102
Οὐ γὰρ ὡς ὄψεται ἄνθρωπος, ὄψεται Θεός· Ἄνθρωπος εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Μὴ γὰρ πολυσαρκίαν ζητοῦμεν; ψυχῆς εὐγένειαν ἐπιθυμοῦμεν. Καὶ διὰ τί μὴ ἐξ ὀνόματος εἶπεν ὁ Θεός· Ἄπελθε, χρῖσόν μοι τὸν 63.698 ∆αυῒδ εἰς βασιλέα, ἀλλ' ἕνα τῶν υἱῶν Ἰεσσαί; Ἵνα μὴ πάθῃ ὁ ∆αυῒδ, ὅπερ ἔπαθεν Ἰωσήφ. Ὥσπερ γὰρ μαθόντες ἐκεῖνοι τὸν ζητούμενον αὐτῶν βασιλέα, ἐπεβούλευσαν· οὕτω δέος ἦν μὴ καὶ οὗτοι τοῦτο ἐργάσωνται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο τῷ ∆αυΐδ. Ἦλθε τοίνυν ὁ ∆αυῒδ, καὶ χρίεται τῷ ἐλαίῳ, καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα περιβεβλημένος οὐδὲ δόρατα, ἀλλὰ τὴν τοῦ Θεοῦ ψῆφον τὴν πάντων δυνατωτέραν. Καὶ πολέμου καλοῦντος, ἀπῆλθεν ἰδεῖν τὴν παράταξιν, καὶ εὗρε τὸν βάρβαρον προσκαλούμενον εἰς μονομαχίαν, καὶ οὐδεὶς ἐτόλμα προπηδῆσαι οὐδὲ ἐξελθεῖν κατ' αὐτοῦ. Εἰστήκει καὶ λέγει· Τίς ἐστιν ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; Καὶ λέγουσιν αὐτῷ· Πόθεν σοι ἡ ἀπόνοια αὕτη; Ὁ δὲ, Οὐκ ἀπόνοιαν, ἀλλὰ πίστιν, οὐ θώρακα, ἀλλὰ θεοσέβειαν καθοπλίζομαι· οὐ σκοπῶ αὐτοῦ τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς διανοίας αὐτοῦ· οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ' ὅτι κυβερνήτην οὐκ ἔχει. Τί οὖν οἱ ἀδελφοί; Πάλιν φθόνος, πάλιν βασκανία. Ἐπὶ τίνα ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα; ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν τῆς καρδίας σου καὶ τὴν κακίαν, ὅτι ἕνεκεν τοῦ ἰδεῖν τὸν πόλεμον κατέβης. Ὁ δὲ ὑποτεμνόμενος τοῦ ἕλκους ἀπέστη ἀπ' αὐτῶν, καὶ παραγενόμενος εἰς τὸ ἕτερον μέρος τοῦ πολέμου, λέγει· Τί ἔσται τῷ ἀνθρώπῳ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; Οἱ δὲ εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα. Εἶδε τοίνυν τὸν βασιλέα καταπεπτωκότα, δεδοικότα καὶ τρέμοντα, καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί συνέπεσε τὸ πρόσωπον τοῦ κυρίου μου; καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν ὁμολογεῖ. Τίς ἐστιν οὗτος; οὐχὶ πορεύσομαι καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ; Τί οὖν ὁ βασιλεύς; Καὶ πῶς δύνασαι σὺ παιδάριον ὂν μικρὸν, αὐτὸς δὲ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ; Ἀπιστεῖ ὁ βασιλεύς· ἀναγκάζεται ὁ ∆αυῒδ τὰ κατορθώματα εἰπεῖν· Ἐγὼ, φησὶ, παιδίον ἤμην μικρὸν, ποιμαίνων τὰ πρόβατα τοῦ πατρός μου· καὶ ὅτε ἤρχετο λέων ἢ ἄρκτος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ποίμνης μου, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπων ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἐπάτασσον τὸν λέοντα καὶ τὴν ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τῶν θηρίων ἐκείνων, διότι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος. Καὶ εἶπε Σαοὺλ πρὸς τὸν ∆αυΐδ· Πορεύου, καὶ Κύριος μετὰ σοῦ. Ἔδωκε δὲ αὐτῷ ὁ βασιλεὺς τὰ ἑαυτοῦ ὅπλα, καὶ οὐκ ἐδύνατο βαστάξαι. ∆ιὰ τί; Οὐ συνεχώρει τοῦτο ὁ Θεὸς, ἵνα μὴ τὰ ὅπλα συμμερίσωνται τὴν νίκην τῶν κατορθωμάτων· ἵνα μὴ εἴπῃ ὁ βασιλεὺς, ὅτι Τὰ ὅπλα μου ἐνίκησαν, ῥίπτει τὰ ὅπλα, καὶ ἐνδύεται τὴν πίστιν· ἀφίησι βῶλον· ἔπεσεν ὁ ἀλλόφυλος. Οὐ γὰρ τῇ φύσει τοῦ σώματος, ἀλλὰ τῇ δυνάμει τοῦ πνεύματος, τὴν νίκην ἀπηνέγκατο. Ἔδραμε καὶ ἔλαβεν αὐτοῦ τὸ ξίφος, καὶ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν· καὶ ἐπληρώθη τὸ γεγραμμένον· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Εἰ τοίνυν δόξης ἐρᾷς καὶ τιμῆς, μὴ τὴν οἰκίαν μηδὲ τὸν ἵππον, ἀλλὰ τὴν ψυχὴν καλλώπιζε καὶ θεράπευε· ὡς νῦν γε οὐδέν σου γένοιτ' ἂν εὐτελέστερον ἐρήμην ἔχοντος ψυχὴν, καὶ τὸ τῆς οἰκίας καὶ τοῦ ἵππου προβαλλομένου κάλλος. Ἀλλὰ κἀκεῖνα καὶ ταῦτα γίνεται, φησί. Τί φῄς; οὐ δέδοικας ταῦτα φθεγγόμενος, καὶ μετὰ τῶν ἵππων καὶ τῶν λίθων τὸν Χριστὸν ἀριθμῶν; οὐκ οἶσθα ὅτι καὶ σῶμα αὐτὸς διέπλασε, καὶ ψυχὴν ἐχαρίσατο, καὶ τὸν κόσμον ἀπένειμεν ἅπαντα; σὺ δὲ οὐδὲ μικρὰν τούτῳ ἀντιδίδως ἀμοι 63.699 βήν; Κἂν μὲν οἰκίσκον μικρὸν ἐκμισθώσῃς, μετὰ πολλῆς ἀκριβείας τὸν μισθὸν ἀπαιτεῖς· τὴν δὲ κτίσιν αὐτοῦ πᾶσαν καρπούμενος, καὶ κόσμον τοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον ἀνέχῃ τὸν μισθὸν καταβαλεῖν; καὶ ποίας ἂν εἴης ἀπολογίας ἄξιος; Καθάπερ γὰρ ὁ λίθον πρὸς τὸ ὕψος ἀκοντίζων, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δυνήσεται, οὐδὲ πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ οἰκείᾳ δέχεται κορυφῇ, πρὸς τὸν ἀκοντίζοντα ἐπανιόντος τοῦ λίθου· οὕτω δὴ καὶ ὁ τὴν μακαρίαν ἐκείνην οὐσίαν τοῦ Θεοῦ