Bellum Avaricum

 συγκεκομμένη καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης; ποῖον γὰρ ἔργον ἢ φιλόπλου

 ἠγριωμένον νέφος εἰς τὴν κατ' αὐτοῦ συντριβὴν ὑποστρέφεις· οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη, ἀλλ' εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους ἀρχὰς ἀπεσκίρτη

 μηχανουργῶν ἐγγράφως τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ. οὐ μὴν παρημελεῖτο τὰ προστάγματα, ἀλλ' ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον πάντων προθύμως καὶ

 πρὸ τῆς δίκης νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν. ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι, πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο πᾶς

 ἀφιγμένων <***> πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων ὕλην παρεβλάστησε τῶν δένδρων πλέον, πῇ δ' ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων ὀχλουμένη τε καὶ κατεστ

συγκεκομμένη καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης; ποῖον γὰρ ἔργον ἢ φιλόπλουτον χάριν, πίστιν δὲ ποίαν καὶ λόγου καὶ πράγματος ὁ πάντα πράττων συμφερόντως δεσπότης παρῆκεν ἢ μεθῆκεν εἰς ὑπερθέσεις θέλων μαλάξαι τὴν ἀσύνθετον φύσιν σχέσει λογισμῶν, δωρεῶν ὑποσχέσει, πειθοῖ τὰ πρῶτα καὶ λόγῳ τὰ δεύτερα; ποίαν δὲ γλώττης οὐκ ἐκίνησεν λύραν ἐκ τῆς ἐν αὐτῷ μουσικῆς ἡρμοσμένην, ᾗ πείθεται μὲν πολλάκις καὶ θηρία, πραΰνεται δὲ καὶ τὸ δημῶδες θράσος ὃ μυρίων τις εὐπορήσας Ὀρφέων οὐκ ἂν μαλάξοι; καὶ γὰρ ἐργωδέστερον ἄνθρωπον ἕλξαι τοῦ μαλάξαι θηρία. ὅμως ἐνίκα τῇ κρίσει τοῦ χείρονος ὁ βάρβαρος νοῦς τὴν κακὴν νίκην ἔχων· ὁ μὲν γὰρ αὐτοῦ τὰς μελανθεί<σ>ας φρένας ἔργων φιλέχθρων ἐκκαθαίρειν ἠξίου, ὁ δ' αὖ γε διπλοῦς Αἰθίοψ ἐγίνετο. ἐπεὶ δὲ λοιπὸν ὡς ἀλώπηξ τοὺς δόλους ὑπῆλθεν ἐνδὺς τὴν κακὴν ἀπιστίαν, ἔξω μὲν ὄψιν ὡς πρὸς εἰρήνην πλάσας ἔσω δὲ λυττῶν ὥστε κλέψαι τὴν μάχην, καὶ πρὸς τὸ τεῖχος ἦλθεν ὡς εἰς συμβάσεις τέχναις ἐνόρκοις συγκαλύψαι τὸν δόλον, καὶ τῷ μὲν εὐτρέπιστο τόξα καὶ μάχη ἡμῖν δὲ δῶρα καὶ πρὸς εἰρήνην λόγοι, μετῆλθεν ἡμᾶς οὐχ ὁ βάρβαρος δόλος ἀλλ' ἡ καθ' ἡμᾶς συγγενὴς ἁμαρτία· ὅμως τὰ πολλὰ τοῦ πάθους σιγητέον· λυπεῖν γὰρ οἶδε καὶ λαλούμενον πάθος. ἀλλ' εἶμι λοιπὸν πρὸς τὰ τῆς νεωτέρας μάχης τρόπαια, καὶ πάλιν δὲ συμμάχου τῆς σῆς προσευχῆς εὐποροῦντες οἱ λόγοι ὡς πρὸς συνήθη καὶ φιλεύδιον πόρον ἄγουσι πρὸς σὲ τὴν λαλοῦσαν ὁλκάδα. ὦ πάντα πράττων ὥστε μὴ στεῖράν ποτε ψυχὴν παρελθεῖν, ἀλλὰ <καὶ> σπείρων ἀεὶ καὶ τεκνοποιῶν τῷ Θεῷ καθ' ἡμέραν καὶ παρθενεύων καὶ πλέον μήτηρ μένων μάλιστα γὰρ νῦν πάντας ὠδίνεις μόνος καὶ πᾶσά σοι γῆ σπαργανοῦται καὶ Πόλις, ταύτης δι' ὑμῶν ἐκ Θεοῦ σεσωσμένης, χαῖρε, στρατηγὲ πρακτικῆς ἀγρυπνίας· σὺ μὲν γὰρ ἑστὼς ἐξ ἑτοίμου καρδίας μηδὲν λαλῶν ἔφραζες, ἡ δὲ σὴ στάσις πτῶσις κατ' ἐχθρῶν εὐθέως ἐγίνετο. χαῖρε, στρατηγὲ τῶν ἐνόπλων δακρύων τῶν πυρπολούντων τὸ θράσος τὸ βάρβαρον· ὅσον γὰρ ἁπλοῖς τὰς ῥοὰς τῶν ὀμμάτων, τοσοῦτον εἴργεις τὰς ῥοὰς τῶν αἱμάτων· ὁρῶν γὰρ ἡμῶν τοὺς ἀκανθώδεις ῥύπους ἐκ τῆς ἀκάρπου τῶν κακῶν κακουργίας πρὸς καῦσιν ἤδη καὶ φθορὰν ἠπειγμένους, φθάνεις τὸ πῦρ μὲν ὡς πρὸς ὕλην ἡμμένον πρὸς δ' αὖ τὰ δένδρα τὴν τομὴν τεθειμένην, πηγὰς δὲ τῶν σῶν ἐξανοίξας ὀμμάτων ἄρδεις τὰ χέρσα καὶ δροσίζεις τὴν φλόγα, καὶ τὰς ἀκάρπους καρδίας μετειργάσω καρποὺς ἐνεγκεῖν ἐξ ἐπομβρίας ξένης. ᾔδεις γάρ, ᾔδεις, ὡς γεωργῶν τὰς φρένας, ὡς οὐκ ἔνεστιν εὐφορῆσαι καρδίαν, εἰ μὴ καθαρθῇ πρῶτον ἀμπέλου δίκην, ἔπειτα πυκνὸν ἐκχέοι τὸ δάκρυον οὕτω τε λοιπὸν ἐκκαλοῖ τοὺς ὄμφακας· πλὴν οὐδὲ ταύτης ἐντελὴς εὐκαρπία ἕως ὁ βλαστὸς προσλαβὼν τὸν ἥλιον <***> καὶ μηδὲν ὠμὸν εὑρεθῇ τῆς ἀμπέλου. ἡμᾶς δὲ τῆς σῆς πίστεως ἡ θερμότης καὶ πρὶν γενέσθαι τοὺς συνήθεις ὄμφακας καρποὺς ἐνεγκεῖν ὡρίμους ἠνάγκασε. θέλω δὲ τούτων τὰς ἀφορμὰς τῶν λόγων ὡς τὴν ἔναγχος ἱστορῆσαί σοι μάχην, ἀλλ' ἐξ ἐναύλου τοῦ φόβου συστέλλομαι καὶ μηδὲν εἰπεῖν ὡς θέλω βιάζομαι· ὅμως ὁ πάντων εἰκονογράφος λόγος καὶ ταῦτα μέτροις τεχνικοῖς συναρμόσοι, ὡς παντὸς ἔργου πρακτικὸς καλλιγράφος. ἡ μὲν ζάλη σφύζουσα τῶν ἐναντίων ἐπῆλθεν ἡμῖν, ὡς ἄμετρα κύματα, τὴν ψάμμον ἐκπτύσασα τὴν τῶν βαρβάρων· τὸ γὰρ κακὸν φύσημα τῆς Θρᾴκης ὅλης χειμῶνα πολλῶν ἐκ νεφῶν συνημμένον ἤγειρεν ἡμῖν ἐξ ἀνάγκης ἐν θέρει· ἐπεὶ δὲ λοιπὸν πλησίον τῆς ὁλκάδος τῆς σῆς προ<σ>ῆλθεν ἡ ζέσις τοῦ πνεύματος καὶ πανταχοῦ κίνδυνος ἦν ἠρτυμένος πᾶν γὰρ τὸ κύκλον τοῦ σκάφους ἐβάπτετο, αὐτὸς παριστὰς τοῖς ἐπιπλώταις ὅλοις ἄνω τε ποιῶν ἐκτενῶς τὸν αὐχένα πᾶσιν παρῄνεις ὥστε τῆς ἁμαρτίας ἄχρηστον ὄντα μὴ παρέλκειν τὸν στόλον, ἀλλ' ἐκβαλεῖν ἕκαστον ἐκ τῆς καρδίας τὰ τῶν περιττῶν φορτίων βαρήματα, μή πως κατασπασθεῖσα τῷ δεινῷ βάρει ἡ κοσμικὴ ναῦς ζημιώσῃ τὸν βίον. καὶ ταῦτα πράττων εἰς ἀΰπνους ἡμέρας καὶ πᾶσα γὰρ νὺξ ἔργον εἶχεν ἡμέρας, μόνος τοσοῦτον