Bellum Avaricum

 συγκεκομμένη καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης; ποῖον γὰρ ἔργον ἢ φιλόπλου

 ἠγριωμένον νέφος εἰς τὴν κατ' αὐτοῦ συντριβὴν ὑποστρέφεις· οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη, ἀλλ' εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους ἀρχὰς ἀπεσκίρτη

 μηχανουργῶν ἐγγράφως τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ. οὐ μὴν παρημελεῖτο τὰ προστάγματα, ἀλλ' ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον πάντων προθύμως καὶ

 πρὸ τῆς δίκης νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν. ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι, πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο πᾶς

 ἀφιγμένων <***> πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων ὕλην παρεβλάστησε τῶν δένδρων πλέον, πῇ δ' ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων ὀχλουμένη τε καὶ κατεστ

πρὸ τῆς δίκης νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν. ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι, πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο πᾶς ὁ πρὸ τείχους ὡραϊσμένος τόπος· ἡ φλὸξ δὲ καπνίζουσα τὸν καινὸν ζόφον ἐκ τῆς ὁμίχλης τῆς ξένης ἐκρύπτετο. τοῖς δ' αὖ γε Πέρσαις ἐστρατευμένοις πέραν ὡς δὴ καθ' ἡμῶν ἔργον εἶχεν ἡ μάχη κῆρυξ ὁ καπνὸς τοῦ σκότους ἐγίνετο· ἔρως γὰρ ἦν τις τοῖς ἐπ' ἄμφω βαρβάροις, οὐχ ὅστις ὅπλα συντομώτερον λάβοι, ἀλλ' ὃς προφλέξει τοὺς ἀναιτίους λίθους· καὶ ταῦτα μὲν δὴ τοῦτον εἶχε τὸν τρόπον. ἤδη δὲ λοιπὸν συγκροτοῦντες τὴν μάχην οἱ βάρβαροι μὲν τοῦ δικαστοῦ τοὺς τόπους καὶ τοῦ στρατηγοῦ, τῆς ἀτρέπτου Παρθένου, λαβόντες εἶχον ὡσανεὶ τὰς ἀσπίδας, καὶ τοὺς παρ' αὐτῶν δυσσεβῶς ὑβρισμένους ἔχειν συνεργοὺς εἰς ἀνάγκην ἠξίουν. Σθλάβων τε πλήθη Βουλγάροις μεμιγμένα ὁ βάρβαρος νοῦς ἐμβαλὼν ταῖς ὁλκάσι γλύψας γὰρ εἶχεν ἐσκυφωμένα σκάφη, ἔμιξε τῇ γῇ τῆς θαλάττης τὴν μάχην. κἀμοὶ δὲ μῖξις νῦν ἐπῆλθε καὶ μάχη, καὶ πανταχοῦ μοι τοῦ σκοποῦ πεφυρμένου καὶ συγκροτοῦντος τοὺς λόγους ὡς εἰς μάχην τί πρῶτον εἰπὼν δευτέρων ἀπάρξομαι; ἄλλος μὲν οὖν ἔπιπτεν ἐκ ῥιπῆς λίθου λαβὼν κατ' αὐτὸ τὴν βολὴν καὶ τὸν τάφον, ἄλλος δὲ σύννους προσλαλῶν τῷ συμμάχῳ βληθεὶς ἄνωθεν ἐξ ἀδήλου τοξότου τὸ πνεῦμα θᾶττον ἀνταφῆκε τοῦ λόγου· καί τις παρ' αὐτοῖς ἐν μεγίσταις ἀξίαις τάξαι νομίζων εἰς δέον τὰ τάγματα ἔστη παρεισδὺς ἐν μέσῳ τῶν ἀσπίδων, κρύπτειν ἑαυτὸν ἀσφαλῶς ἠπειγμένος· βολὴ δέ τις φθάσασα συντόμου λίθου ἀπροσδοκήτως διχοτομεῖ τὰς ἀσπίδας, καὶ τὰς μὲν ὠθεῖ, τῷ δὲ γίνεται φόνος· οἱ δ' αὖ γε λοιποὶ πάντες, ἀκρίδων δίκην, ἔπιπτον ἄρδην δυστυχοῦντες εὐστόχως. οὕτως ἀπηκρίβωσεν ἡ θεία κρίσις τὰ τόξα, τοὺς βάλλοντας, αὐτοὺς τοὺς λίθους, ὡς μηδὲν εἰκῇ συμπεσεῖν ἐρριμμένον· ἀλλ' ἦν τὸ πεμφθὲν εὐστόχως ἀφιγμένον πρὸς τὴν ἑκάστην τῶν βεβλημένων τύχην. καὶ ταῦτα μὲν δὴ τῆς τύχης τὰ πράγματα τὰ νῶτα τῆς γῆς εὐφόρως ἐβάστασεν· ἔδει δὲ λοιπὸν καὶ τὰ τῶν θαλαττίων λαβεῖν ἀγώνων τὴν ἰσόρροπον κρίσιν. καί μοι πρόσεστι τοῦτο θαυμάσαι πλέον· πῶς τὴν τοσαύτην τῆς θαλάττης οὐσίαν οἱ βάρβαροι βλέποντες ἐξηπλωμένην, δοκοῦντες ὥσπερ ἐστενῶσθαι τῷ πλάτει, ἐκεῖ συνεκλείσθησαν εὐθέως ὅπου τὸν οἶκον εἶχεν ἡ στρατηγὸς Παρθένος· ἐκεῖ γὰρ ὥσπερ ἐν θαλάττῃ δίκτυον τὰ γλυπτὰ συζεύξαντες ἥπλωσαν σκάφη. ἐπεὶ δὲ συννεύσαντες ἀλλήλοις ὅλοι ἐπῆλθον ἡμῶν σὺν βοῇ ταῖς ὁλκάσιν, ἐντεῦθεν ἦν ἄδηλος ἡ δήλη μάχη· μόνην γὰρ οἶμαι τὴν Τεκοῦσαν ἀσπόρως τὰ τόξα τεῖναι καὶ βαλεῖν τὴν ἀσπίδα, καὶ ταῖς ἀδήλοις συμπλοκαῖς μεμιγμένην βάλλειν, τιτρώσκειν, ἀντιπέμπειν τὸ ξίφος, ἀνατρέπειν τε καὶ καλύπτειν τὰ σκάφη δοῦναί τε πᾶσι τὸν βυθὸν κατοικίαν. ξένον γὰρ οὐδὲν εἰ <προ>πολεμεῖ Παρθένος, δι' ἧς παρῆλθεν εἰς τὸ τῆς ψυχῆς σέβας οὐκ οἶδα πῶς πεμφθεῖσα ῥομφαία πάλιν· ὅμως παρῆλθεν ἢ διῆλθεν ὀξέως τρώσασα τὴν ἄτρωτον οὐδαμοῦ φύσιν. οὕτω μὲν οὖν ἐκεῖνα τὰ γλυπτὰ σκάφη τὸν ὅρμον εἶχον ἐξ ἀνάγκης εἰς ζάλην· πολλὴ δὲ φύρσις καὶ φόβος καὶ σύγχυσις τοῖς ναυμαχοῦσι βαρβάροις συνήρχετο. καὶ πού τις αὐτῶν ἐκπεσὼν τῆς ὁλκάδος πλωτὴρ σχεδιάζων τὴν τέχνην ηὑρίσκετο, ἄλλος δὲ νεκρὸν εἰς ὕδωρ μιμούμενος ἤλπιζε φεύγειν τῷ δοκεῖν πεπνιγμένος, καί τις παρ' αὐτοῖς ἀντὶ πύργου τὴν τρόπιν λαθὼν ὑπῆλθε καὶ πολὺν μείνας χρόνον ἐκ τῆς ἀνάγκης δυστυχῶν ἐκαρτέρει· ὅμως ἐκείνους πάντας, ὡς ἕνα στόλον, ὁ τῆς θαλάττης συγκατέκλυσεν σάλος. ἐντεῦθεν ὁ πρὶν ἀφθόνως ἀνημμένος πνέων τε πυρσὸν ἐκ λόγων πυρεκβόλων ἀπῃθάλωτο συντόμως ὁ βάρβαρος, ἄφνω δὲ τέφρα προσφόρως ἐγίνετο, ὡς πῦρ ἀνάψας εἰς ἀνέγκλητα ξύλα. ἄλλος γὰρ ἄλλον ἐξέπεμπεν ἄγγελον φέροντας αὐτῷ συμφορὰς ὡς δράγματα, ἐκ γῆς μὲν εἰς θάλατταν, εἰς δὲ γῆν πάλιν ἐκ τῆς θαλάττης δυστυχημάτων σάλον.

οὕτω μὲν οὖν ἔπασχε τὸν καινὸν σάλον εἰς γῆν νομίζων κυματοῦσθαι τὰς φρένας· ὡς κυμάτων γὰρ ἀντισύνδρομον μάχην εἰς ἕν τι ῥεῦμα συμφορῶν