46
καὶ ἐπεξέρχεται. Ἄρα καθ' ἑκάστην ἡμέραν τοῦ κολάζεσθαί ἐσμεν ἄξιοι. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ὡς μέγα τι τέθεικε τὸ, Μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἀλλ' ὡς τῶν πραγμάτων μὲν τοῦτο ἀπαιτούντων, τῆς δὲ τοῦ Θεοῦ φιλανθρωπίας ἐπεχούσης τὴν ἀξίαν κόλασιν, τοῦτό φησιν. Εἶδες καὶ ἐνταῦθα πῶς τὸ ἀνεπαχθὲς τοῦ Θεοῦ δείκνυσι, καὶ τὴν κόλασιν ὀργὴν λέγει; Οὐδεὶς γὰρ ὀργὴν ἐπάγει ἄλλῳ, ἀλλὰ τὴν μὲν ὀργὴν αὐτὸς ἔχει, τὴν δὲ κόλασιν ἐπάγει ἑτέρῳ. Οὐδὲν οὖν ἄλλο, ἢ τὴν κόλασιν δηλοῖ τῷ εἰπεῖν, Καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Καὶ πῶς φησι, Καθ' ἑκάστην ἡμέραν; Εἰσελθέτω ἕκαστος εἰς τὸ ἑαυτοῦ συνειδὸς, καὶ τότε ὄψεται. Ἵνα γὰρ παρῶ τὰ ἀπόῤῥητα ἑκάστου ἁμαρτήματα, ταῦτα δὴ τὰ κοινὰ τίς διαφεύξεται; Ποῖα δὴ ταῦτα; Ποία ἐστὶν ἡμέρα, ᾗ μὴ ῥᾳθύμως εὐχόμεθα καὶ μετὰ πολλῆς ὀλιγωρίας; Ὅτι δὲ τοῦτο ὀργῆς ἄξιον, δῆλον ἐντεῦθεν. Εἰπὲ γάρ μοι· εἰ δικαστῇ χασμώμενος προσῆλθες, καὶ διηλέγχθης, οὐκ ἄν σε εὐθέως δίκην ἀπῄτησε, καὶ εἰς τὴν ὑπερορίαν μετέστησε; Ναὶ, φησίν· ἄνθρωπος γάρ ἐστι. Καὶ τί τοῦτο; Ἄνθρωπος μὲν γὰρ ὑβρισθεὶς, οὐκ ἂν εἴη δίκαιος ἀγανακτεῖν· παρὰ γὰρ τοῦ ὁμοτίμου ὑβρίσθη· ὁ δὲ Θεὸς ὑβριζόμενος. δικαίως ἂν ἐπαγάγοι τὴν δίκην. Μείζων γὰρ αὕτη ἡ ἁμαρτία τῆς εἰς ἄνθρωπον. Καὶ ὁ μὲν ἄνθρωπος τὸ ἑαυτοῦ ζητῶν τοῦτο ποιεῖ· ὁ δὲ Θεὸς τὸ σόν. Ὥστε κατὰ τοῦτο, ἄξιον τοῦτο μᾶλλον ἀγανακτήσεως. Οὐ γάρ ἐστιν ἴσον καταφρονεῖν τῶν τὰ ἑαυτῶν ζητούντων, καὶ τοῦ τὰ σά. Τοῦτο γὰρ μείζονος ὀργῆς ἄξιον, ὅταν μηδὲ αἰτεῖν μέλλων τὰ σοὶ συμφέροντα, νήφῃς, Τίς δέ ἐστιν, ὃς οὐχ ὕβρισε τὸν ἀδελφὸν εἰκῆ; Μὴ γάρ μοι εἴπῃς, ὅτι οἰκέτην ὕβρισεν· Ἐν γὰρ Χριστῷ οὐκ ἄρσεν, οὐ θῆλυ, οὐ δοῦλος, οὐκ ἐλεύθερός ἐστι. Τίς πάλιν ὃς οὐ κατηγόρησεν, οὐδὲ ἐψεύσατο; ὃς οὐκ 55.97 εἶδεν ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα; ὃς οὐκ ἐβάσκηνεν; ὃς οὐκ ἐκενοδόξησεν; ὃς οὐκ ἐφθέγξατο ῥῆμα ἀργόν; Πάντα δὲ ταῦτα ὑπὸ κόλασιν κεῖται. Καὶ εἰ μὲν περὶ τὰ βιωτικὰ μὴ ὄντες σπουδαῖοι, μηδὲ ἐν τοῖς πνευματικοῖς ἦμεν, συγγνώμης ἂν ἦμεν ἄξιοι· νῦν δὲ καὶ ταύτης ἀπεστερήμεθα τῆς ἀπολογίας. Καὶ γὰρ ἐν ἐκείνοις μὲν ἐγρηγορότες ἐσμὲν, ἐν τούτοις δὲ ἀναπεπτωκότες. Ὥστε δὲ μὴ ἀκούοντας, ὅτι μακρόθυμος, ῥᾳθυμοτέρους γενέσθαι, ἐπήγαγεν· Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἕτερος δέ φησι, Τὴν μάχαιραν αὐτοῦ ἀκονήσει. Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Ἄλλος φησὶν, Ἐκτενεῖ. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ἄλλος φησὶν, Εἰς τὸ καίειν. ιαʹ. Τί ἐνταῦθα ἐροῦσιν οἱ ἀνθρωπόμορφον τὸν Θεὸν λέγοντες, ἐκ τοῦ λέγεσθαι χεῖρας καὶ πόδας καὶ ὀφθαλμοὺς ἔχειν; Ἆρα τόξα ἄνω, καὶ βέλη, καὶ ἀκόνη, καὶ μάχαιρα, καὶ φαρέτρα; Καὶ μὴν ἄλλος φησίν· Ἐν τῷ ἐπιβλέψαι σε, ταραχθήσονται ἐπὶ σοῦ ὄρη. Καὶ αὐτὸς οὗτος· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Εἰ δὲ ὁρῶν μόνον τὴν γῆν, καὶ λίθων τήκει φύσιν, πολλῷ μᾶλλον ἐπ' ἀνθρώπων τοῦτο δυνήσεται. Τίνος οὖν ἕνεκεν ἀπὸ τοῦ μόνον ἰδεῖν καταστρέψαι δυνάμενος τὴν οἰκουμένην, μᾶλλον δὲ ἀπὸ τοῦ ἐθελῆσαι μόνον ὁ γὰρ θελήματι μόνον ποιήσας αὐτὴν, εὔδηλον ὅτι καὶ θελήματι μόνῳ ἀνελεῖν δύναται, λέγεται ῥομφαίαν ἔχειν καὶ τόξον; Εἰ γὰρ Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, Καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρίδες· καὶ Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ λογισθήσεται· καὶ ὁ ἄγγελος δὲ αὐτοῦ ἐξελθὼν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε· τί λέγω ἄγγελος; μυῖαι καὶ κάμπαι καὶ σκώληκες τὸ τῶν Αἰγυπτίων στρατόπεδον ἀπώλεσαν· ποῦ τόξου αὐτόθι χρεία; ποῦ δὲ μαχαίρας; Τίνος οὖν ἕνεκεν ταῦτα εἴρηται; ∆ιὰ τὴν τῶν ἀκουόντων παχύτητα, καὶ ὥστε τοῖς ὀνόμασι τοῖς συντρόφοις τῶν ὅπλων κατασεῖσαι αὐτῶν τὴν διάνοιαν. Οὗ γὰρ ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων ἡμῶν, καὶ οὗ κατὰ πρόσωπον ψύχους