60
καθάπερ τὸν δεσμώτην, ὅταν ἴδῃς καὶ ἐπὶ τοῦ νώτου, καὶ ἐπὶ τῶν χειρῶν, πολλάκις δὲ καὶ ἐπὶ τῶν ποδῶν σεσιδηρωμένον, διὰ τοῦτο μάλιστα ταλανίζεις· οὕτω καὶ τὸν πλούσιον, ὅταν θεάσῃ μυρία περιβεβλημένον πράγματα, μὴ διὰ ταῦτα πλούσιον, ἀλλὰ διὰ ταῦτα μὲν οὖν αὐτὰ ἄθλιον εἶναι νόμιζε· μετὰ γὰρ τῶν δεσμῶν τούτων καὶ δεσμοφύλακα ἔχει χαλεπὸν, τὸν πονηρὸν ἔρωτα τῶν χρημάτων, ὃς οὐκ ἀφίησιν ὑπερβῆναι τοῦτο τὸ δεσμωτήριον, ἀλλὰ μυρίας αὐτῷ κατασκευάζει καὶ πέδας καὶ φυλακὰς καὶ θύρας καὶ μοχλοὺς, καὶ εἰς τὴν ἐνδοτέραν αὐτὸν ἐμβαλὼν φυλακὴν, πείθει καὶ ἥδεσθαι τοῖς δεσμοῖς τούτοις, ἵνα μηδὲ ἐλπίδα τινὰ ἀπαλλαγῆς εὕρῃ τῶν ἐπικειμένων κακῶν. Οὐ τοσοῦτον γὰρ πένης ἐφίεται τῶν ἀναγκαίων, ὡς τῶν περιττῶν ὁ πλουτῶν· οὐδ' αὖ το 63.645 σαύτην ἰσχὺν ἔχει πρὸς τὸ χρήσασθαι τῇ πονηρίᾳ, ὅσην δύναμιν οὗτος. Εἰ τοίνυν καὶ βούλεται μᾶλλον καὶ δύναται, εὔδηλον ὅτι μᾶλλον καὶ πλείονα ἐργάσεται. Πλούσιόν σε ἐποίησεν ὁ Θεὸς, ἵνα τοῖς δεομένοις βοηθῇς, ἵνα τὰ ἁμαρτήματα λύσῃς τὰ σαυτοῦ διὰ τῆς ἑτέρων σωτηρίας· ἔδωκέ σοι χρήματα, οὐχ ἵνα κατακλείσῃς ἐπ' ὀλέθρῳ τῷ σῷ, ἀλλ' ἵνα ἐκχέῃς ἐπὶ σωτηρίᾳ τῇ σῇ. ∆ιὰ τοῦτο καὶ τὴν κτῆσιν αὐτῶν ἄδηλον ἐποίησε καὶ οὐ μόνιμον, ἵνα καὶ ἐν τούτῳ τῆς περὶ αὐτὰ μανίας καταλύσῃ τὸν τόνον. Εἰ γὰρ νῦν οὐκ ἔχοντες θαῤῥεῖν οἱ κεκτημένοι περὶ αὐτῶν, ἀλλὰ καὶ πολλὰς ὁρῶντες ἐκ τοῦ πράγματος τικτομένας ἐπιβουλὰς, οὕτως ἐκκαίονται περὶ τὸν ἐκείνων πόθον· εἰ καὶ τοῦτο τῷ πλούτῳ προσῆν, τὸ βέβαιον καὶ ἀδιάπτωτον, τίνος ἂν ἐφείσαντο, τίνος ἂν ἀπέσχοντο; Τίς γὰρ, εἰπέ μοι, τοῦ Ἠλία πενέστερος ἦν; ἀλλὰ διὰ τοῦτο πάντας ἐνίκα τοὺς πλουτοῦντας, ἐπειδὴ πένης ἦν, καὶ αὐτὴν δὲ τὴν πενίαν ἀπὸ πλουσίας εἵλετο διανοίας, καὶ ἅπαντα τῶν χρημάτων τὸν πλοῦτον ἐλάττονα τῆς ἑαυτοῦ μεγαλοψυχίας ἐνόμιζεν εἶναι, καὶ οὐκ ἄξιον αὐτοῦ τῆς φιλοσοφίας. Εἰ γὰρ μεγάλα αὐτῷ τὰ παρόντα ἐνόμιζεν εἶναι, οὐκ ἂν μηλωτὴν ἐκτήσατο μόνην. Οὕτω γὰρ τῆς παρούσης κατέγνω ματαιότητος, ὡς καὶ πηλὸν ἐῤῥιμμένον τὸ χρυσίον ἑώρα. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ βασιλεὺς τοῦ πένητος ἐδεῖτο, καὶ πρὸς τὸ στόμα δὲ ἐκεχήνει τοῦ μηδὲν πλέον μηλωτῆς ἔχοντος, ὁ τοσοῦτον χρυσίον ἔχων· οὕτω λαμπροτέρα τῆς πορφυρίδος ἡ μηλωτὴ ἦν, καὶ τῶν βασιλικῶν αὐλῶν τὸ σπήλαιον τοῦ δικαίου. ∆ιὰ τοῦτο καὶ εἰς τὸν οὐρανὸν ἀνιὼν, οὐδὲν ἕτερον, ἀλλ' ἢ τὴν μηλωτὴν τῷ μαθητῇ κατέλιπε· Μετὰ ταύτης, φησὶ, τῷ διαβόλῳ ἐπάλαισα, ταύτην λαβὼν ὁπλίζου καὶ σὺ κατ' ἐκείνου. Ἰσχυρὸν γὰρ ὅπλον ἀκτημοσύνη καὶ ἀκαταγώνιστον καταγώγιον. Καὶ ἐδέξατο καθάπερ μεγίστην κληρονομίαν τὴν μηλωτὴν ὁ Ἐλισσαῖος· καὶ γὰρ ἦν ἀληθῶς μεγίστη κληρονομία, καὶ παντὸς χρυσοῦ τιμιωτέρα. Καὶ ἦν διπλοῦς Ἠλίας ἐκεῖνος, καὶ ἦν ἄνω Ἠλίας,καὶ κάτω Ἠλίας. Οἶδα ὅτι μακαρίζετε τὸν δίκαιον ἐκεῖνον, καὶ ἐβούλεσθε ἕκαστος αὐτὸς εἶναι. Τί οὖν, ἂν ὑμῖν ἐπιδείξω, ὅτι ἕτερόν τι πολλῷ μεῖζον ἐκείνου πάντες ἐλάβομεν; Ὁ μὲν γὰρ Ἠλίας μηλωτὴν ἀφῆκε 63.646 τῷ μαθητῇ· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου ἀναβαίνων, τὴν σάρκα ἡμῖν κατέλιπε τὴν ἑαυτοῦ. Ὅταν τοίνυν χρημάτων ἀπώλειαν ἀκούσαντες, μὴ ταραχθῶμεν, ἀλλ' εἴπωμεν, Εὐλογητὸς ὁ Θεὸς, καὶ πολλῷ πλείονα τὸν πλοῦτον εὑρήσομεν. Οὐ γὰρ δὴ τοσαῦτα καρπώσῃ τὸν πλοῦτον ἀναλίσκων εἰς δεομένους, καὶ περιιὼν καὶ πένητας ἐπιζητῶν, καὶ σκορπίζων τὰ ὄντα τοῖς πεινῶσιν, ὅσα διὰ τούτου τοῦ ῥήματος κερδανεῖς. Ἐπεὶ καὶ τὸν Ἰὼβ οὐχ οὕτω θαυμάζω τὴν οἰκίαν ἀνοίγοντα τοῖς δεομένοις, ὡς ἐκπλήττομαι καὶ ἀνακηρύττω τὴν ἁρπαγὴν τῶν χρημάτων εὐχαρίστως φέροντα. Ὁ γὰρ τοιοῦτος ἂν δυνηθῇ τῆς φύσεως τὰ κύματα κατευνάσας εἰπεῖν τὸ τοῦ Ἰὼβ ἀδακρυτὶ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, μετὰ τοῦ Ἀβραὰμ αὐτοῦ στήσεται, μετὰ τοῦ Ἰὼβ ἀνακηρυχθήσεται ἀπὸ μόνου τούτου τοῦ ῥήματος. Ὅταν οὖν ἀφέληταί σοι χρυσίον ἢ διὰ λῃστῶν, ἢ δι' ἑτέρας τινὸς προφάσεως ὁ διάβολος, δόξασον τὸν ∆εσπότην, καὶ πλέον ἔσῃ κεκερδηκὼς, καὶ διπλῆν δώσεις τῷ ἐχθρῷ τὴν πληγὴν, ὅτι τε οὐκ ἐδυσχέρανας, καὶ ὅτι ηὐχαρίστησας. Ἂν μὲν γὰρ ἴδῃ,