139
πῦρ ἔχῃς ἐπιθυμίας πονηρᾶς, ἐννόησον τῆς κολάσεως ἐκείνης τὸ πῦρ, καὶ τοῦτο κατασβεσθὲν 63.745 οἰχήσεται. Σκόπει δὲ, εἰ καὶ πῦρ μὴ ἦν, τὸ ἐκ τοῦ Θεοῦ ἀποστῆναι καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις· οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ τὸ πάθος, οὐκ ἔστιν. Εἰ γὰρ οἱ τὸ φῶς τὸ ἡλιακὸν μὴ θεώμενοι παντὸς πικροτέραν θανάτου ὑπομένουσι ζωὴν, τί παθεῖν εἰκὸς ἡμᾶς ἀποστερηθέντας τοῦ φωτὸς ἐκείνου; Τί δὲ καὶ ζῶμεν καὶ ἀναπνέομεν καὶ ἐσμὲν, ἂν τῆς θεωρίας ἀποτύχωμεν ἐκείνης; ἂν τὸν ∆εσπότην τὸν ἡμέτερον μηδεὶς ἡμῖν τότε συγχωρήσῃ θεάσασθαι; Εἰ εἰς δεσμωτήριόν τις ἐμβληθεὶς ἐνταῦθα τῶν εὐγενῶς τεθραμμένων, τὴν δυσωδίαν μόνον, καὶ τὸ ἐν σκότῳ κεῖσθαι, καὶ τὸ μετὰ ἀνδροφόνων δεδέσθαι, παντὸς θανάτου χαλεπώτερον εἶναι δοκεῖ· ἐννόησον τί ἔσται, ὅταν μετὰ τῶν τῆς οἰκουμένης ἀνδροφόνων ἐκεῖ κατακαιώμεθα, μήτε ὁρῶντες, μήτε ὁρώμενοι, ἀλλ' ἐν πλήθει τοσούτῳ νομίζοντες εἶναι μόνοι. Τὸ γὰρ σκότος καὶ τὸ ἀλαμπὲς οὐκ ἀφίησιν οὐδὲ τοὺς πλησίον ἡμᾶς διαγινώσκειν, ἀλλ' ὡς μόνος τοῦτο πάσχων ἕκαστος, οὕτω διακείσεται. Εἰ γὰρ καὶ πῦρ εἴρηται, ἀλλὰ σκοτεινόν ἐστι καὶ φῶς οὐκ ἔχον. Καὶ τοῦτό ἐστι τὸ μάλιστα θορυβοῦν ἡμᾶς καὶ ταράττον, ὅτι καὶ σφοδρῶς ἐκκαῖον οὔτε σβέννυται, καὶ φῶς οὐκ ἔχει. Εἰ δὲ σκότος μόνον οὕτω θλίβει καθ' ἑαυτὸ τὰς ἡμετέρας ψυχὰς καὶ θορυβεῖ, τί ἔσται ἄρα, ὅταν μετὰ τοῦ σκότους καὶ ὀδύναι τοσαῦται ὦσι καὶ ἐμπρησμοί; Μὴ γὰρ, ἐπειδὴ πῦρ ἡ γέεννα λέγεται, τοιοῦτον εἶναι νομίσῃς τὸ πῦρ· τοῦτο μὲν γὰρ, ὅπερ ἂν λάβῃ, κατέκαυσε καὶ ἀπήλλαξεν· ἐκεῖνο δὲ τοὺς ἅπαξ κατασχεθέντας καίει διαπαντὸς καὶ οὐδέποτε παύεται. ∆ιά τοι τοῦτο καὶ ἄσβεστον εἴρηται· καὶ γὰρ τοὺς ἡμαρτηκότας ἀφθαρσίαν ἐνδῦσαι θέλει. οὐ πρὸς τιμὴν, ἀλλ' ὥστε διηνεκὲς ἐφόδιον τῆς τιμωρίας ἔχειν ἐκείνης. Ἀλλὰ ταῦτα μὲν ἐν τῇ γεέννῃ, καὶ τὰ τούτων πικρότερα· ἡ δὲ τῶν ἀγαθῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ὡς εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἀπέκειτο, αὐτὴν καθ' ἑαυτὴν ἀρκέσαι τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δάκνειν καὶ συνταράσσειν τὰς ἡμετέρας ψυχάς. Εἰ δὲ εἰς δεσμωτήριον εἰσιόντες καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ σιδηραῖς ἁλύσεσι δεδεμένους, τοὺς δὲ σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα πράττομεν ὑπὲρ τοῦ μὴ ἐμπεσεῖν εἰς τοιαύτην ἀνάγκην καὶ θλῖψιν, ὅταν ἡμεῖς αὐτοὶ ἀπαγώμεθα εἰς αὐτὰ τὰ τῆς γεέννης βασανιστήρια δεδεμένοι, τίνες ἐσόμεθα; τί δὲ πράξομεν; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ' ἀπὸ πυρός εἰσιν οὐδέποτε σβεννυμένου· οὐδὲ ὁμότιμοί τινες οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι φοβεροὶ καὶ ἀσυμπαθεῖς, οἷς οὐδὲ ἀντιβλέψαι δυνατὸν, σφοδρῶς ὑπὲρ ὧν τὸν ∆εσπότην ὑβρίσαμεν ὀργιζομένοις. Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν καὶ παραμυθίας τυχεῖν, ἀλλὰ πάντα ἐκεῖ ἀσύγγνωστα· κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν ∆ανιὴλ, καὶ τοὺς οἰκείους ἴδωσι κολαζομένους, οὐ τολμῶσι παραστῆναι καὶ χεῖρα ὀρέξαι· καὶ γὰρ τὴν ἐκ φύσεως συμπάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει. 63.746 Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν, δεῖ δὲ καθαρὰν αὐτοῖς εἶναι εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τούτους ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαί φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω χρηστὰ, μὴ ἐργασάμενός τι χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους. Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν δέον, ἀπελευσόμεθα πάντες ἐκεῖ, τῆς ἀκαίρου δαπάνης δίκην δώσοντες τὴν ἐσχάτην. Εἰ γὰρ ὁ χρήματα ἐμπορεύσασθαι λαβὼν, εἶτα καταφαγὼν, ἀπαιτηθήσεται παρὰ τοῦ πιστεύσαντος καὶ δώσει δίκην· ὁ ζωὴν ταύτην δαπανήσας μάτην, πόσῳ μᾶλλον; Καὶ καθάπερ ἡμεῖς τοὺς οἰκέτας τοὺς ἡμετέρους, οὐχὶ τῆς ἐξόδου μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς εἰσόδου ποιουμένους τὸν λόγον