1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

12

σαπρὰ τῆς ἀλώπεκος ἰδέα ἐστὶν ἐκείνη ἡ καλὴ τοῦ βασιλέως εἰκών· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι γραῶν μύθους συγκαττύσαντες, ἔπειτα ῥήματα καὶ λέξεις καὶ παραβολὰς ὅθεν καὶ πόθεν ἀποσπῶντες, ἐφαρμόζειν βούλονται τοῖς μύθοις αὐτῶν ἑαυτῶν Ephr. S. τὰ λόγια τοῦ Θεοῦ. Καὶ ὅσα μὲν ἐν τοῖς l. τοῖς ἐντὸς τοῦ Πληρώματος ἐφαρμόζουσιν, εἰρήκαμεν. 1.1.16 Ὅσα δὲ καὶ τοῖς ἐκτὸς τοῦ Πληρώματος αὐτῶν προσοικειοῦν πειρῶνται ἐκ τῶν γραφῶν, ἔστι τοιαῦτα· τὸν Κύριον ἐν τοῖς ἐσχάτοις τοῦ κόσμου χρόνοις διὰ τοῦτο ἐληλυθέναι ἐπὶ τὸ πάθος λέγουσιν, ἵν' ἐπιδείξῃ τὸ περὶ τὸν ἔσχατον τῶν Αἰώνων γεγονὸς πάθος, καὶ δι' αὐτοῦ τοῦ τέλους ἐμφῄνῃ τὸ τέλος τῆς περὶ τοὺς Αἰῶνας πραγματείας. Τὴν δὲ δωδεκαετῆ παρθένον ἐκείνην, τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, ἣν ἐπιστὰς ὁ Κύριος ἐκ νεκρῶν ἤγειρε, τύπον εἶναι διηγοῦνται τῆς Ἀχαμὼθ, ἣν ἐπεκταθεὶς ὁ Χριστὸς αὐτὸν αὐτῶν ἐμόρφωσε, καὶ εἰς αἴσθησιν ἤγαγε τοῦ καταλιπόντος αὐτὴν φωτός. Ὅτι δὲ αὐτῇ ἐπέφανεν ὁ Σωτὴρ ἐκτὸς οὔσης τοῦ Πληρώματος, ἐν ἐκτρώματος μοίρᾳ, τὸν Παῦλον λέγουσιν εἰρηκέναι ἐν τῇ adj. πρώτῃ πρὸς Κορινθίους· Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κᾀμοί. Τήν τε μετὰ τῶν ἡλικιωτῶν τοῦ Σωτῆρος παρουσίαν πρὸς τὴν Ἀχαμὼθ, ὁμοίως πεφανερωκέναι αὐτὸν ἐν τῇ αὐτῇ ἐπιστολῇ, εἰπόντα· ∆εῖ τὴν γυναῖκα κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. Καὶ ὅτι ἥκοντος τοῦ Σωτῆρος πρὸς αὐτὴν, δι' αἰδὼ κάλυμμα ἐπέθετο ἡ Ἀχαμὼθ, Μωσέα πεποιηκέναι φανερὸν, κάλυμμα θέμενον ἐπὶ τὸ πρόσωπον αὐτοῦ. Καὶ τὰ πάθη δὲ αὐτῆς, ἃ ἔπαθεν, ἐπισεσημειῶσθαι τὸν Κύριον φάσκουσιν ἐν τῷ σταυρῷ. Καὶ ἐν μὲν τῷ εἰπεῖν· Ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί ἐγκατέλιπές με; μεμηνυκέναι αὐτὸν, ὅτι ἀπελείφθη ἀπὸ τοῦ φωτὸς ἡ Σοφία, καὶ ἐκωλύθη ὑπὸ τοῦ Ὅρου τῆς εἰς τοὔμπροσθεν ὁρμῆς· τὴν δὲ λύπην αὐτῆς, ἐν τῷ εἰπεῖν· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου del. ἕ. θ.· τὸν δὲ φόβον, ἐν τῷ εἰπεῖν· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον· καὶ τὴν ἀπορίαν δὲ ὡσαύτως, ἐν τῷ εἰρηκέναι· Καὶ τί εἴπω, οὐκ οἶδα. Τρία δὲ γένη ἀνθρώπων οὕτως δεδειχέναι διδάσκουσιν αὐτόν· τὸ μὲν ὑλικὸν, ἐν τῷ εἰπεῖν τῷ ἐρωτήσαντι, Ἀκολουθήσω σοι; Οὐκ ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ποῦ τὴν κεφαλὴν κλῖναι κλίνῃ· τὸ δὲ ψυχικὸν, ἐν τῷ εἰρηκέναι τῷ εἰπόντι, Ἀκολουθήσω σοι, ἐπίτρεψον δέ μοι πρῶτον ἀποτάξασθαι τοῖς ἐν τῷ οἴκῳ μου· Οὐδεὶς ἐπ' ἄροτρον τὴν χεῖρα ἐπιβαλὼν, καὶ εἰς τὰ ὀπίσω βλέπων, εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ εἰς τὴν β. τῶν οὐρανῶν. Τοῦτον γὰρ λέγουσι τὸν μέσον εἶναι. Κᾀκεῖνον δὲ ὡσαύτως τὸν τὰ πλεῖστα μέρη τῆς δικαιοσύνης ὁμολογήσαντα πεποιηκέναι, ἔπειτα μὴ θελήσαντα ἀκολουθῆσαι, ἀλλὰ ὑπὸ πλούτου ἡττηθέντα, πρὸς τὸ μὴ τέλειον γενέσθαι, καὶ τοῦτον τοῦ ψυχικοῦ γένους γεγονέναι θέλουσι. Τὸ δὲ πνευματικὸν, ἐν τῷ εἰπεῖν· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ πορευθεὶς διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ ἐπὶ Ζακχαίου τοῦ τελώνου εἰπών· Σπεύσας κατάβηθι, ὅτι σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι· τούτους γὰρ πνευματικοῦ γένους καταγγέλλουσι γεγονέναι. Καὶ τὴν τῆς ζύμης παραβολὴν, ἣν ἡ γυνὴ ἐγκεκρυφέναι λέγεται εἰς ἀλεύρου σάτα τρία, τὰ τρία γένη δηλοῦν λέγουσι· γυναῖκα μὲν γὰρ τὴν Σοφίαν λέγεσθαι διδάσκουσιν· ἀλεύρου σάτα τὰ τρία, τὰ τρία γένη τῶν ἀνθρώπων, πνευματικὸν, ψυχικὸν, χοϊκόν· ζύμην δὲ αὐτὸν τὸν Σωτῆρα εἰρῆσθαι διδάσκουσι. Καὶ τὸν Παῦλον διαῤῥήδην εἰρηκέναι χοϊκοὺς, ψυχικοὺς, πνευματικούς· ὅπου μὲν, Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· ὅπου δὲ, Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· ὅπου δὲ, Πνευματικὸς ἀνακρίνει πάντα. Τὸ δὲ, Ψυχικὸς οὐ δέχεται τὰ τοῦ πνεύματος, ἐπὶ τοῦ ∆ημιουργοῦ φασὶν εἰρῆσθαι, ὃν ψυχικὸν ὄντα μὴ ἐγνωκέναι μήτε τὴν μητέρα πνευματικὴν οὖσαν, μήτε τὸ σπέρμα αὐτῆς, μήτε τοὺς ἐν τῷ Πληρώματι Αἰῶνας. Ὅτι ἰδὼν ὅτι δὲ, ὧν ἤμελλε σώζειν ὁ Σωτὴρ, τούτων τὰς ἀπαρχὰς ἀνέλαβε, τὸν Παῦλον εἰρηκέναι· Καὶ ἢν ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα. Ἀπαρχὴν μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες· φύραμα δὲ ἡμᾶς, τουτέστι τὴν ψυχικὴν Ἐκκλησίαν, ἧς τὸ φύραμα ἀνειληφέναι