1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

19

διαθέσεων τούτων, ἢ καὶ δυνάμεων, τῆς Ἐννοίας καὶ τῆς Θελήσεως, ὥστε συγκραθεισῶν εἰς ἀλλήλας, τῇ προβολῇ τοῦ Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο. Οὕστινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς προελθεῖν, τῶν ἀοράτων ὁρατάς· τοῦ μὲν Θελήματος τὴν Ἀλήθειαν, τῆς δὲ Ἐννοίας τὸν Νοῦν, καὶ διὰ τούτου τοῦ Θελήματος, ὁ μὲν ἄῤῥην εἰκὼν τῆς ἀγεννήτου Ἐννοίας γέγονεν, ὁ δὲ θῆλυς τοῦ Θελήματος· τὸ Θέλημα τοίνυν δύναμις ἐγένετο τῆς Ἐννοίας. Ἐνενόει μὲν γὰρ ἡ Ἔννοια τὴν προβολήν· οὐ μέντοι προβαλεῖν αὐτὴ καθ' ἑαυτὴν ἠδύνατο ἃ ἐνενόει. Ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις ἐπεγένετο, τότε ὃ ἐνενόει ἐνενοεῖτο προέβαλε . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ΟΙ δὲ περὶ τὸν Πτολεμαῖον, δύο συζύγους αὐτὸν ἔχειν λέγουσιν, ἃς καὶ διαθέσεις καλοῦσιν, ἔννοιαν καὶ θέλησιν. Πρῶτον γὰρ ἐνενοήθη τι προβαλεῖν, ὥς φασιν, ἔπειτα ἠθέλησε. ∆ιὸ καὶ τῶν δύο τούτων διαθέσεων καὶ δυνάμεων, τῆς τε ἐννοίας καὶ τῆς θελήσεως, ὥσπερ κραθεισῶν εἰς ἀλλήλας, ἡ προβολὴ τοῦ τε Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυ γίαν ἐγένετο· ὡς οὕς τινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς διελθεῖν ἐκ τῶν ἀοράτων ὁρατὰς, τοῦ μὲν Θελήματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ ἐπιγεννητοῦ Θελήματος, ὁ ἀῤῥενικός· l. ὁ ἄῤῥην μὲν εἰκών· τῆς δὲ ἀγεννήτου Ἐννοίας ὁ θῆλυς, ἐπὶ ἐπεὶ τὸ Θέλημα ὥσπερ δύναμις ἐγένετο τῆς Ἐννοίας. Ἐννοεῖν ἐνενόει μὲν γὰρ ἀεὶ ἡ Ἔννοια τὴν προβολὴν, οὐ μέντοι γε προβάλλειν αὐτὴν αὐτὴ κατ' αὐτὴν καθ' ἑαυτὴν ἠδύνατο, ἀλλὰ ἃ ἐνενοεῖτο ἐνενόει. Ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις . . . τότε ἐνενοεῖτο προβάλλει ὁ ἐνενοεῖτο προέβαλε. . . . . ἢ περὶ τοῦ τῶν ὅλων δεσπότου· ὃς ἅμα τῷ νοηθῆναι καὶ ἐπιτετελεκέναι d. τοῦθ' ὅπερ ἠθέλησε, καὶ ἅμα τῷ θελῆσαι καὶ ἐννοεῖται τοῦθ' ὅπερ καὶ ἠθέλησε, τοῦτο ἐννοούμενος, ὃ καὶ θέλει, καὶ τότε θέλων, ὅτε ἐννοεῖται, ὅλος ἔννοια ὢν, ὅλος θέλημα, ὅλος νοῦς, ὅλος φῶς Epiphan. ὅλος ὀφθαλμὸς, ὅλος ἀκοὴ, ὅλος πηγὴ πάντων τῶν ἀγαθῶν. 1.6.2 ... τὴν πρώτην ὀγδοάδα, οὐ καθ' ὑπόβασιν ἄλλον ὑπὸ ἄλλου Αἰῶνα προβεβλῆσθαι, ἀλλ' ὁμοῦ καὶ εἰς ἅπαξ τὴν τῶν ἓξ Αἰώνων προβολὴν ὑπὸ τοῦ Προπάτορος καὶ τῆς Ἐννοίας αὐτοῦ τετέχθαι, ὡς αὐτὸς μαιωσάμενος, διαβεβαιοῦται. Καὶ οὐκέτι ἐκ Λόγου καὶ Ζωῆς Ἄνθρωπον καὶ Ἐκκλησίαν, καὶ ἐξ Ἀνθρώπου, ὡς οἱ ἄλλοι l. ὡς οἱ ἄλλοι· ἀλλ' ἐξ Ἀνθρώπου, καὶ Ἐκκλησίας Λόγον καὶ Ζωήν φασι τετέχθαι αὐτὸς καὶ οἱ αὐτοῦ· ἀλλὰ ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν· ὅτι ὅπερ ἐνενοήθη προβαλεῖν ὁ Προπάτωρ, τοῦτο Πατὴρ ἐκλήθη· ἐπεὶ δὲ ὁ προεβάλετο ἀλήθεια ἀληθῆ ἦν, τοῦτο Ἀλήθεια ὠνομάσθη· ὅτε οὖν ἠθέλησεν ἐπιδεῖξαι αὐτὸν ἑαυτὸν, τοῦτο Ἄνθρωπος ἐλέχθη· οὓς δὲ προελογίσατο ὅτε προέβαλε, τοῦτο Ἐκκλησία ὠνομάσθη· καὶ ὁ Ἄνθρωπος τὸν Λόγον, οὗτός ἐστιν ὁ πρωτότοκος Υἱός· ἐπακολουθεῖ δὲ τῷ Λόγῳ καὶ ἡ Ζωή· καὶ οὕτως πρώτη Ὀγδοὰς συνετελέσθη. 1.6.3 Πολλὴ δὲ μάχη παρ' αὐτοῖς καὶ περὶ τοῦ Σωτῆρος. Οἱ μὲν γὰρ αὐτὸν ἐκ πάντων γεγονέναι λέγουσι· διὸ καὶ Εὐδοκητὸν καλεῖσθαι, ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησεν δι' αὐτοῦ δοξάσαι τὸν Πατέρα. Οἱ δὲ ἐκ μόνων τῶν δέκα Αἰώνων, τῶν ἀπὸ Λόγου καὶ Ζωῆς, προβεβλῆσθαι αὐτὸν λέγουσι, τὰ προ γονικὰ ὀνόματα διασώζοντα. Οἱ δὲ ἐκ τῶν δεκαδύο Αἰώνων τῶν ἐκ τοῦ Ἀνθρώπου καὶ Ζωῆς l. Ἐκκλησίας γενομένων· καὶ διὰ τοῦτο υἱὸν Ἀνθρώπου adj. ἑαυτὸν ὁμολογεῖ, ὡσανεὶ ἀπόγονον Ἀνθρώπου. Οἱ δὲ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου Πνεύματος τῶν εἰς στήριγμα τοῦ Πληρώματος Int. προβεβλημένων γεγονέναι λέγουσιν αὐτόν· καὶ διὰ τοῦτο Χριστὸν λέγεσθαι αὐτὸν, τὴν τοῦ Πατρὸς, ἀφ' οὗ προεβλήθη, διασώζοντα προσηγορίαν. Ἄλλοι δὲ, ὡς εἰπεῖν, τινες ἐξ αὐτῶν ῥαψωδοὶ, τὸν Προπάτορα τῶν ὅλων, καὶ Προάρχην, καὶ Προανεννόητον Ἄνθρωπον λέγουσι καλεῖσθαι· καὶ τοῦτ' εἶναι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον, ὅτι ἡ ὑπὲρ τὰ ὅλα δύναμις καὶ ἐμπεριεκτικὴ τῶν πάντων Ἄνθρωπος καλεῖται· καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου ἑαυτὸν λέγειν τὸν Σωτῆρα. 1.7.1 Μάρκος δέ τις ..... γύναια καὶ ἄνδρας ὑπ' αὐτοῦ πεπλανημένα τε καὶ