Bellum Avaricum

 συγκεκομμένη καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης; ποῖον γὰρ ἔργον ἢ φιλόπλου

 ἠγριωμένον νέφος εἰς τὴν κατ' αὐτοῦ συντριβὴν ὑποστρέφεις· οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη, ἀλλ' εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους ἀρχὰς ἀπεσκίρτη

 μηχανουργῶν ἐγγράφως τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ. οὐ μὴν παρημελεῖτο τὰ προστάγματα, ἀλλ' ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον πάντων προθύμως καὶ

 πρὸ τῆς δίκης νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν. ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι, πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο πᾶς

 ἀφιγμένων <***> πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων ὕλην παρεβλάστησε τῶν δένδρων πλέον, πῇ δ' ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων ὀχλουμένη τε καὶ κατεστ

ἠγριωμένον νέφος εἰς τὴν κατ' αὐτοῦ συντριβὴν ὑποστρέφεις· οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη, ἀλλ' εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους ἀρχὰς ἀπεσκίρτησε συμπεφυρμένη. Σλάβος γὰρ Οὕννῳ καὶ Σκύθης τῷ Βουλγάρῳ αὖθίς τε Μῆδος συμφρονήσας τῷ Σκύθῃ γλωττῶν ἔχοντες καὶ τόπων μερίσματα καὶ χωρὶς ὄντες καὶ μακρὰν συνημμένοι μίαν καθ' ἡμῶν ἀντεκίνησαν μάχην καὶ τὴν ἑαυτῶν ἠξίουν ἀπιστίαν ἔχειν καθ' ἡμῶν πίστιν ἠκριβωμένην· ἔνθεν μὲν οὖν ἔβραζεν ἡ Σκυθοτρόφος Σκύλλα σφοδρῶς ζέσασα, τῆς δὲ Περσίδος ἐκεῖθεν ἡ Χάρυβδις ἀντήχει μέγα· μέσος δὲ τούτων, οὐ πλανήτης ὡς πάλαι, ὁ τῶν δόλων ἐκεῖνος ἦν βουληφόρος· ἀλλ' αὐτὸς ἕλκων ἀπλανῆ τὴν ὀρθίαν καὶ λευκὰ τείνων τῶν λογισμῶν ἱστία τῇ κοσμαγωγῷ συνδιέπλεις ὁλκάδι· καὶ ταῦτα μὲν δὴ πρὸς τὰ τῆς θαλαττίας ὁρμῆς τὰ θεῖα δεικνύει τεχνάσματα.

ἐπεὶ δὲ λοιπόν, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς Γηγενεῖς πλάττουσι τοὺς ψευδοσπόρους, τῆς γῆς ὁ πυθμὴν βαρβάρους ἀνέπλασε, καὶ πρὸς τὰ τείχη τῆς Φιλοξένου πύλης πλήθη προσῆλθεν, ὥσπερ ἦν εἰκασμένα ὀκτὼ συναθροίζοντα μυριαρχίας, παρῆν δὲ σάλπιγξ καὶ βέλη καὶ φάσγανα, πῦρ καὶ χελῶναι καὶ διᾴττοντες λίθοι νόθων τε πύργων μηχαναὶ καὶ συνθέσεις· καὶ πᾶσιν ἦν ἄπιστος ἡ σωτηρία, ὅσην παρ' ἡμῖν αὐτὸς εἶχες ἐλπίδα σφίγγουσαν ἡμῶν τὴν ἐπὶ σφαίρας τύχην. ἐγὼ δὲ ταῦτα συγκαλύψαι σοι θέλων οὐκ ἠγνόουν γὰρ ὡς λαθεῖν καὶ νῦν θέλεις σιγᾶν ἔμελλον· ἀλλ' ὁ νοῦς ἠρυθρία κλέψαι τοσούτους εἰσορῶν συνειδότας. οὐκοῦν ἀνάσχου· δυσχερὲς γὰρ εἰκότως κοινὴν καλύψαι καὶ λαθεῖν ὑποψίαν· εἶχες γάρ, εἶχες συμφρονοῦσαν Παρθένον ἥ σοι τὸ μέλλον τοῦ σκοποῦ προϊστόρει· ταύτην συνασπίζουσαν ἐξ ἔθους ἔχων ἀντεστρατήγεις ἐξ ἀΰλου καρδίας τοῖς ἀντιτέχνοις τῶν ἀγώνων ὀργάνοις. τόξον γὰρ εἶχες τοῦ Θεοῦ τὴν ἐλπίδα τομώτερον τρέχουσαν ἀστραπῆς τάχους, πύργους δὲ πίστιν καὶ βέλη τὰ δάκρυα καὶ πῦρ τὸ Πνεῦμα· καὶ χελώνας εἰργάσω γόνυ προκλίνας καὶ καθεὶς τὸν αὐχένα· καὶ τοὺς στεναγμοὺς ἀντιπέμπων ὡς λίθους τοὺς πετροπομποὺς ἔστρεφες τῶν βαρβάρων· καὶ ταῦτα μὲν δὴ μικρὸν ὕστερον πάλιν εἶχεν κατ' ἐχθρῶν ἐμφανέστερον πέρας. οὐ μὴν παρεῖδεν ἡ τομωτάτη φύσις ἀπὼν παρεῖναι τοῖς πόνοις ὁ δεσπότης, ἀλλ' εἰς τοσοῦτον ἐγγὺς ἦν τῶν φροντίδων ὅσον μεταξὺ τῶν τόπων ἀφίστατο· ἤδη γὰρ εἶχε τρεῖς ἐτῶν περιδρόμους καταστρατηγῶν τῆς ἀθέσμου Περσίδος ἐκδούς τε τὸν νοῦν εἰς ἀμηχάνους τόνους, ὃν οὔτε χειμὼν καυστικὴν ἔχων ζέσιν ἔπεισε δοῦναι τοῖς ἀγῶσιν ἀργίαν οὐδ' αὖ γε μητρὸς ἐξενεύρωσεν πόθος μικρὰν παρασχεῖν τοῦ χρόνου προθεσμίαν, οὐδ' ἀντανεῖλεν αὐτὸν ἔμφυτος βία τέκνων τοσούτων, οὐδὲ σώματος μάχη κουφισμὸν εὑρεῖν ἀξιοῦσα τῶν πόνων, ἀλλ' ὢν ἀπαύστως ἐν μέσῳ τῶν βαρβάρων, ὡς εἰς ἀκάνθας ἐμπεπλεγμένον ῥόδον, καὶ πρὶν δι' ἡμᾶς Περσικὴν κινῶν μάχην πάλιν δι' ἡμᾶς ψυχικὴν εἶχεν μάχην· καὶ ταῖς ἐπ' ἄμφω προσβολαῖς ἐσφιγμένος, ἀφεὶς τὸν ἐγγύς, εἶχε τὸν μακρὰν πόνον. ἐντεῦθεν ἡμᾶς τῇ φορᾷ τῶν γραμμάτων ὑπεξανῆπτεν, οἷα πῦρ ἀναγκάσαν ἀργοῦσαν ὕλην ἐκπυροῦσθαι πρὸς φλόγα, πυκνῶς κελεύων ἀσφαλεῖς μὲν τὰς βάσεις τὰς πρὸς τὸ τεῖχος εὐτρεπίζειν, ὡς ἔδει, κτίζειν δὲ πύργων ἐκφορὰς ὑπαιθρίους φραγμούς τε ποιεῖν καὶ πεπηγμένους πάλους προσαντιβάλλειν καὶ πλέκειν τεῖχος νέον πλοκάς τε ποιεῖν τοξοτῶν τε καὶ λίθων ταχυδρομούσας μηχανὰς καὶ συνθέσεις· καὶ τὰς ἐνόπλους εὐτρεπίζειν ὁλκάδας, ἃς καὶ πρὸ πολλοῦ συγκροτῶν οὐκ ἠμέλει. τὸ γὰρ πρόσωπον μὴ θέλων ἰδεῖν μάχης ἕτοιμον εἶχεν ἐξ ἀνάγκης τὴν μάχην, στρατοῦ τε πλῆθος ἐξαπέστειλε φθάσας καὶ τῆς καθ' αὑτὸν ἀσφαλείας ἠμέλει, μόνην νομίζων ἀσφαλῆ σωτηρίαν εἴπερ τὸ κοινὸν εὑρεθῇ σεσωσμένον· σχεδόν τε πάσας τὰς ἑαυτοῦ φροντίδας εἰς τὰς δι' ἡμᾶς ἀντανῄρει φροντίδας, κίνδυνον ὥσπερ ψυχικὸν δοκῶν ἔχειν εἰ μὴ δι' ἡμᾶς πάντα κίνδυνον πάθοι. οὕτως ἕκαστα καὶ κελεύων καὶ γράφων προϊστόρει μὲν τῷ λόγῳ τὰ πράγματα, ἐζωγράφει δὲ μὴ παρὼν τὰ τῆς μάχης, τάττων, στρατηγῶν,