37
σκόπει μοι τὸν Παῦλον. Ἄνθρωπος μὲν γὰρ ἦν καὶ αὐτὸς, ἀλλ' οὕτως αὐτὸν ἐδεδοίκει ὁ λέων οὗτος, ὡς καὶ τὰ ἱμάτια αὐτοῦ καὶ τὰς σκιὰς φεύγειν. Εἰκότως· τὴν γὰρ Χριστοῦ εὐωδίαν ἐξ αὐτοῦ πνέουσαν καὶ ἀνιοῦσαν οὐκ ἔφερε, καὶ πρὸς τὴν λαμπάδα ἀντιβλέψαι οὐκ ἴσχυσε τῆς ἀρετῆς. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου. Πανταχοῦ δεῖ τοῦτο παρατηρεῖν, ὅτι οὐχ ἁπλῶς εὔχεσθαι δεῖ μόνον, ἀλλὰ οὕτως εὔχεσθαι, ὥστε καὶ ἀκούεσθαι. Οὐ γὰρ ἀρκεῖ εὐχὴ τὸ προκείμενον ἀνύσαι, ἐὰν μὴ οὕτως αὐτὴν στείλωμεν ὡς τῷ Θεῷ δοκεῖ. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ηὔξατο, καὶ οὐδὲν ὤνησε, καὶ Ἰουδαῖοι πάλιν ηὔχοντο, ἀλλ' ἀπεστρέφετο ὁ Θεὸς εὐχομένων αὐτῶν· οὐ γὰρ ηὔχοντο, ὡς εὔχεσθαι ἔδει. ∆ιὰ τοῦτο καὶ εὐχὴν ἐκελεύσθημεν εὔχεσθαι τὴν μά 55.85 λιστα ἀκούεσθαι δυναμένην. Τοῦτο καὶ ἐν τῇ πρὸ ταύτης εὐχῇ ἐδήλωσεν, οὐχ ἁπλῶς ἀξιῶν ἀκουσθῆναι, ἀλλὰ μετὰ τοῦ τὰ ἑαυτοῦ εἰσενεγκεῖν. Τίνα δὲ ταῦτα ἦν; Τὸ, Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· τὸ, Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· τὸ, Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τὸ, Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. δʹ. Ταῦτα γὰρ πάντα ἱκανὰ τὸν Θεὸν ἐπισπάσασθαι· θρῆνοι, δάκρυα, στεναγμοὶ, καὶ τὸ τῶν πονηρῶν ἀποπηδᾷν, καὶ τὸ δεδοικέναι καὶ τρέμειν αὐτοῦ τὴν ψῆφον. Καὶ ἀλλαχοῦ ἔλεγεν, Εἰσήκουσεν ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι. Τὸ γὰρ ἀκούεσθαι οὕτω γίνεται· πρῶτον μὲν οὖν, ἐκ τοῦ ἀξίους εἶναι λαβεῖν· ἔπειτα, ἐκ τοῦ κατὰ τοὺς νόμους τοῦ Θεοῦ εὔχεσθαι· τρίτον, ἐκ τοῦ συνεχῶς· τέταρτον, ἐκ τοῦ μηδὲν βιωτικὸν αἰτεῖν· πέμπτον, ἐκ τοῦ τὰ συμφέροντα ζητεῖν· ἕκτον, ἐκ τοῦ τὰ παρ' ἑαυτῶν εἰσφέρειν ἅπαντα. Ὅρα γοῦν πολλοὺς οὕτως ἀκουομένους· τὸν Κορνήλιον ἀπὸ τοῦ βίου· τὴν Συροφοινίκισσαν ἀπὸ τῆς προσεδρείας· τὸν Σολομῶνα ἀπὸ τοῦ τρόπου τῆς αἰτήσεως· Ἀνθ' ὧν γὰρ οὐκ ᾔτησας χρήματα, οὐδὲ ψυχὰς, φησὶν, ἐχθρῶν σου· τὸν τελώνην ἀπὸ τῆς ταπεινοφροσύνης· ἑτέρους ἑτέρωθεν. Ὥσπερ οὖν ἐκ τούτων τὸ ἀκούεσθαι γίνεται, οὕτως ἑτέρωθεν τὸ μὴ ἀκούεσθαι, κἂν δίκαιοι ὦσιν οἱ αἰτοῦντες. Τί γὰρ Παύλου δικαιότερον γέγονεν; Ἀλλ' ἐπειδὴ ἀσύμφορα ᾔτησεν, οὐκ ἠκούσθη. Ὑπὲρ τούτου, φησὶ, τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου. Τί δὲ Μωϋσέως πάλιν δικαιότερον; Ἀλλ' οὐδὲ ἐκεῖνος ἠκούετο, λέγοντος τοῦ Θεοῦ· Ἱκανούσθω σοι. Ἐπειδὴ γὰρ ᾔτει εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθεῖν, ἀσύμφορον δὲ τοῦτο ἦν, οὐκ ἐπέτρεψεν ὁ Θεός. Μετὰ τούτων καὶ ἕτερόν ἐστι τὸ ποιοῦν μὴ ἀκούεσθαι, ὅταν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες εὐχώμεθα. Ὃ καὶ περὶ Ἰουδαίων ἔλεγεν ὁ Θεὸς τῷ Ἱερεμίᾳ· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν; Οὐκ ἀπέστησαν, φησὶ, τῆς ἀσεβείας, καὶ σὺ ὑπὲρ αὐτῶν δέησιν ἀναφέρεις; Ἀλλ' οὐκ εἰσακούσομαί σου. Πάλιν ὅταν κατ' ἐχθρῶν αἰτῶμεν, οὐ μόνον οὐκ ἀκουόμεθα, ἀλλὰ καὶ παροξύνομεν. Φάρμακον γάρ ἐστιν ἡ εὐχή· ἀλλ' ἐὰν μὴ εἰδῶμεν, τὸ φάρμακον πῶς ἐπιτιθέναι χρὴ, οὐδὲ τὴν ὄνησιν αὐτοῦ καρπούμεθα. Ἴδωμεν τοίνυν τί καὶ οὗτος εὐχόμενός φησι· Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο. Τί ἐστιν, Εἰ ἐποίησα τοῦτο; Ὃ πάσχω, φησὶν, εἰ ἐπανέστην πατρὶ, εἰ παρηνόμησα οὕτως. Ἀλλ' οὐδὲ ἐνταῦθα ὀνομαστὶ πάλιν ἀνέχεται τὸν ἀδικήσαντα εἰπεῖν, ἀλλ' ὑπὲρ τοῦ παιδὸς αἰσχύνεται καὶ ἐρυθριᾷ. Οἷον ἂν εἴ τις εὐγενὴς ἄνθρωπος τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην ὁρῶν, μηδὲ ὀνομαστὶ τὸ ἁμάρτημα εἰς τὸ μέσον ἀγαγεῖν καταδέχοιτο· οὕτω δὴ καὶ οὗτος· οὐκ εἶπεν· Εἰ κατεξανέστην τοῦ γεγεννηκότος, εἰ πατραλοίας ἐγενόμην· ἀλλὰ, Εἰ ἐποίησα τοῦτο. Καὶ τί λέγω τοῦτο; φησί. 55.86 Ποία γὰρ ἀρετὴ τὸ μὴ γενέσθαι πατραλοίαν, ὅπερ οὐδὲ ἐν τοῖς θηρίοις ἴδοι τις ἄν; Εἰ ἔστιν ἀδικία ἐν χερσί μου. Οὐ λέγω περὶ τῆς ἀδικίας ταύτης·