1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

33

Πνεύματος ἁγίου εἰς λύτρωσιν ἀγγελικήν. Ὄνομα τὸ τῆς ἀποκαταστάσεως· Μεσσία οὐφαρὲγ ναμεμψαιμὰν χαλδαίαν μοσομηδαέα ἀκφραναὶ ψαούα, Ἰησοῦ Ναζαρία. Καὶ τούτων δὲ ἑρμηνεία ἐστι τοιαύτη· Οὐ διαιρῶ τὸ πνεῦμα, τὴν καρδίαν, καὶ τὴν ὑπερουράνιον δύναμιν, τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, Σωτὴρ ἀληθείας. Καὶ ταῦτα μὲν ἐπιλέγουσιν οἱ αὐτοὶ τελοῦντες. Ὁ δὲ τετελεσμένος ἀποκρίνεται· Ἐστήριγμαι, καὶ λελύτρωμαι, καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αἰῶνος τούτου, καὶ πάντων τῶν παρ' αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαὼ, ὃς ἐλυτρώσατο τὴν ψυχὴν αὐτοῦ εἰς ἀπολύτρωσιν ἐν τῷ Χριστῷ τῷ ζῶντι. Εἶτ' ἐπιλέγουσιν οἱ παρόντες· Εἰρήνη πᾶσιν, ἐφ' οὓς τὸ ὄνομα τοῦτο ἐπαναπαύεται. Ἔπειτα μυρίζουσι τὸν τετελεσμένον τῷ ὀπῷ τῷ ἀπὸ βαλσάμου l. τῷ ὀποβαλσάμῳ· τὸ γὰρ μῦρον τοῦτο τύπον τῆς ὑπὲρ τὰ ὅλα εὐωδίας εἶναι λέγουσιν. 1.14.3 Ἔνιοι δ' αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὕδωρ περισσὸν εἶναι φάσκουσι, μίξαντες δὲ ἔλαιον καὶ ὕδωρ ἐπὶ τὸ αὐτὸ, μετ' ἐπιῤῥήσεων ὁμοιοτρόπων, αἷς προειρήκαμεν, ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελειουμένων· καὶ τοῦτ' εἶναι τὴν ἀπολύτρωσιν θέλουσι. Μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ βαλσάμῳ. Ἄλλοι δὲ ταῦτα πάντα παραιτησάμενοι, φάσκουσι, μὴ δεῖν τὸ τῆς ἀῤῥήτου καὶ ἀοράτου δυνάμεως μυστήριον δι' ὁρατῶν καὶ φθαρτῶν ἐπιτελεῖσθαι κτισμάτων, καὶ τῶν ἀνεννοήτων καὶ ἀσωμάτων δι' αἰσθητῶν, καὶ σωματικῶν. Εἶναι δὲ τελείαν ἀπολύτρωσιν, αὐτὴν τὴν ἐπίγνωσιν τοῦ ἀῤῥήτου μεγέθους· ὑπ' ἀγνοίας γὰρ ὑστερήματος καὶ πάθους γεγονότων, διὰ γνώσεως καταλύεσθαι πᾶσαν τὴν ἐκ τῆς ἀγνοίας σύστασιν· ὥστε εἶναι τὴν γνῶσιν ἀπολύτρωσιν τοῦ ἔνδον ἀνθρώπου. Καὶ μήτε σωματικὴν ὑπάρχειν αὐτὴν, φθαρτὸν γὰρ τὸ σῶμα· μήτε ψυχικὴν, ἐπεὶ καὶ ἡ ψυχὴ ἐξ ὑστερήματος, καὶ ἔστι l. ἐστι, καὶ τοῦ Πατρὸς l. πνεύματος ὥσπερ οἰκητήριον· πνευματικὴν οὖν δεῖ l. δεῖν καὶ τὴν λύτρωσιν ὑπάρχειν· λυτροῦσθαι γὰρ διὰ Μωϋσέως l. γνώσεως τὸν ἔσω ἄνθρωπον τὸν πνευματικὸν, καὶ ἀρκεῖσθαι αὐτοὺς τῇ τῶν ὅλων ἐπιγνώσει· καὶ ταύτην εἶναι λύτρωσιν ἀληθῆ. 1.14.4 ............ Ἐγὼ υἱὸς ἀπὸ πατρὸς, πατρὸς προόντος, υἱὸς δὲ ἐν τῷ παρόντι. Ἦλθον πάντα ἰδεῖν τὰ ἀλλότρια, καὶ τὰ ἴδια· καὶ οὐκ ἀλλότρια δὲ παντελῶς, ἀλλὰ τῆς Ἀχαμὼθ, ἥτις ἐστὶ θήλεια, καὶ ταῦτα ἑαυτῇ ἐποίησε· κατάγω l. κατάγει δὲ τὸ γένος ἐκ τοῦ προόντος, καὶ πορεύομαι πάλιν εἰς τὰ ἴδια, ὅθεν ἐλήλυθα. Καὶ ταῦτα εἰπόντα ... διαφεύγειν τὰς ἐξουσίας ... Ἔρχεσθαι δὲ ἐπὶ τοὺς περὶ τὸν ∆ημιουργὸν, καὶ λέγειν ... Σκεῦός εἰμι ἔντιμον, μᾶλλον παρὰ τὴν θήλειαν τὴν ποιήσασαν ὑμᾶς. Εἰ ἡ μητὴρ ὑμῶν ἀγνοεῖ τὴν ἑαυτῆς ῥίζαν, ἐγὼ οἶδα ἐμαυτὸν, καὶ γινώσκω ὅθεν εἰμὶ, καὶ ἐπικαλοῦμαι τὴν ἄφθαρτον Σοφίαν, ἥτις ἐστιν ἐν τῷ Πατρὶ, μήτηρ δὲ τῆς μητρὸς ὑμῶν τῆς μὴ ἐχούσης μητέρα Πατέρα, ἀλλ' οὔτε σύζυγον ἄῤῥενα· θήλεια δὲ ὑπὸ θηλείας γενομένη ἐποίησεν ὑμᾶς, ἀγνοοῦσα καὶ τὴν μητέρα αὐτῆς, καὶ δοκοῦσα ἑαυτὴν εἶναι μόνην· ἐγὼ δὲ ἐπικαλοῦμαι αὐτῆς τὴν μητέρα. Τούτους δὲ τοὺς περὶ τὸν ∆ημιουργὸν ἀκούσαντας σφόδρα ταραχθῆναι, καὶ καταγνῶναι αὐτῶν τῆς ῥίζης, καὶ τοῦ γένους τῆς μητρός· αὐτὸν δὲ πορευθῆναι εἰς τὰ ἴδια, ῥίψαντα τὸν δεσμὸν αὐτοῦ, τουτέστι τὴν ψυχήν. Καὶ περὶ μὲν τῆς ἀπολυτρώσεως ταῦτά ἐστιν ὅσα εἰς ἡμᾶς συνεληλύθαμεν l. συνελήλυθε μέν. 1.16.2 Οὕτως γοῦν τὸν Στησίχορον διὰ τῶν ἐπῶν λοιδορήσαντα αὐτὴν, τὰς ὄψεις τυφλωθῆναι· αὖθις δὲ, μεταμεληθέντος αὐτοῦ καὶ γράψαντος τὰς παλινῳδίας ἐν αἷς ὕμνησεν αὐτὴν, ἀναβλέψαι. Μετενσωματουμένην ... οὕτως τοῖς ἀνθρώποις σωτηρίαν παρέσχε διὰ τῆς ἰδίας ἐπιγνώσεως. Κακῶς γὰρ διοικούντων τῶν ἀγγέλων τὸν κόσμον, διὰ τὸ φιλαρχεῖν αὐτοὺς, εἰς ἐπανόρθωσιν ἐληλυθέναι αὐτὸν ἔφη μεταμορφούμενον καὶ ἐξομοιούμενον ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις, καὶ τοῖς ἀγγέλοις, ὡς καὶ ἄνθρωπον φαίνεσθαι αὐτὸν, μὴ ὄντα ἄνθρωπον, καὶ παθεῖν δὲ ἐν τῇ Ἰουδαίᾳ δεδοκηκέναι καὶ μὴ πεπονθότα ... Τοὺς δὲ προφήτας ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων ἐμπνευσθέντας εἰρηκέναι τὰς προφητείας. ∆ιὸ μὴ φροντίζειν αὐτῶν τοὺς εἰς τὸν Σίμωνα καὶ τὴν Ἑλένην πεπιστευκότας, ἕως νῦν