷ τὰ ἄγρια ζῶα καὶ τὰ θηρευόμενα, οὐδὲ οὕτως ἐν ἀσφαλείᾳ τυγχάνει, κἂν μηδέπω τῶν δικτύων ἔνδον γένηται. Οὕτω τοίνυν μηδὲ ψυχὴ θαῤῥείτω ἄδικα πράττουσα, καὶ μηδέπω ἁλοῦσα· ὁτὲ γὰρ δήποτε ἁλώσεται. Εἰ γὰρ βούλει ἐν ἀσφαλείᾳ εἶναι, παῦσαι ταῦτα πράττων, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀδείας. Τί δήποτε δὲ εἶπεν, Εἰς διαφθοράν; Ὅτι πολλοὶ καὶ εἰς σωτηρίαν ἐθηρεύθησαν· ὡς οἱ παρὰ τῶν ἀποστόλων, ὡς οἱ παρὰ τῶν ἁγίων ἀνδρῶν. Ἀλλ' οὐχ οἱ πονηροὶ, 55.426 ὅταν ὑπὸ τῆς κακίας θηρεύωνται· ἀλλ' ἐπ' ἀπωλείᾳ καὶ διαφθορᾷ. Καὶ διὰ τί οὐ παρὰ πόδας τῆς κακίας ἕπεται τὰ τῆς τιμωρίας; ∆ιὰ τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν. Εἰ γὰρ ἐβούλετο τῶν ἁμαρτανόντων ἕκαστον εὐθέως ὑπὸ τὴν τιμωρίαν ἄγειν, προανηρπάσθη ἂν τὸ πλέον γένος τῶν ἀνθρώπων. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. Ἄλλος, Παρὰ τῷ προσώπῳ σου. Ἀντὶ δὲ τοῦ Κατοικήσουσι, ∆ιαμενοῦσιν ἕτερος λέγει, καὶ ἄλλος, Καθεδοῦνται· ἀντὶ δὲ τοῦ Ἔγνων, Οἶδα, Ἐπειδὴ γὰρ εἶπεν, ὅτι θηρεύσει, καὶ ὅτι ἀπολοῦνται, καὶ οὐκ εὐθέως δείκνυσι τὴν τιμωρίαν ἐπαγομένην· ἵνα μηδεὶς διὰ τοῦτο τῶν παχυτέρων ῥᾳθυμότερος γένηται, ἐπήγαγε τὸ, Οἶδα, δεικνὺς ὅτι πάντως ἔσται τοῦτο. Οὐ γὰρ μενεῖ τὰ τῶν ἀδικουμένων