23
οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβαλόντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον ἅπαντας ἐπισπώμενοι, οὕτω δὴ καὶ τῆς πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ περιέβαλον καὶ ζυγῷ νηστείας. Οὐκ ἔστι τὰ ἄλογα λόγῳ μαθεῖν, φησὶ, τοῦ Θεοῦ τὴν ὀργήν. Μανθανέτωσαν διὰ τοῦ λιμοῦ· καὶ γὰρ τὰ μέλλοντα κοινωνεῖν τῆς κολάσεως, κοινωνείτω καὶ τῆς νηστείας. Εἰ δέ τινες τῶν ἐνταῦθα συνόντων ὑπὸ ἀσθενείας σωματικῆς κωλυόμενοι, οὐ δύνανται ἄσιτοι διαμένειν, τούτοις παραινῶ, καὶ τὴν ἀσθένειαν τὴν σωματικὴν παραμυθεῖσθαι, καὶ τῆς διδασκαλίας ταύτης τῆς πνευματικῆς μὴ ἀποστερεῖν ἑαυτοὺς, ἀλλὰ ταύτῃ μᾶλλον πλείονα τὴν σπουδὴν ἐπιδείκνυσθαι. ∆ιὰ γὰρ τοῦτο τὴν ἀποχὴν τῶν βρωμάτων κελεύει γίνεσθαι ὁ Θεὸς, ἵνα χαλινοῦντες τὰ σκιρτήματα τῆς σαρκὸς, εὐήνιον αὐτὴν ἀπεργαζώμεθα πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν. Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπιδείκνυσθαι, τὰ μέγιστα ζημιούμεθα. Εἰ γὰρ μετὰ νηστείας ἡ τῶν κατορθωμάτων ἔλλειψις οὐδὲν ἡμᾶς ὀνίνησι, πολλῷ μᾶλλον, εἰ μηδὲ τῷ φαρμάκῳ τῆς νηστείας χρήσασθαι δυνάμεθα, πλείονα τὴν ῥᾳθυμίαν ἐπιδειξόμεθα, πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν. Εἰ γὰρ οἱ τῶν βιωτικῶν μετέχοντες πραγμάτων, οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπιτηδεύματος ἅψασθαι, μὴ πρότερον τὸ ἐκεῖθεν κέρδος περισκοπήσαντες, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τοῦτο ποιεῖν, καὶ μὴ ἁπλῶς τὰς ἑβδομάδας τῶν νηστειῶν παρατρέχειν, ἀλλὰ διερευνᾶσθαι τὴν ἑαυτῶν συνείδησιν, καὶ τὸν λογισμὸν βασανίζειν, καὶ σκοπεῖν, τί μὲν ἐν ταύτῃ τῇ ἑβδομάδι κατώρθωται, τί δὲ ἐν τῇ ἑτέρᾳ, καὶ τίνα προσθήκην ἐδεξάμεθα εἰς τὴν ἐπιοῦσαν, καὶ ποῖον τῶν ἐν ἡμῖν παθῶν διωρθώσαμεν. Εἰ γὰρ μὴ μέλλοιμεν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομεῖν, καὶ τοσαύτην ἐπιμέλειαν ποιεῖσθαι τῆς ἑαυτῶν ψυχῆς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς νηστείας καὶ τῆς ἀσιτίας ἧς ὑπομένομεν. Εἰ τοίνυν δι' ἀσθένειαν σωματικὴν οὐ δύνασαι ἄσιτος παρατείνειν τὴν ἡμέραν, οὐδεὶς εὐφρονῶν ὑπὲρ τούτου σε ἐγκαλέσαι δυνήσεται. ∆εσπότην γὰρ ἔχομεν ἥμερον καὶ 63.598 φιλάνθρωπον, καὶ οὐδὲν τῶν ὑπὲρ δύναμιν παρ' ἡμῶν ἐπιζητοῦντα. Οὐδὲ γὰρ τὴν ἀποχὴν τῶν βρωμάτων καὶ τὴν νηστείαν ἁπλῶς ἀπαιτεῖ παρ' ἡμῶν γίνεσθαι, οὐδὲ διὰ τοῦτο, ἵνα ἄσιτοι διαμένωμεν μόνον, ἀλλ' ἵνα ἀφιστῶντες ἑαυτοὺς ἀπὸ τῶν βιωτικῶν πραγμάτων, πᾶσαν τὴν σχολὴν ἐν τοῖς πνευματικοῖς ἀναλίσκωμεν. Ὡς εἰ μετὰ νηφούσης διανοίας τὸν ἑαυτῶν βίον ᾠκονομοῦμεν, καὶ περὶ τὰ πνευματικὰ πᾶσαν τὴν σπουδὴν ἐπεδεικνύμεθα, καὶ τῇ τροφῇ οὕτω προσίεμεν, ὡς τὴν χρείαν μόνον πληροῦν, καὶ ἐν ταῖς ἀγαθαῖς πράξεσιν ἅπαντα τὸν βίον καταναλίσκειν, οὐδὲ χρεία ἦν ἡμῖν τῆς βοηθείας τῆς ἀπὸ τῆς νηστείας. Ἀλλ' ἐπειδὴ ῥᾴθυμός ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη, καὶ τῇ τρυφῇ καὶ τῇ ἀνέσει μᾶλλον ἑαυτὴν ἐπιδίδωσι, διὰ τοῦτο καθάπερ πατὴρ φιλόστοργος, τὴν ἀπὸ τῆς νηστείας ἡμῖν ἰατρείαν ἐπενόησεν ὁ φιλάνθρωπος ∆εσπότης, ἵνα καὶ τὰ τῆς τρυφῆς ἡμῖν ἐκκόπτηται, καὶ τὴν περὶ τὰ βιωτικὰ φροντίδα μεταγάγωμεν ἐπὶ τὴν τῶν πνευματικῶν ἐργασίαν. Ἀλλ' εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ καθάπερ θηρίῳ τῇ νηστείᾳ πυκτεύειν μέλλοντες, οὕτω τῇ γαστριμαργίᾳ καθοπλίζονται, καὶ διαῤῥήξαντες ἑαυτοὺς καὶ σκοτώσαντες, μετὰ πολλῆς τῆς παραφροσύνης ὑποδέχονται τὸ γαληνὸν καὶ ἥμερον τῆς νηστείας ὄμμα. Καὶ ἐὰν ἐρωτήσω, τίνος ἕνεκεν εἰς βαλανεῖον τρέχεις σήμερον, λέγεις, Ἵνα καθαρῷ τῷ σώματι τὴν νηστείαν ὑποδέξωμαι· ἐὰν δὲ ἐρωτήσω, τίνος ἕνεκεν μεθύεις, πάλαι ἐρεῖς, Ἐπειδὴ τῇ νηστείᾳ εἰσιέναι μέλλω. Πῶς οὖν οὐκ ἄτοπον, σώματι μὲν καθαρῷ, ψυχῇ δὲ ἀκαθάρτῳ καὶ μεθυούσῃ τὴν καλλίστην νηστείαν ταύτην ὑποδέχεσθαι; Τοσοῦτον τοίνυν ἑαυτοὺς ἐθίσωμεν ἐσθίειν, ὅσον πρὸς τὸ ζῇν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι. Οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα καὶ ζῶμεν, ἵνα φάγωμεν καὶ πίωμεν, ἀλλὰ διὰ τοῦτο