1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

25

τοῦ Βυθοῦ τοῦ αὔξοντος ἐκ τῶν τούτου γραμμάτων, ἔτι τε τῆς Ἀληθείας σώματος δωδεκαμελοῦς ἐκ δύο γραμμάτων συνεστῶτος, καὶ τῆς φωνῆς αὐτῆς, ἣν Int. προσωμίλησε μὴ προσομιλήσασα, καὶ περὶ τῆς ἐπιλύσεως τοῦ μὴ λαληθέντος ὀνόματος, καὶ περὶ τῆς τοῦ κόσμου ψυχῆς καὶ ἀνθρώπου, καθὰ ἔχουσι τὴν κατ' εἰκόνα οἰκονομίαν, οὕτως ἐλήρησεν. Ἑξῆς δὲ ὡς ἀπὸ τῶν ὀνομάτων ἰσάριθμον δύναμιν ἐπέδειξεν ἡ τετρακτὺς αὐτῷ, ἀπαγγελοῦμεν, ἵνα μηδὲν λάθῃ σε τῶν εἰς ἡμᾶς ὑπ' αὐτοῦ λεγομένων ἐληλυθότων, ἀγαπητέ, καθὼς πολλάκις ἀπῄτησας παρ' ἡμῶν. 1.8.11 Οὕτως οὖν ἀπαγγέλλει ἡ πάνσοφος αὐτῷ Σιγὴ τὴν γένεσιν τῶν εἰκοσιτεσσάρων στοιχείων· τῇ μονότητι συνυπάρχειν ἑνότητι Η. ἑνότητα, ἐξ ὧν δύο προβολαὶ, καθ' ἃ προείρηται· μονάς τε καὶ τὸ ἕν ἐπὶ Η. l. δὶς δύο οὖσαι τέσσαρα Η. τέσσαρες ἐγένοντο· δὶς γὰρ δύο, τέσσαρες. Καὶ πάλιν, αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν. Οὗτοι δὲ οἱ ἓξ τετραπλασιασ θέντες, τὰς εἰκοσιτέσσαρας ἀπεκύησαν μορφάς. Καὶ τὰ μὲν τῆς πρώτης τετράδος ὀνόματα ἅγια ἁγίων νοούμενα, καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι Η. adj. δὲ ὑπὸ μόνου τοῦ Υἱοῦ, ἃ ὁ Πατὴρ οἶδε τίνα ἐστί. Τὰ δὲ σεμνὰ, καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ' αὐτῷ ἐστι ταῦτα· Ἄῤῥητος καὶ Σιγὴ, Πατήρ τε καὶ Ἀλήθεια. Ταύτης δὲ τῆς τετράδος ὁ σύμπας ἀριθμός ἐστι στοιχείων εἰκοσιτεσσάρων. Ὁ γὰρ Ἄῤῥητος ὄνομα γράμματα ἔχει ἐν ἑαυτῷ ἑπτὰ, ἡ δὲ Σιγὴ πέντε, καὶ ὁ Πατὴρ Η. ha. πέντε, καὶ ἡ Ἀλήθεια ἑπτά· ἃ συντεθέντα ἐπὶ τὸ αὐτὸ, τὰ δὶς πέντε, καὶ δὶς ἑπτὰ, τὸν τῶν εἰκοσιτεσσάρων ἀριθμὸν ἀνεπλήρωσεν. Ὡσαύτως δὲ καὶ ἡ δευτέρα τετρὰς, Λόγος καὶ Ζωὴ, Ἄνθρωπος καὶ Ἐκκλησία, τὸν αὐτὸν ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν. Καὶ τὸ τοῦ Σωτῆρος δὲ ῥητὸν ὄνομα, ὀκτὼ καὶ δέκα, γραμμάτων ὑπάρχειν Η. ὑπάρχει ἓξ, τὸ δ' ἄῤῥητον αὐτοῦ γραμμάτων εἰκοσιτεσσάρων. Υἱὸς Χρειστὸς, γραμμάτων δώδεκα· τὸ δὲ ἐν Η. τῷ Χριστῷ ἄῤῥητον, γραμμάτων τριάκοντα. Καὶ διὰ τοῦτό φησιν αὐτὸν α καὶ ω, ἵνα τὴν περιστερὰν μηνύσῃ, τοῦτον ἔχοντος τὸν ἀριθμὸν τούτου τοῦ ὀρνέου. 1.8.12 Ὁ δὲ Ἰησοῦς ταύτην ἔχει, φησὶ, τὴν ἄῤῥητον γένεσιν. Ἀπὸ γὰρ τῆς Μητρὸς τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς τρόπῳ προῆλθεν ἡ δευτέρα τετρὰς, καὶ ἐγένετο ὀγδοὰς, ἐξ ἧς προῆλθε δεκάς· οὕτως ἐγένετο δεκὰς καὶ ὀγδοάς. Ἡ οὖν δεκὰς ἐπισυνελθοῦσα τῇ ὀγδοάδι, καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα, τὸν τῶν ὀγδοήκοντα προεβίβασεν ἀριθμόν· καὶ τὰ ὀγδοήκοντα πάλιν δεκαπλασιάσασα, τὸν τῶν ὀκτακοσίων ἀριθμὸν ἐγέννησεν· ὥστε εἶναι τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμὸν ἀπὸ ὀγδοάδος εἰς δεκάδα προελθόντα, η καὶ π καὶ ω, ὅ ἐστι δεκαοκτώ (ιηʹ) Η. Ἰησοῦς. Τὸ γὰρ Ἰησοῦ Η. Ἰησοῦς ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμὸν, ω ἔστιν ὀγδοηκονταοκτώ. Ἔχει Ἔχεις σαφῶς καὶ τὴν ὑπερουράνιον τοῦ η καὶ τοῦ σ l. τοῦ Ἰησοῦ κατ' αὐτοὺς γένεσιν. ∆ιὸ καὶ τὸν ἀλφάβητον τῶν Ἑλλήνων ἔχειν Η. ἔχει μονάδας ὀκτὼ, καὶ δεκάδας ὀκτὼ, καὶ ἑκατοντάδας ὀκτὼ, τὴν τῶν ὀκτακοσίων ὀγδοηκονταοκτὼ ψῆφον ἔπειτα δεικνύοντα Int. et Η. ἐπιδεικνύοντα, τουτέστι τὸ ε ι η, Η. τὸν Ἰησοῦν τὸν ἐκ πάντων συνεστῶτα τῶν ἀριθμῶν. Καὶ διὰ τοῦ Η. τοῦτο ἄλφα καὶ ω ὀνομάζεσθαι αὐτὸν, τὴν ἐκ πάντων γένεσιν σημαίνοντα. Καὶ πάλιν οὕτως· τῆς πρώτης τετράδος κατὰ πρόσβασιν πρόβασιν ἀριθμοῦ εἰς αὑτὴν συντιθεμένης, ὁ τῶν δέκα ἀνεφάνη ἀριθμός. Μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες ἐπὶ τὸ αὐτὸ συντεθεῖσαι, δέκα γίνονται· καὶ τοῦτ' εἶναι θέλουσι τὸν Ἰησοῦν. 1.8.13 Ἀλλὰ καὶ ὁ Χρειστὸς, φησὶ, γραμμάτων ὀκτὼ ὢν, τὴν πρώτην ὀγδοάδα σημαίνει, ἥτις τῷ δέκα ι συμπλακεῖσα, τὸν Ἰησοῦν ἀπεκύησε. Λέγεται δὲ, φησὶ, καὶ υἱὸς Χρειστὸς, τουτέστιν ἡ δωδεκάς· τὸ γὰρ υἱὸς ὄνομα γραμμάτων ἐστὶ τεσσάρων, τὸ δὲ Χρειστὸς ὀκτώ· ἅτινα συντεθέντα τὸ τῆς δωδεκάδος ἐπέδειξαν μέγεθος. Πρὶν μὲν οὖν, φησὶ, τούτου τοῦ ὀνόματος τὸ ἐπίσημον φανῆναι, τουτέστι τὸν Ἰησοῦν, τοῖς υἱοῖς τὸν υἱὸν, ἐν ἀγνοίᾳ πολλῇ ὑπῆρχον οἱ ἄνθρωποι καὶ πλάνῃ. Ὅτε δὲ ἐφανερώθη τὸ ἑξαγράμματον ὄνομα, ὃς σάρκα περιεβάλλετο, ἵνα εἰς τὴν αἴσθησιν τοῦ ἀνθρώπου κατέλθῃ, ἔχων ἐν ἑαυτῷ