1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

37

καταπέμψαντος νεύματι καλῶς κἀγαθῶς, καὶ ἦν τὰ πάντα θεοσεβὴς ἀνήρ, ὡς εἴρηται. τὸ δ' ἦν ἄρα κρεῖττον ἢ κατὰ τὴν τοῦ γράμματος διακονίαν, ὡς αὐξηθῆναι μὲν ἐπὶ μεῖζον τὴν τῶν διαμαχομένων ἔριν, χωρῆσαι δ' εἰς ἁπάσας τὰς ἀνατολικὰς ἐπαρχίας τοῦ κακοῦ τὴν νομήν. ταῦτα μὲν οὖν φθόνος τις καὶ πονηρὸς δαίμων τοῖς τῆς ἐκκλησίας βασκαίνων ἀγαθοῖς κατειργάζετο. ΛΟΓΟΣ Γ 3.1.1 Ὁ μὲν δὴ μισόκαλος φθόνος ὧδέ πῃ τοῖς τῆς ἐκκλησίας βασκαίνων καλοῖς χειμῶνας αὐτῇ καὶ ταράχους ἐμφυλίους εἰρήνης ἐν καιρῷ καὶ θυμηδίας εἰργάζετο. οὐ μὴν βασιλεὺς ὁ τῷ θεῷ φίλος τῶν αὐτῷ πρεπόντων κατωλιγώρει, πάντα δὲ πράττων τἀναντία τοῖς μικρὸν ἔμπροσθεν ὑπὸ τῆς τυραννικῆς ὠμό3.1.2 τητος τετολμημένοις παντὸς ἦν ἐχθροῦ καὶ πολεμίου κρείττων. αὐτίκα δ' οὖν οἱ μὲν θεοὺς τοὺς μὴ ὄντας παντοίαις ἀνάγκαις ἐβιάζοντο σέβειν τοῦ ὄντος ἀφεστῶτες, ὁ δὲ τοὺς μὴ ὄντας ὅτι μὴ εἰσὶν ἔργοις καὶ λόγοις ἀπελέγχων τὸν μόνον ὄντα παρεκάλει γνωρίζειν. εἶθ' οἱ μὲν βλασφήμοις τὸν Χριστὸν τοῦ θεοῦ διεχλεύαζον φωναῖς, ὁ δὲ ἐφ' ᾧ μάλιστα οἱ ἄθεοι τὰς βλασφημίας ἐκίνουν τοῦτ' αὐτὸ νικητικὸν ἐπεγράφετο φυλακτήριον, τῷ τοῦ πάθους σεμνυνόμενος τροπαίῳ. οἱ μὲν ἤλαυνον ἀοίκους καὶ ἀνεστίους καθιστῶντες τοὺς θεράποντας τοῦ θεοῦ, ὁ δὲ ἀνεκαλεῖτο τοὺς πάντας καὶ ταῖς οἰκείαις ἀπεδίδου 3.1.3 ἑστίαις. οἱ μὲν ἀτιμίαις περιέβαλλον, ὁ δὲ ἐντίμους καὶ ζηλωτοὺς καθίστη τοῖς ἅπασιν. οἱ μὲν ἐδήμευον ἀδίκως τῶν θεοσεβῶν ἀφαρπάζοντες τοὺς βίους, ὁ δὲ ἀπεδίδου πλείστοις ἐπιδαψιλευόμενος χαρίσμασιν. οἱ μὲν διατάγμασιν ἐγγράφοις τὰς κατὰ τῶν προέδρων ἐδημοσίευον συκοφαντίας, ὁ δὲ ἔμπαλιν ἐπαίρων καὶ ἀνυψῶν τῇ παρ' αὐτῷ τιμῇ τοὺς ἄνδρας προγράμ3.1.4 μασι καὶ νόμοις διαφανεστέρους ἐποίει. οἱ μὲν ἐκ βάθρων τοὺς εὐκτηρίους οἴκους καθῄρουν, ἄνωθεν ἐξ ὕψους καταστρωννύντες εἰς ἔδαφος, ὁ δὲ τὰς οὔσας ὑψοῦσθαι καινοτέρας τ' ἀνίστασθαι μεγαλοπρεπῶς ἐξ αὐτῶν τῶν βασιλικῶν θησαυρῶν ἐνομοθέτει. οἱ μὲν τὰ θεόπνευστα λόγια ἀφανῆ ποιεῖσθαι πυρὶ φλεχθέντα προσέταττον, ὁ δὲ καὶ ταῦτα πληθύνειν ἐκ βασιλικῶν θη3.1.5 σαυρῶν μεγαλοπρεπεῖ κατασκευῇ πολυπλασιαζόμενα διεκελεύετο. οἱ μὲν συνόδους ἐπισκόπων μηδαμῆ μηδαμῶς τολμᾶν προσέταττον ποιεῖσθαι, ὁ δὲ τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν παρ' ἑαυτῷ συνεκρότει, βασιλείων τ' εἴσω παρεῖναι καὶ μέχρι τῶν ἐνδοτάτω χωρεῖν ἑστίας τε καὶ τραπέζης βασιλικῆς κοινωνοὺς γενέσθαι ἠξίου. οἱ μὲν ἐτίμων ἀναθήμασι τοὺς δαίμονας, ὁ δὲ ἀπεγύμνου τὴν πλάνην, τὴν ἄχρηστον τῶν ἀναθημάτων ὕλην τοῖς χρῆσθαι δυνατοῖς διηνεκῶς νέμων. οἱ μὲν τοὺς νεὼς φιλοτίμως κοσμεῖν ἐκέλευον, ὁ δὲ ἐκ βάθρων καθῄρει τούτων αὐτῶν τὰ μάλιστα παρὰ τοῖς δεισιδαίμοσι 3.1.6 πολλοῦ ἄξια. οἱ μὲν τοὺς τοῦ θεοῦ μάρτυρας αἰσχίσταις ὑπέβαλλον τιμωρίαις, ὁ δὲ αὐτοὺς μὲν τοὺς ταῦτα δεδρακότας μετῄει σωφρονίζων τῇ πρεπούσῃ τοῦ θεοῦ κολάσει, τῶν δ' ἁγίων μαρτύρων τοῦ θεοῦ τὰς μνήμας τιμῶν οὐ διελίμπανεν. οἱ μὲν τῶν βασιλικῶν ἤλαυνον οἴκων τοὺς θεοσεβεῖς ἄνδρας, ὁ δ' αὐτοῖς μάλιστα τούτοις διετέλει θαρρῶν, τοὺς εὔνους αὐτῷ 3.1.7 καὶ πιστοὺς ἁπάντων μᾶλλον τούτους εἶναι γινώσκων. οἱ μὲν χρημάτων ἥττους ὑπῆρχον Τανταλείῳ πάθει τὴν ψυχὴν δεδουλωμένοι, ὁ δὲ βασιλικῇ μεγαλοπρεπείᾳ πάντας ἀναπετάσας θησαυροὺς πλουσίᾳ καὶ μεγαλοψύχῳ δεξιᾷ τὰς μεταδόσεις ἐποιεῖτο. οἱ μὲν μυρίους κατειργάζοντο φόνους ἐφ' ἁρπαγῇ καὶ δημεύσει τῆς τῶν ἀναιρουμένων οὐσίας, Κωνσταντίνου δ' ἐπὶ πάσῃ τῇ βασιλείᾳ πᾶν ξίφος ὡς ἄχρηστον τοῖς δικασταῖς ἀπῃώρητο, τῶν κατ' ἔθνος δήμων τε καὶ πολιτευτῶν ἀνδρῶν πατρονομουμένων μᾶλλον ἢ ἐπ' ἀνάγ3.1.8 καις ἀρχομένων. εἰς ἃ δὴ ἀποβλέψας εἶπεν ἄν τις εἰκότως νεαρόν τινα καὶ 3.1.8 νεοπαγῆ βίον ἄρτι τότε φανῆναι δοκεῖν, ξένου φωτὸς ἀθρόου ἐκ σκότους τῷ θνητῷ καταλάμψαντος γένει, θεοῦ τε τὸ πᾶν ἔργον εἶναι ὁμολογεῖν, τῆς 3.2.1 τῶν ἀθέων πληθύος ἀντίπαλον τὸν θεοφιλῆ βασιλέα προβεβλημένου. ἐπειδὴ γὰρ οἱ μὲν οἷοι μηδένες ἄλλοι πώποτ' ὤφθησαν καὶ οἷα μηδ' ἐξ αἰῶνος ἀκοῇ