1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

43

παροῦσι δὲ τὴν πρὸς ἀλλήλους ὑποθέμενος εἰρήνην περισπούδαστον ποιεῖσθαι, τὰς δὲ φιλονείκους ἔριδας ἐκτρέπεσθαι, μηδὲ βασκαίνειν, εἴ τις εὐδοκιμῶν ἐν ἐπισκόποις φαίνοιτο σοφίας ἐν λόγῳ, κοινὸν δ' ἡγεῖσθαι τἀγαθὸν τῆς ἑνὸς ἀρετῆς, μηδὲ μὴν τῶν μετριωτέρων κατεπαίρεσθαι τοὺς κρείττους, θεοῦ γὰρ εἶναι τὸ κριτήριον τῶν ἀληθεῖ λόγῳ κρειττόνων, καὶ τοῖς ἀσθενεστέροις δὲ δεῖν ὑποκατακλίνεσθαι λόγῳ συγγνώμης, τῷ τὸ τέλειον ἁπανταχοῦ σπά3.21.2 νιον τυγχάνειν. διὸ καὶ ἀλλήλοις δεῖν τὰ σμικρὰ πταίουσι συγγνώμην νέμειν χαρίζεσθαί τε καὶ συγχωρεῖν ὅσα ἀνθρώπινα, πάντων περὶ πολλοῦ τιμωμένων τὴν σύμφωνον ἁρμονίαν, ὡς ἂν μὴ πρὸς ἀλλήλους στασιαζόντων χλεύης αἰτία παρέχηται τοῖς τὸν θεῖον βλασφημεῖν νόμον παρεσκευασμένοις, ὧν μάλιστα κήδεσθαι δεῖν τὰ πάντα, σωθῆναι δυναμένων, εἰ τὰ καθ' ἡμᾶς αὐτοῖς ζηλωτὰ φαίνοιτο, κἀκεῖνο δὲ μὴ ἀμφιγνοεῖν ὡς οὐ τοῖς πᾶσιν ἡ ἐκ 3.21.3 λόγων ὠφέλεια συντελεῖ. οἱ μὲν γὰρ τὰ πρὸς τροφὴν χαίρουσιν ἐπικουρούμενοι, οἱ δὲ τὰς προστασίας ὑποτρέχειν εἰώθασιν, ἄλλοι τοὺς δεξιώσεσι φιλοφρονουμένους ἀσπάζονται, καὶ ξενίοις τιμώμενοι ἀγαπῶσιν ἕτεροι, βραχεῖς δ' οἱ λόγων ἀληθῶν ἐρασταί, καὶ σπάνιος αὖ ὁ τῆς ἀληθείας φίλος. διὸ πρὸς πάντας ἁρμόττεσθαι δεῖν, ἰατροῦ δίκην ἑκάστῳ τὰ λυσιτελῆ πρὸς σωτηρίαν ποριζομένους, ὥστ' ἐξ ἅπαντος τὴν σωτήριον παρὰ τοῖς πᾶσι δοξάζεσθαι διδασκαλίαν. 3.21.4 Τοιαῦτα μὲν ἐν πρώτοις παρῄνει, τέλος δ' ἐπετίθει τὰς ὑπὲρ αὐτοῦ πρὸς τὸν θεὸν ἱκετηρίας ἐσπουδασμένως ποιεῖσθαι. οὕτω δὴ συνταξάμενος ἐπὶ τὰ σφῶν οἰκεῖα τοὺς πάντας ἐπανιέναι ἠφίει· οἱ δ' ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν παρὰ τοῖς πᾶσι μία γνώμη παρ' αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, συναπτομένων ὥσπερ ὑφ' ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων. 3.22.1 Χαίρων δῆτα βασιλεὺς ἐπὶ τῷ κατορθώματι τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ καρπὸν εὐθαλῆ δεδώρητο δι' ἐπιστολῶν, λαοῖς θ' ἅπασι τοῖς τε κατ' ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις χρημάτων ἀφθόνους διαδόσεις ποιεῖσθαι παρεκελεύετο, ὧδέ πη γεραίρων τὴν ἑορτὴν τῆς εἰκοσαετοῦς βασιλείας. Ἀλλὰ γὰρ ἁπάντων εἰρηνευομένων μόνοις Αἰγυπτίοις ἄμικτος ἦν ἡ πρὸς ἀλλήλους φιλονεικία, ὡς καὶ αὖθις ἐνοχλεῖν βασιλέα, οὐ μὴν καὶ πρὸς ὀργὴν ἐγείρειν. οἷα γοῦν πατέρας ἢ καὶ μᾶλλον προφήτας θεοῦ πάσῃ περιέπων τιμῇ καὶ δεύτερον ἐκάλει καὶ πάλιν ἐμεσίτευε τοῖς αὐτοῖς ἀνεξικάκως, καὶ δώροις ἐτίμα πάλιν, ἐδήλου τε τὴν δίαιταν δι' ἐπιστολῆς, καὶ τὰ τῆς συνόδου δόγματα κυρῶν ἐπεσφραγίζετο, παρεκάλει τε συμφωνίας ἔχεσθαι μηδὲ διασπᾶν καὶ κατατέμνειν τὴν ἐκκλησίαν, τῆς δὲ τοῦ θεοῦ κρίσεως ἐν νῷ τὴν μνήμην λαμβάνειν. καὶ ταῦτα δὲ βασιλεὺς δι' οἰκείας ἐπέστελλε γραφῆς. Καὶ ἄλλα δὲ τούτοις ἔγραφεν ἀδελφὰ μυρία πλείστας θ' ὅσας ἐπιστολὰς διετύπου, ἐν μέρει μὲν ἐπισκόποις ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ θεοῦ τὰ πρόσφορα διαταττόμενος, ἤδη δὲ καὶ αὐτοῖς προσεφώνει τοῖς πλήθεσιν, ἀδελφοὺς ἀποκαλῶν καὶ συνθεράποντας ἑαυτοῦ τοὺς τῆς ἐκκλησίας λαοὺς ὁ 3.24.2 τρισμακάριος. σχολῆς δ' ἂν γένοιτο ταῦτα ἐπ' οἰκείας ὑποθέσεως συναγαγεῖν, ὡς ἂν μὴ τὸ σῶμα τῆς παρούσης ἡμῖν διακόπτοιτο ἱστορίας. 3.25.1 Τούτων δ' ὧδ' ἐχόντων, μνήμης ἄξιον ἄλλο τι μέγιστον ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὁ θεοφιλὴς εἰργάζετο. τί δ' ἦν τοῦτο; τὸν ἐν τοῖς Ἱεροσολύμοις τῆς σωτηρίου ἀναστάσεως μακαριστότατον τόπον ἐδόκει δεῖν αὐτῷ προφανῆ καὶ σεπτὸν ἀποφῆναι τοῖς πᾶσιν. αὐτίκα γοῦν οἶκον εὐκτήριον συστήσασθαι διεκελεύετο, οὐκ ἀθεεὶ τοῦτ' ἐν διανοίᾳ βαλὼν ἀλλ' ὑπ' αὐτοῦ τοῦ σωτῆρος ἀνακινηθεὶς τῷ πνεύματι. ἄνδρες μὲν γάρ ποτε δυσσεβεῖς, μᾶλλον δὲ πᾶν τὸ δαιμόνων διὰ τούτων γένος, σπουδὴν ἔθεντο σκότῳ καὶ λήθῃ παραδοῦναι τὸ θεσπέσιον ἐκεῖνο τῆς ἀθανασίας μνῆμα, παρ' ᾧ φῶς ἐξαστράπτων ὁ καταβὰς οὐρανόθεν ἄγγελος ἀπεκύλισε τὸν λίθον τῶν τὰς διανοίας λελιθωμένων καὶ τὸν ζῶντα μετὰ τῶν νεκρῶν ἔθ' ὑπάρχειν ὑπειληφότων, τὰς γυναῖκας εὐαγγελιζόμενος τόν τε τῆς ἀπιστίας λίθον τῆς αὐτῶν 3.26.2 διανοίας ἐπὶ δόξῃ τῆς τοῦ ζητουμένου ζωῆς ἀφαιρούμενος. τοῦτο μὲν οὖν τὸ σωτήριον ἄντρον