104
∆εσπότου· οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας. Ἵλεως ἔσο, ∆έσποτα· οὐ γὰρ ἀπονοίᾳ κεχρημένος ταύτας λέγω τὰς λέξεις, ἀλλ' οὐκ ἔχω ἄλλας· οὐ μὴν ἵσταμαι ἐν τῇ εὐτελείᾳ τῆς λέξεως, ἀλλ' ἀναβαίνω τῷ πτερῷ τοῦ νοήματος. ∆ιὰ τοῦτο δὲ καὶ ταῦτα εἰρήκαμεν, καὶ τὴν κατὰ τὸν μακάριον ∆ανιὴλ ἱστορίαν ὑμῖν ἀνέγνωμεν, καὶ συνεχῶς ἐδείκνυμεν αὐτὸν ὠχριῶντα, τρέμοντα, ψυχοῤῥαγοῦντα, τῆς ψυχῆς ἐπειγομένης ἀποῤῥῆξαι τὸν τῆς σαρκὸς δεσμόν· ἵνα ἐκ πολλῆς τῆς περιουσίας εἰδῆτε οἱ τὸν Θεὸν καταληπτὸν εἶναι λέγοντες, ὅτι οὐχὶ Θεοῦ ἐπιφάνειαν μόνον, ἀλλ' οὐδὲ ἀγγέλου φορητὸν κατιδεῖν. Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται, καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου τότε ἐκείνου, ἐκ τοῦ σώματος ἀναβῆναι ἔσπευδε, καὶ πρὸς τὰ ἔξωθεν ἠπείγετο. Καὶ ἐξῆλθεν ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν ἔρημον, εἰ μὴ ταχέως ὁ ἄγγελος προκαταλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας, καὶ πρὸς τὸ οἰκεῖον πάλιν ἐπανήγαγε καταγώγιον. Εἰ δὲ ὁ δίκαιος ἐκεῖνος, ὁ παῤῥησίαν τοσαύτην ἔχων, ἄγγελον ἰδὼν οὐκ ἤνεγκεν· οἱ τοσοῦτον ἀφεστηκότες αὐτοῦ, καὶ οὐχὶ ἄγγελον, ἀλλ' αὐτὸν τὸν τῶν ἀγγέλων περιεργαζόμενοι ∆εσπότην, τί πείσονται; Ἐκεῖνος λεόντων θυμὸν ἐδάμασεν· ἡμεῖς δὲ οὐδὲ ἀλωπέκων περιγενέσθαι δυνάμεθα· ἐκεῖνος δράκοντα μέσον ἔῤῥηξεν· ἡμεῖς δὲ καὶ τὰ ψιλὰ ἑρπετὰ δεδοίκαμεν. Καὶ εἰ ὁ τοιοῦτος καὶ τηλικοῦτος ἄγγελον ἐλθόντα πρὸς αὐτὸν ἰδὼν, σκοτοδινίᾳ κατείχετο χαλεπῇ, τίνα ἕξουσιν ἀπολογίαν, οἱ τὴν μακαρίαν ἐκείνην φύσιν ἐμβατεύειν ἐπιχειροῦντες; ∆ιὰ 63.701 τοῦτο Παῦλος ἐκπληττόμενος ἔλεγεν, Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Οὐκ εἶπεν, ἀκατάληπτα, ἀλλ', Ἀνεξερεύνητα. Εἰ δὲ ἐξερευνηθῆναι οὐ δύναται, πολλῷ μᾶλλον καταληφθῆναι ἀδύνατον. Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, καὶ αὐτὸς καταληπτὸς, εἰπέ μοι; Τί λέγεις; τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, ἃ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτὸν, οὐκ ἀνέβη ἐπὶ καρδίαν ἀνθρώπου, ἡ μεγαλωσύνη αὐτοῦ πέρας οὐκ ἔχει, ἡ σύνεσις 63.702 ἀριθμὸν οὐκ ἔχει, πάντα ἀκατάληπτα· καὶ αὐτὸς μόνος καταληπτός· καὶ ποίαν οὐκ ἂν ἔχοι τοῦτο μανίας ὑπερβολήν; τίς δὲ οὐκ ἂν θρηνήσειεν ὑμᾶς τῆς παραπληξίας καὶ τῆς ἐσχάτης ταύτης ἀνοίας; Ἣν ἀποβαλέσθαι σπουδάσωμεν, ἀγαπητοὶ, ὅση δύναμις, τὸν Παῦλον ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἑστάναι δοκοῦντες τῶν ἡμετέρων, μετ' ἐκπλήξεως βοῶντα καὶ λέγοντα· Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 63.701 ΛΟΓΟΣ ΚΒʹ. Περὶ ὑπομονῆς καὶ μακροθυμίας. Εἰ βούλεσθε, προθῶμεν ὑμῖν εἰς ὑπομονῆς παράκλησιν, ἀγαπητοὶ, τὰ τοῦ δικαίου Ἰὼβ ἀνδραγαθήματα. Οὗτος γὰρ, οὗτος ὁ τοσαύτης ἀπολαύσας δόξης, καὶ παρὰ πάντων δορυφορούμενος, καὶ πανταχοῦ μετὰ πολλῆς ἀνακηρυττόμενος τῆς περιφανείας, εἰς ἀτιμίαν καὶ εὐτέλειαν ἀθρόον κατενεχθεὶς, πενίᾳ καὶ νόσῳ καὶ παίδων ἀποβολῇ καὶ ἐχθρῶν ἐπαναστάσει καὶ φίλων ἀγνωμοσύνῃ καὶ λιμῷ καὶ σαρκὸς ὀδύναις καὶ λοιδορίαις καὶ συκοφαντίαις προσεπάλαιε· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἀμελετήτῳ ὄντι ταῦτα ἐπέθεντο. Ὁ γὰρ ἐκ πενήτων τεχθεὶς, καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφεὶς, ἅτε γυμνασάμενος καὶ μελετήσας ῥᾳδίως ἂν ἐνέγκοι τῆς πενίας τὸ βάρος· ὁ δὲ τοσούτοις περιῤῥεόμενος χρήμασι καὶ τοσούτῳ πλούτῳ κομῶν, εἶτα ἀθρόον εἰς τὸ ἐναντίον μεταπεσὼν, οὐκ ἂν εὐκόλως ὑπομείναι τὴν τοιαύτην μεταβολήν. Καὶ ὁ παῖδας ἀποβαλὼν πάλιν, κἂν ἅπαντας ἀποβάλῃ, μὴ ἐν ἑνὶ δὲ καιρῷ, τοὺς λειπομένους τῶν ἀπελθόντων ἔχει παραμυθίαν· καὶ τῆς τῶν προτέρων τελευτῆς τοῦ πάθους λήξαντος, ἂν ἡ τοῦ δευτέρου προσγένηται μετὰ χρόνον, τούτῳ αὐτῷ προσηνέστερον γίνεται τὸ πάθος. Οὐ γὰρ