1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

11

∆ημιουργοῦ, μὴ εἰδότος τὴν αἰτίαν, ἀλλὰ παρ' αὑτοῦ λογιζομένου εἶναι τοιαύτας. ∆ιὸ καὶ εἰς προφήτας, φασὶν, ἔτασσεν αὐτοὺς αὐτὰς, καὶ ἱερεῖς, καὶ βασιλεῖς. Καὶ πολλὰ ὑπὸ τοῦ σπέρματος τούτου εἰρῆσθαι διὰ τῶν προφητῶν ἐξηγοῦνται, ἅτε ὑψηλοτέρας φύσεως ὑπαρχούσας· πολλὰ δὲ καὶ τὴν μητέρα περὶ τῶν ἀνωτέρω εἰρηκέναι λέγουσιν, ἀλλὰ καὶ διὰ τούτου καὶ τῶν ὑπὸ τούτου γενομένων ψυχῶν. Καὶ λοιπὸν τέμνουσι τὰς προφητείας, τὸ μέν τι ἀπὸ τῆς μητρὸς εἰρῆσθαι θέλοντες, τὸ δέ τι ἀπὸ τοῦ σπέρματος, τὸ δέ τι ἀπὸ τοῦ ∆ημιουργοῦ. Ἀλλὰ καὶ τὸν Ἰησοῦν ὡσαύτως, τὸ μέν τι ἀπὸ τοῦ Σωτῆρος εἰρηκέναι, τὸ δέ τι ἀπὸ τῆς μητρὸς, τὸ δέ τι ἀπὸ τοῦ ∆ημιουργοῦ, καθὼς ἐπιδείξομεν προϊόντος ἡμῖν τοῦ λόγου. Τὸν δὲ ∆ημιουργὸν, ἅτε ἀγνοοῦντα τὰ ὑπὲρ αὐτὸν, κινεῖσθαι μὲν ἐπὶ τοῖς λεγομένοις, καταπεφρονηκέναι δὲ αὐτῶν, ἄλλοτε ἄλλην αἰτίαν νομίσαντα, ἢ τὸ πνεῦμα τὸ προφητεῦον, ἔχον καὶ αὐτὸ ἰδίαν τινὰ κίνησιν, ἢ τὸν ἄνθρωπον, ἢ τὴν προσπλοκὴν τῶν χειρῶν χειρόνων καὶ οὕτως ἀγνοοῦντα διατετελεκέναι ἄχρι τῆς παρουσίας τοῦ Κυρίου. Ἐλθόντος δὲ τοῦ Σωτῆρος, μαθεῖν αὐτὸν παρ' αὐτοῦ πάντα λέγουσι, καὶ ἄσμενον αὐτῷ προσχωρήσαντα μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ, καὶ αὐτὸν εἶναι τὸν ἐν τῷ Εὐαγγελίῳ ἑκατόνταρχον, λέγοντα τῷ Σωτῆρι· καὶ γὰρ ἐγὼ ὑπὸ τὴν ἐμαυτοῦ ἐξουσίαν ἔχω στρατιώτας καὶ δούλους, καὶ ὃ ἐὰν προστάξω, ποιοῦσι. Τελέσειν δὲ αὐτὸν τὴν κατὰ τὸν κόσμον οἰκονομίαν μέχρι τοῦ δέοντος καιροῦ, μάλιστα δὲ διὰ τὴν τῆς ἐκκλησίας ἐπιμέλειαν, ἀλλὰ καὶ διὰ τὴν ἐπίγνωσιν τοῦ ἑτοιμασθέντος αὐτῷ ἐπάθλου, ὅτι εἰς τὸν τῆς μητρὸς τόπον χωρήσει. 1.1.14 Ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν, χοϊκὸν, ψυχικὸν, καθὼς ἐγένοντο Κάϊν, Ἄβελ, Σήθ· καὶ ἐκ τούτων τὰς τρεῖς φύσεις, οὐκέτι καθ' ἓν, ἀλλὰ κατὰ γένος. Καὶ τὸ μὲν χοϊκὸν εἰς φθορὰν χωρεῖν· καὶ τὸ ψυχικὸν, ἐὰν τὰ βελτίονα ἕληται, ἐν τῷ τῆς μεσότητος τόπῳ ἀναπαύσεσθαι· ἐὰν δὲ τὰ χείρω, χωρήσειν καὶ αὐτὸ πρὸς τὰ ὅμοια· τὰ δὲ πνευματικὰ, ἃ ἂν κατασπείρῃ ἡ Ἀχαμὼθ ἔκτοτε ἕως τοῦ νῦν δικαίαις ψυχαῖς, παιδευθέντα ἐνθάδε καὶ ἐκτραφέντα, διὰ τὸ νήπια ἐκπεπέμφθαι, ὕστερον τελειότητος ἀξιωθέντα, νύμφας ἀποδοθήσεσθαι τοῖς τοῦ Σωτῆρος Ἀγγέλοις δογματίζουσι, τῶν ψυχῶν αὐτῶν ἐν μεσότητι κατ' ἀνάγκην μετὰ τοῦ ∆ημιουργοῦ ἀναπαυσαμένων εἰς τὸ παντελές. Καὶ αὐτὰς μὲν τὰς ψυχικὰς ψυχὰς πάλιν ὑπομερίζοντες λέγουσιν, ἃς μὲν φύσει ἀγαθὰς, ἃς δὲ φύσει πονηράς. Καὶ τὰς μὲν ἀγαθὰς ταύτας εἶναι τὰς δεκτικὰς τοῦ σπέρματος γινομένας· τὰς δὲ φύσει πονηρὰς μηδέποτε ἂν ἐπιδέξασθαι ἐκεῖνο τὸ σπέρμα. 1.1.15 Τοιαύτης δὲ τῆς ὑποθέσεως αὐτῶν οὔσης, ἣν οὔτε Προφῆται ἐκήρυξαν, οὔτε ὁ Κύριος ἐδίδαξεν, οὔτε Ἀπόστολοι παρέδωκαν, ἣν περὶ τῶν ὅλων αὐχοῦσι πλεῖον τῶν ἄλλων ἐγνωκέναι, ἐξ ἀγράφων ἀναγινώσκοντες, καὶ τὸ δὴ λεγόμενον, ἐξ ἄμμου σχοινία πλέκειν ἐπιτηδεύοντες, ἀξιοπίστως ἀξιόπιστα Assem. προσαρμόζειν πειρῶνται τοῖς εἰρημέ νοις, ἤτοι παραβολὰς κυριακὰς, ἢ ῥήσεις προφητικὰς, ἢ λόγους ἀποστολικοὺς, ἵνα τὸ πλάσμα αὐτῶν μὴ ἀμάρτυρον εἶναι δοκῇ· τὴν μὲν τάξιν καὶ τὸν εἱρμὸν τῶν γραφῶν ὑπερβαίνοντες, καὶ, ὅσον ἐφ' ἑαυτοῖς, λύοντες τὰ μέλη τῆς ἀληθείας. Μεταφέρουσι δὲ καὶ μεταπλάττουσι, καὶ ἄλλο ἐξ ἄλλου ποιοῦντες ἐξαπατῶσι πολλοὺς τῇ τῶν ἐφαρμοζομένων κυριακῶν λογίων κακοσυνθέτῳ σοφίᾳ φαντασίᾳ Ephr. S.. Ὅνπερ τρόπον εἴ τις βασιλέως εἰκόνος καλῆς κατεσκευασμένης ἐπιμελῶς ἐκ ψηφίδων ἐπισήμων ὑπὸ σοφοῦ τεχνίτου, λύσας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου ἰδέαν, μετενέγκῃ τὰς ψηφῖδας ἐκείνας, καὶ μεθαρμόσοι, καὶ ποιήσει μορφὴν κυνὸς ἢ ἀλώπεκος, καὶ ταύτην φαύλως κατεσκευασμένην, ἔπειτα διορίζοιτο, καὶ λέγοι ταύτην εἶναι τὴν τοῦ βασιλέως ἐκείνην εἰκόνα τὴν καλὴν, ἣν ὁ σοφὸς τεχνίτης κατεσκεύασε, δεικνὺς τὰς ψηφῖδας τὰς καλῶς ὑπὸ τοῦ τεχνίτου τοῦ πρώτου εἰς τὴν τοῦ βασιλέως εἰκόνα συντεθείσας, κακῶς δὲ ὑπὸ τοῦ ὑστέρου εἰς κυνὸς μορφὴν μετενεχθείσας, καὶ διὰ τῆς τῶν ψηφίδων φαντασίας μεθοδεύοι τοὺς ἀπειροτέρους, τοὺς κατάληψιν βασιλικῆς μορφῆς οὐκ ἔχοντας, καὶ πείθοι ὅτι αὕτη ἡ