1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

24

σημεῖον ὑπὸ δειλίας ἐν ἀγῶνι γενέσθαι κἄπειτα μεταπαραδοῦναι αὐτὸ ἑτέρῳ, ὡς ἂν διαφύγοι τὸν πόλεμον. ὡς δ' ὁ μὲν ὑποδέδεκτο, ὁ δ' ὑποβὰς ἐκτὸς ἐγένετο τῆς τοῦ σημείου φυλακῆς, βέλος ἀκοντισθὲν αὐτοῦ κατὰ τῆς νηδύος πήγνυται καὶ τὴν ζωὴν 2.9.2 ἀφαιρεῖται αὐτοῦ. ἀλλ' αὐτὸς μὲν δειλίας καὶ ἀπιστίας δίκην ἐκτίσας ἐνταυθοῖ νεκρὸς ἔκειτο, τοῦ δὲ τὸ σωτήριον τρόπαιον αἰωροῦντος ζωῆς ἐγίνετο φυλακτήριον, ὡς πολλάκις βελῶν κατ' αὐτοῦ πεμπομένων τὸν μὲν φέροντα διασῴζεσθαι, τὸ δὲ τοῦ τροπαίου δόρυ δέχεσθαι τὰ βαλλόμενα. καὶ ἦν γε τοῦτο παντὸς ἐπέκεινα θαύματος, ὡς ἐν βραχυτάτῃ περιφερείᾳ τοῦ δόρατος ἱκνούμενα τὰ τῶν πολεμίων βέλη ἐν αὐτῷ μὲν πηγνύμενα κατεπείρετο, ἠλευθέρου δὲ θανάτου τὸν φέροντα, ὡς μηδὲν ἅπτεσθαι τῶν ταύτην ποιου2.9.3 μένων τὴν διακονίαν πώποτε. οὐχ ἡμέτερος δ' ὁ λόγος ἀλλ' αὐτοῦ πάλιν βασιλέως εἰς ἡμετέρας ἀκοὰς πρὸς ἑτέροις καὶ τοῦτον ἀπομνημονεύσαντος· 2.9.4 ὃς ἐπειδὴ θεοῦ δυνάμει τὰς πρώτας ἤρατο νίκας, ἐπὶ τὰ πρόσω λοιπὸν ἤλαυνε, τὸ στρατιωτικὸν ἐν τάξει κινήσας. 2.10.1 Τούτων δὲ τὴν πρώτην ὁρμὴν οἱ τῆς ἐναντίας προκατάρχοντες λήξεως οὐχ ὑποστάντες, τοῖν χεροῖν ῥίψαντες τὰ ὅπλα προσεχώρουν τοῖς βασιλέως ποσίν, ὁ δὲ τοὺς πάντας σώους ὑπεδέχετο τῇ τῶν ἀνδρῶν ἀσμενίζων σωτηρίᾳ. 2.10.2 ἄλλοι δ' ἐπὶ τοῖς ὅπλοις μείναντες ἐνεχείρουν τῇ τοῦ πολέμου συμβολῇ· οἷς ἐπειδὴ προκλήσεις φιλικὰς προϊσχόμενος βασιλεὺς οὐ πειθομένους ἔγνω, τὸν στρατὸν ἠφίει. οἱ δ' αὐτίκα νῶτα δόντες εἰς φυγὴν ἐτράποντο. εἶθ' οἱ μὲν αὐτῶν νόμῳ πολέμου ἐκτείνοντο καταλαμβανόμενοι, ἄλλοι δ' ἐπ' ἀλλήλοις πίπτοντες τοῖς οἰκείοις κατεβάλλοντο ξίφεσιν. 2.11.1 Ἐκπλαγεὶς δ' ἐπὶ τούτοις ὁ τούτων ἐξάρχων, ἐπειδὴ τῆς παρὰ τῶν οἰκείων βοηθείας γυμνωθέντα συνεῖδεν ἑαυτόν, φροῦδόν τ' ἦν αὐτῷ τὸ πολὺ πλῆθος τῆς συνειλεγμένης αὐτῷ στρατιᾶς τε καὶ συμμαχίας, ἥ τε ὧν ᾤετο θεῶν ἐλπὶς τὸ μηθὲν οὖσα πείρᾳ διηλέγχετο, τηνικαῦτα δρασμὸν αἴσχιστον ὑπομένει· φεύγων δῆτα σὺν βραχέσιν ἐπὶ τὰ εἴσω τῆς ὑπηκόου διέβαινεν ἐν ἀσφαλεῖ τ' ἐγίγνετο, τοῦ θεοφιλοῦς μὴ κατὰ πόδας διώκειν τοῖς οἰκείοις ἐγκελευομένου, ὡς ἂν τύχοι σωτηρίας ὁ φεύγων. ἤλπιζε γάρ ποτε αὐτόν, συναισθόμενον οἷ κακῶν ἴοι, λῆξαι μὲν τῆς μανιώδους θρασύτητος, ἐπὶ τὸν 2.11.2 κρείττονα δὲ λογισμὸν μεταβαλεῖσθαι τὴν γνώμην. ἀλλ' ὁ μὲν φιλανθρωπίας ὑπερβολῇ ταῦτα διενοεῖτο ἀνεξικακεῖν τ' ἤθελεν καὶ νέμειν τῷ μὴ ἀξίῳ συγγνώμην, ὁ δ' οὐκ ἀπείχετο μοχθηρίας, κακὰ δ' ἐπὶ κακοῖς σωρεύων χειρόνων ἥπτετο τολμημάτων, καὶ δὴ πάλιν γοήτων κακοτέχνοις ἐπιτηδεύμασιν ἐγχειρῶν ἐθρασύνετο· ἦν δὲ καὶ ἐπ' αὐτῷ, ὡς ἄρα "6ὁ θεὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτοῦ"6 παλαιῷ τυράννῳ παραπλησίως, φάναι. 2.12.1 Ἀλλ' ὁ μὲν τοιούτοις ἐμπλέκων ἑαυτὸν κατὰ βαράθρων ἀπωλείας ὤθει, βασιλεὺς δ' ἐπεὶ ἑώρα δευτέρας αὐτῷ δεῖσθαι πολέμου παρατάξεως, τῷ αὐτοῦ σωτῆρι τὴν σχολὴν ἀνετίθει, τοῦ μὲν στρατοῦ τὴν σκηνὴν ἐκτὸς καὶ πορρωτάτω πηξάμενος, ἁγνῇ δ' ἐνταυθοῖ χρώμενος καὶ καθαρᾷ διαίτῃ τῷ τε θεῷ τὰς εὐχὰς ἀποδιδούς, κατ' αὐτὸν ἐκεῖνον τὸν παλαιὸν τοῦ θεοῦ προφήτην, ὃν τῆς παρεμβολῆς ἐκτὸς πήξασθαι τὴν σκηνὴν τὰ θεῖα πιστοῦνται λόγια. προσεκαρτέρουν δ' αὐτῷ βραχεῖς οἱ πίστει καὶ θεοσεβείας εὐνοίᾳ παρ' αὐτῷ δεδοκιμασμένοι. τοῦτο δ' αὐτῷ σύνηθες ἦν πράττειν καὶ εἴποτε ἄλλοτε παρατάξει πολέμων ὡρμᾶτο συμβαλεῖν. βραδὺς μὲν γὰρ ἦν δι' ἀσφά2.12.2 λειαν, θεοῦ δὲ βουλῇ πάντα πράττειν ἠξίου. ἐπὶ σχολῆς δὲ τῷ αὐτοῦ θεῷ τὰς ἱκετηρίας ποιούμενος πάντως που καὶ θεοφανείας ἐτύγχανεν, εἶθ' ὥσπερ θειοτέρᾳ κινηθεὶς ἐμπνεύσει, τῆς σκηνῆς ἀναπηδήσας ἐξαίφνης, κινεῖν αὐτίκα τὰ στρατιωτικὰ καὶ μὴ μέλλειν ἀλλὰ καὶ αὐτῆς ὥρας ξιφῶν ἅπτεσθαι παρεκελεύετο. οἱ δ' ἀθρόως ἐπιθέμενοι ἡβηδὸν ἔκοπτον, ἔστ' ἂν τὴν νίκην ἐν ὥρας ἀκαρεῖ ῥοπῇ ἀπολαβόντες τρόπαια κατ' ἐχθρῶν ἀνίστων ἐπινίκια. 2.13.1 Οὕτω μὲν δὴ βασιλεὺς ἄγειν ἑαυτόν τε καὶ τὸν αὐτοῦ στρατὸν ἐν ταῖς τῶν πολέμων παρατάξεσι καὶ πάλαι πρότερον εἰώθει, τὸν ἑαυτοῦ θεὸν πρὸ τῆς ψυχῆς ἀεὶ