216
ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία ἥτις οὐ διαφθαρήσεται, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, εἴ γε μέχρι τούτων μέλλει βασιλεύειν; Ὁρᾷς, ὅτι οὐ ταῖς λέξεσι δεῖ προσέχειν ἁπλῶς, ἀλλὰ πρὸς τὰ νοήματα ἀνιέναι; Σὺ δὲ ἀκούων τοῦ Προφήτου λέγοντος, ὅτι ὁ Πατὴρ τίθησιν ὑπὸ τοὺς πόδας, μηδὲν ἐνταῦθα θορυβηθῇς. Οὐδὲ γὰρ ὡς ἀτονοῦντος τοῦ Παιδὸς ταῦτα εἴρηται. Ὁ γὰρ Παῦλος αὐτὸν τιθέναι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ λέγει· ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ πάλιν τὸ πᾶν αὐτῷ ἀνατίθησι λέγων· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Τουτέστιν, ὅταν κατορθώσῃ τὴν βασιλείαν, παύσει πᾶσαν ἐξουσίαν. Τοῦτο γάρ ἐστι τὸ Καταργήσει. Τὸ πᾶν δὲ αὐτοῦ λέγων εἶναι, οὐκ ἀποχωρίζει αὐτοῦ τὸν Πατέρα, ὥσπερ οὐδὲ τοῦ Πατρὸς διαιρεῖ τὸν Υἱόν. Καὶ γὰρ τὰ ἐκείνου, τούτου· καὶ τὰ τούτου, ἐκείνου. ∆ιὸ καί φησι· Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὅταν τοίνυν ἀκούσῃς, ὅτι ὁ Πατὴρ ὑπέταξε, μὴ ἔξωθεν εἶναι νομίσῃς τὸν Υἱὸν τοῦ κατορθώματος· ἄν τε μανθάνῃς, ὅτι ὁ Υἱὸς ὑπέταξε, μὴ ἀλλότριον εἶναι λέγε τὸν Πατέρα τούτων. Κοινὰ γὰρ τὰ κατορθώματα, ὥσπερ καὶ πάντα τὰ ἔργα κοινά. Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών. Ῥάβδον δυνάμεως τὴν δύναμιν αὐτήν φησι. Τῆς δὲ Σιὼν μέμνηται, ἐπειδὴ ἐκεῖθεν ἀρχὴν ἔλαβε τὰ κατορθώματα. Ἐκεῖ γὰρ καὶ τὸν νόμον ἔδωκεν, ἐκεῖ 55.269 τὰ θαύματα εἰργάσατο· ἐκεῖθεν ἀρξάμενον τὸ κήρυγμα πανταχοῦ τῆς οἰκουμένης ἐξετάθη. Εἰ δὲ βούλει κατὰ ἀναγωγὴν τὸ εἰρημένον ἐκλαβεῖν, ἄκουσον Παύλου λέγοντος· Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων. Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών. Ἡ ῥάβδος ποτὲ μὲν κολαστική ἐστι καὶ εὐεργετικὴ, ποτὲ δὲ παρακλητικὴ, καὶ βασιλείας σύμβολον. Καὶ ὅτι ἑκάτερά ἐστιν, ἄκουσον τοῦ Προφήτου λέγοντος· Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Καὶ πάλιν· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Καὶ ὁ Παῦλος· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Εἶδες πῶς ἐστι παιδεύσεως· βλέπε πῶς καὶ βασιλείας. Λέγει γὰρ Ἡσαΐας· Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεςσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης αὐτῆς ἀναβήσεται· καὶ ὁ ∆αυΐδ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Τὴν μὲν δύναμιν ἐνταῦθα ῥάβδον ἐκάλεσε, μεθ' ἧς οἱ μαθηταὶ τὴν οἰκουμένην περιέτρεχον, ἤθη διορθοῦντες, καὶ ἐξ ἀλόγου τινὸς κακίας ἐπὶ λογικὴν ἄγοντες τὴν τῶν ἀνθρώπων φύσιν. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη. Εἶχε καὶ Μωϋσῆς ῥάβδον, ἀλλ' ἐνέργειαν Θεοῦ δεξάμενος, δι' ἧς ἐνήργει ἐν ἅπασι. Κἀκείνη μὲν ποταμοὺς διεῖλεν, αὕτη δὲ τῆς οἰκουμένης τὴν ἀσέβειαν ἔῤῥηξεν. Οὐκ ἄν τις δὲ ἁμάρτοι καὶ τὸν σταυρὸν ῥάβδον δυνάμεως εἰπών. Αὕτη γὰρ ἡ ῥάβδος γῆν καὶ θάλατταν ἐπέστρεψε, καὶ δυνάμεως πολλῆς ἐνέπλησε. Μετὰ ταύτης ἐξῆλθον τῆς ῥάβδου πανταχοῦ τῆς οἰκουμένης οἱ ἀπόστολοι, καὶ πάντα ἐκεῖνα εἰργάσαντο. Ταύτην ἐπιφερόμενοι πάντα ἤνυον, λαβόντες τὴν ἀρχὴν ἀπὸ Ἱερουσαλήμ. Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ὅρα προφητείαν ὑπὲρ τὸν ἥλιον διαλάμπουσαν. Τί δέ ἐστι τὸ, Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου; Ἀντὶ τοῦ, ἐν μέσοις Ἕλλησιν, ἐν μέσοις Ἰουδαίοις. Οὕτω γὰρ αἱ Ἐκκλησίαι κατεφυτεύθησαν ἐν μέσαις ταῖς πόλεσιν· οὕτως ἐκράτησαν καὶ περιεγένοντο. Τοῦτο τεκμήριον τῆς λαμπρᾶς νίκης, τὸ ἐν μέσοις τοῖς πολεμίοις ἀναστῆσαι τὰ θυσιαστήρια, τὸ καθάπερ πρόβατα ἐν μέσῳ θηρίων, καὶ ἄρνας μεταξὺ λύκων εἶναι. Τοῦτο γὰρ καὶ πέμπων αὐτοὺς ἔλεγεν· Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· ὅπερ οὐκ ἔλαττον τοῦ προτέρου θαύματος. Τοῦ γὰρ ἐν μέσοις ἀπειλημμένους κρατῆσαι οὐκ ἔλαττον τὸ ἐν τάξει προβάτων ὄντας λύκων