Bellum Avaricum

 συγκεκομμένη καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης; ποῖον γὰρ ἔργον ἢ φιλόπλου

 ἠγριωμένον νέφος εἰς τὴν κατ' αὐτοῦ συντριβὴν ὑποστρέφεις· οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη, ἀλλ' εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους ἀρχὰς ἀπεσκίρτη

 μηχανουργῶν ἐγγράφως τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ. οὐ μὴν παρημελεῖτο τὰ προστάγματα, ἀλλ' ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον πάντων προθύμως καὶ

 πρὸ τῆς δίκης νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν. ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι, πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο πᾶς

 ἀφιγμένων <***> πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων ὕλην παρεβλάστησε τῶν δένδρων πλέον, πῇ δ' ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων ὀχλουμένη τε καὶ κατεστ

ἀφιγμένων <***> πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων ὕλην παρεβλάστησε τῶν δένδρων πλέον, πῇ δ' ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων ὀχλουμένη τε καὶ κατεστορεσμένη ἐξ ἀλλοφύλων αἱμάτων φοινίσσεται· καὶ νῦν Ἐρυθρὰ κυρίως ἀκούεται καλῶς βαφεῖσα τῇ βαφῇ τῶν βαρβάρων. ἔδει γάρ, οἶμαι, τὸν Φαραὼ τὸν δεύτερον βλέπουσαν αὐτὴν καὶ νέον σὲ Μωσέα τὰς τῆς Ἐρυθρᾶς εἰκονίζειν ἐμφάσεις· καὶ νῦν ἔχουσιν εἰς σοροὺς τὰ κύματα μνήμην ἔνυγρον καὶ ταφὴν Αἰγυπτίαν· οὐκ ἦν γὰρ εἰκὸς ἐνδεεστέραν βλέπειν πρὸς τὴν παλαιὰν τὴν νέαν τιμωρίαν. ᾄσωμεν οὖν τὸν ὕμνον, οὐκ ἐν τυμπάνοις ἄρρυθμα βομβήσαντες, ἀλλ' ἐξ ὀργάνων τῶν ἔνδον ἡμῶν μυστικῶς ἡρμοσμένων· καὶ νεῦρα μὲν τείνωμεν ἐψυχωμένα καὶ πλῆκτρα γλώττας καὶ τὰ χείλη κύμβαλα, αἰσθήσεων δὲ πενταχόρδῳ συνθέσει τὸν ἄκρον εἰς τὸν πρῶτον εἴπωμεν τόνον. οὕτω γὰρ ἡ μὲν ὄψις ἡ τῶν ὀμμάτων πᾶσαν καθαίρει βλαπτικὴν θεωρίαν· ἡ δ' αὖ νοητὴ τῶν ἀκουσμάτων πύλη ἤχοις ἀτάκτοις οὐκ ἀνοίξει τὰς θύρας, οὐδ' αὖ γε τὴν ὄσφρησιν ἠπατημένην ἥδυσμα πικρᾶς ἡδονῆς ὑφαρπάσοι καὶ γεῦσις ἔσται μὴ φθορᾶς παραιτία, ἀλλ' εἰς τροφὴν ἄφθαρτον ηὐτρεπισμένη, ἁφαῖς τε ῥευστῶν λημμάτων ἐλευθέραις τὰ Χριστάδελφα ψηλαφήσωμεν μέλη, ὅπως ὁ πάσης ἀρχιτέκτων οὐσίας τὸ πανσθενὲς στήριγμα τῶν ὁρωμένων καὶ τῶν ἀδήλων ἡ πεπηγμένη βάσις, ὁ παιδαγωγῶν συμφερόντως τὴν φύσιν καὶ σωφρονισταῖς ἐκφοβῶν διδασκάλοις τὴν νηπιώδη τῶν παθῶν ἀταξίαν, καὶ νῦν στρατεύσας τοὺς πυραυγεῖς συμμάχους κατὰ σκοτεινῶν ἀντιτάξοι βαρβάρων, δείξοι τε Τίγριν καὶ τὸν Ἴστριον πόρον ὡς πρὶν τὸ Νείλου ῥεῖθρον ᾑματωμένους ὅπως μεθυσθῇ συγγενῶν ἐξ αἱμάτων ὁ βάρβαρος νοῦς δυστυχῶς γεγευμένος, αὔξοι δὲ τὴν σὴν εὐσεβῆ φυτουργίαν, τὸν δεσπότην θάλλοντα τοῖς θείοις κλάδοις· θύρας τε πολλοῖς ἐξανοίγοι τοῖς λόγοις νικῶντος αὐτοῦ πανταχοῦ τοὺς βαρβάρους. ἐνταῦθά μοι νῦν τὸν βραδύγλωττον λόγον τὸ συμπέρασμα τοῦ σκοποῦ περιγράφει· τῷ σῷ δὲ τέκνῳ, τῷ νεωτέρῳ κράτει, τούτους προσειπεῖν εὐτρεπίζω τοὺς λόγους· νίκη φάνηθι· νῦν λαβεῖν σε νυμφίον ἔξεστι τοῦτον, ᾧ τὰ δῶρα τῶν γάμων δέδωκας ἤδη τὴν σφαγὴν τῶν βαρβάρων.