Bellum Avaricum

 συγκεκομμένη καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης; ποῖον γὰρ ἔργον ἢ φιλόπλου

 ἠγριωμένον νέφος εἰς τὴν κατ' αὐτοῦ συντριβὴν ὑποστρέφεις· οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη, ἀλλ' εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους ἀρχὰς ἀπεσκίρτη

 μηχανουργῶν ἐγγράφως τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ. οὐ μὴν παρημελεῖτο τὰ προστάγματα, ἀλλ' ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον πάντων προθύμως καὶ

 πρὸ τῆς δίκης νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν. ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι, πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο πᾶς

 ἀφιγμένων <***> πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων ὕλην παρεβλάστησε τῶν δένδρων πλέον, πῇ δ' ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων ὀχλουμένη τε καὶ κατεστ

μηχανουργῶν ἐγγράφως τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ. οὐ μὴν παρημελεῖτο τὰ προστάγματα, ἀλλ' ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον πάντων προθύμως καὶ πολιτῶν καὶ ξένων καὶ τῶν ἐν ἀρχαῖς καὶ μεγίσταις ἀξίαις ὑποδραμόντων τοὺς ἑκουσίους πόνους.

ἔδει γάρ, οἶμαι, τὸν τοσοῦτον δεσπότην ἔχειν τοσούτους εἰς ἀνάγκην οἰκέτας, οἳ τὰς κελεύσεις τῶν σοφῶν βουλευμάτων μαθόντες ἔργα τοὺς λόγους ἐδείκνυον. οὕτως ἀεικίνητος ὢν ὁ δεσπότης τάχει λογισμῶν καὶ φρενῶν ἀπληστίᾳ πόρρωθεν ἐγγὺς τῇ Πόλει παρίστατο καὶ ταῖς μερίμναις πανταχοῦ συνῆν μόνος ὡς εἷς λογισμὸς ἀντὶ πάντων ἀρκέσας. ὅμως τὸ πλῆθος τῶν πόνων σου, δέσποτα, εἰς καιρὸν ἡμῖν εὔθετον τηρετέον ἐν ᾧ παρούσης τῆς γαλήνης ἐν μέσῳ εὔκαιρος ὁ πλοῦς ταῖς ἀβύσσοις τῶν λόγων. ἐπεὶ δὲ φρικτὸν ἡ περίστασις φόβον εἶχε βλέπουσα τῆς μάχης τὰ κύματα, ἔδοξε τοῖς ἄρχουσι, τοῖς ὑπηκόοις καὶ τῷ μαγίστρῳ τῶν ἐνόπλων ταγμάτων ἀεὶ γὰρ ὑμῖν εἰς τὸ πᾶν συνημμένοι τὰ κοινὰ σὺν σοὶ τῶν πόνων ἐβάστασαν καθ' ἡμέραν τρέχοντες ὡς ὁδοιπόροι καὶ συμπαρόντες τῇ πολυπλόκῳ μάχῃ ὅπλοις λογισμῶν, τακτικαῖς ἀγρυπνίαις, καίτοιγε ταῦτα μὴ πονοῦντες ἐξ ἔθους, ὅπερ μάλιστα τοὺς πόνους ποιεῖ πόνους παρ' οἷς τὸ μοχθεῖν εἰς μάχην οὐ γίνεται, ὅμως ἔδοξεν ὥστε πρὸς τοὺς βαρβάρους ἄνδρας σταλῆναι παντὸς ἔργου καὶ λόγου πολλὴν ἀποστάζοντας εὐαρμοστίαν προσαγγελοῦντας ὥστε λῦσαι τὴν μάχην πέρας τε κοινῶν συντεθῆναι φροντίδων. τούτων παρ' ἡμῖν τακτικῶς κινουμένων τὸ Περσικὸν φρύαγμα σὺν δόλῳ πάλιν στέλλουσι κλέπτας τῆς θαλάττης ἀγγέλους σπεύδοντας ὥσπερ ἠκονημένον ξίφος θήγειν καθ' ἡμῶν τὸ ξίφος τὸ βάρβαρον. ἐπεὶ δὲ συνδραμόντες ἐξ ἀδηλίας ἐκεῖθεν ἔνθεν οἱ σταλέντες ἄγγελοι εἰς ἓν μέρος συνῆλθον ἐκ τόπων δύο, ὁ βάρβαρος μὲν ὡς ὁμοῦ δεδεγμένος πρέσβεις τοσούτους καὶ πρὸς ὄγκον ἠρμένος συνῆψεν ἄμφω· τοῦτο δὴ δόξης χάριν τὸ δ' αὖ γε πλεῖστον ἐκφοβεῖν ἡμᾶς θέλων. ὁ Περσικὸς γὰρ ἐξανῆπτεν οἰκέτης τὸν θυμόν, ὡς πῦρ ἐκ πυρός, τοῦ βαρβάρου, καὶ χιλίους μὲν συμμάχους ὑπέσχετο, ἡμᾶς δὲ δεινοῖς ἐξεφαύλισεν λόγοις συνέστρεφέν τε συλλαβὼν τῷ βαρβάρῳ γνώμας ἐνόπλους καὶ τεθηγμένους λόγους· τούτοις ὑπαχθεὶς τοῖς λόγοις ἐτέρπετο ὁ τῶν Σκυθῶν τύραννος, ἡ πρώτη βλάβη. ὅμως ὁ πάντων ἀσφαλὴς Ζυγοστάτης καὶ τοῦτον αὐτοῦ τὸν σκοπὸν παρ' ἐλπίδας εἰς τὴν κατ' αὐτοῦ συμφορὰν ἀντιστρέφει· δέον γὰρ αὐτὸν συγκαλύψαι τὸν δόλον σιγῇ τε κρύψαι τοὺς λαθόντας ἀγγέλους· ποιεῖ τὸ κρυπτὸν ἐμφανὲς καὶ γίνεται σύμβουλος ἐχθρὸς καὶ κατήγορος φίλος. ἐπεὶ γὰρ ἦλθον οἱ καλῶς ἐσταλμένοι ἀμήχανον μὲν τὸν πρὸς εἰρήνην λόγον φήσαντες εἶναι τὸν σκοπὸν τοῦ βαρβάρου, τὸν Περσικὸν δὲ μὴ διαδρᾶσαι δόλον, φυλάττεται μὲν τῆς θαλάττης ἡ θύρα τὰς εἰσόδους κλείσασα ταῖς διεξόδοις, ἁλίσκεται δὲ συντόμως τὰ κλέμματα καὶ νυκτὸς ἔργον φῶς ἀνέσχεν ἡμέρας· κοινὸν γὰρ εἶχον πένθος ἐξ ἑνὸς τρόπου τὸ Περσικόν τε καὶ τὸ βάρβαρον γένος τοὺς ἀνταμοιβοὺς προσδοκῶντες ἀγγέλους.

ἐπεὶ δὲ λοιπὸν τῆς μάχης ἡ κυρία πρὸς τὴν κρίσιν συνῆλθε τὴν θεόγραφον, πάλιν σὺ κάμνεις· οὐ γὰρ ἀσκόπως φθάσας τῆς κοινότητος ἐντολεὺς κατεστάθης· λαβὼν δὲ θᾶττον τὸν συνήγορον λόγον καὶ πρὸς τὸ τεῖχος ἐκδραμὼν τὸ τῆς δίκης γραφὴν κατ' αὐτῶν ἀσφαλῶς προεξέθου τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου. ταύτην τις, οἶμαι, τὴν διάγνωσιν βλέπων φήσει δόλῳ σε τὸν κριτὴν ὑφαρπάσαι· δείξας γὰρ αὐτὸ τοῖς ἐναντίοις ὅλοις ἀντιπρόσωπον ἐξανέστησας φόβον καὶ τῶν ἐλέγχων μηδέπω παρηγμένων κόμφευσος αὐτοῖς ἡ δίκη καθίστατο. ὡς εὖ γέ σοι γένοιτο τοῦ καλοῦ δόλου· κρίνας γὰρ ἐν σοὶ καὶ διαγνοὺς τὴν φύσιν ὡς μητρὸς οὐδὲν παιδὶ συμπαθέστερον τὴν τοῦ ∆ικαστοῦ Μητέρα προσηγάγου οἴκτῳ, δεήσει, δακρύοις, ἀσιτίᾳ καὶ τῇ δόσει δὲ τῶν ῥεόντων χρημάτων· ἐκεῖθεν ἔνθεν πολλὰ δοὺς καὶ σκορπίσας πείθεις ἐκείνην πρῶτον· ἡ δὲ συντόμως πείθει τὸ Τέκνον καὶ σχεδὸν