1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

4

συνόδου μετὰ τὸ εἰπεῖν τι Εὐσέβιον τὸν ἐπίσκοπον. Pin.3.12 Κωνσταντίνου πρὸς τὴν σύνοδον περὶ εἰρήνης. Pin.3.13 Ὅπως τοὺς ἀμφισβητοῦντας τῶν ἐπισκόπων εἰς ὁμόνοιαν συνῆψεν. Pin.3.14 Περὶ πίστεως καὶ τοῦ πάσχα τῆς συνόδου σύμφωνος ἔκθεσις. Pin.3.15 Ὅπως τοῖς ἐπισκόποις συνειστιάθη Κωνσταντῖνος τῆς εἰκοσαετηρίδος οὔσης. Pin.3.16 Χαρίσματα ἐπισκόποις καὶ γράμματα πρὸς τοὺς πάντας. Pin.3.17 Κωνσταντίνου πρὸς τὰς ἐκκλησίας περὶ τῆς ἐν Νικαίᾳ συνόδου. Pin.3.18 Τοῦ αὐτοῦ περὶ συμφωνίας τῆς τοῦ πάσχα ἑορτῆς καὶ κατὰ Ἰουδαίων. Pin.3.19 Παραίνεσις ἐξακολουθεῖν μᾶλλον τῷ πλείστῳ τῆς οἰκουμένης μέρει. Pin.3.20 Παραίνεσις τοῖς ὑπὸ τῆς συνόδου γραφεῖσι πεισθῆναι. Pin.3.21 Συμβουλία πρὸς τοὺς ἐπισκόπους ὑποστρέφοντας περὶ ὁμονοίας. Pin.3.22 Ὅπως οὓς μὲν προέπεμψεν, οἷς δὲ ἔγραψε, καὶ χρημάτων διαδόσεις. Pin.3.23 Ὅπως περὶ εἰρήνης Αἰγυπτίοις ἔγραψέ τε καὶ παρῄνεσεν. Pin.3.24 Ὅτι καὶ ἐπισκόποις καὶ λαοῖς εὐλαβῶς πολλάκις ἔγραψεν. Pin.3.25 Ὅπως ἐν Ἱεροσολύμοις ἐπὶ τῷ ἁγίῳ τόπῳ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως ναὸν προσευκτήριον οἰκοδομεῖσθαι προσέταξεν. Pin.3.26 Ὅτι τὸ θεῖον μνῆμα χώμασι καὶ εἰδώλοις ἀπέκρυψαν οἱ ἄθεοι. Pin.3.27 Ὅπως Κωνσταντῖνος τοῦ εἰδωλείου τὰς ὕλας καὶ τὰ χώματα μακράν που ῥιφῆναι προσέταξεν. Pin.3.28 Φανέρωσις τοῦ ἁγίου μνήματος. Pin.3.29 Ὅπως περὶ τῆς οἰκοδομῆς καὶ πρὸς ἄρχοντας καὶ πρὸς Μακάριον τὸν ἐπίσκοπον ἔγραψεν. Pin.3.30 Κωνσταντίνου πρὸς Μακάριον περὶ τῆς τοῦ μαρτυρίου τοῦ σωτῆρος οἰκοδομῆς, Pin.3.31 τῶν ἐν τῇ οἰκουμένῃ πασῶν ἐκκλησιῶν οἰκοδομηθῆναι καλλίονα τοίχοις καὶ κίοσι καὶ μαρμάροις, Pin.3.32 ἔτι καὶ περὶ τοῦ κάλλους τῆς κόγχης καὶ ἐργατῶν καὶ ὑλῶν δηλῶσαι τοῖς ἄρχουσι. Pin.3.33 Ὅπως ἡ προφητευθεῖσα καινὴ Ἰερουσαλὴμ ἐκκλησία τοῦ σωτῆρος ᾠκοδόμητο. Pin.3.34 Ἔκφρασις οἰκοδομῆς τοῦ παναγίου μνήματος. Pin.3.35 Ἔκφρασις αἰθρίου καὶ στοῶν. Pin.3.36 Ἔκφρασις τοῦ ναοῦ τῆς ἐκκλησίας τοίχων καὶ δωματουργίας κάλλους τε καὶ χρυσώσεως. Pin.3.37 Ἔκφρασις διπλῶν στοῶν ἑκατέρωθεν καὶ πυλῶν ἀνατολικῶν τριῶν. Pin.3.38 Ἔκφρασις ἡμισφαιρίου καὶ κιόνων δώδεκα καὶ κρατήρων. Pin.3.39 Ἔκφρασις μεσαυλίου καὶ ἐξεδρῶν καὶ προπύλων. Pin.3.40 Περὶ πλήθους ἀναθημάτων. Pin.3.41 Περὶ οἰκοδομῆς ἐκκλησιῶν ἐν Βηθλεὲμ καὶ τῷ ὄρει τῶν ἐλαιῶν. Pin.3.42 Ὅτι Ἑλένη βασιλὶς ἡ Κωνσταντίνου μήτηρ εἰς εὐχὴν παραγενομένη ταύτας ᾠκοδόμησεν. Pin.3.43 Ἔτι περὶ ἐκκλησίας ἐν Βηθλεέμ. Pin.3.44 Περὶ μεγαλοψυχίας καὶ εὐποιίας τῆς Ἑλένης. Pin.3.45 Ὅπως εὐλαβῶς ἐν ταῖς ἐκκλησίαις συνήγετο Ἑλένη. Pin.3.46 Ὅπως ὀγδοηκοντοῦτις οὖσα καὶ διαθεμένη ἐτελεύτα. Pin.3.47 Ὅπως τὴν μητέρα Κωνσταντῖνος κατέθετο, καὶ πρὸ τούτου δὲ ζῶσαν ἐτίμησεν. Pin.3.48 Ὅπως ἐν Κωνσταντίνου πόλει μαρτύρια μὲν ᾠκοδόμησε, πᾶσαν δὲ εἰδωλολατρίαν περιεῖλεν. Pin.3.49 Σταυροῦ σημεῖον ἐν παλατίῳ καὶ ∆ανιὴλ ἐν κρήναις. Pin.3.50 Ὅτι καὶ ἐν Νικομηδείᾳ καὶ ἐν ἄλλαις πόλεσιν ᾠκοδόμησεν ἐκκλησίας. Περὶ τῆς ἐν Ἀντιοχείᾳ ᾠκοδομηθείσης ἐκκλησίας. Pin.3.51 Ὅτι καὶ ἐν τῇ Μαμβρῇ προσέταξεν ἐκκλησίαν γενέσθαι. Pin.3.52 Κωνσταντίνου πρὸς Εὐσέβιον περὶ τῆς Μαμβρῆ. Pin.3.53 Ὅτι ὁ σωτὴρ ὤφθη αὐτόθι τῷ Ἀβραάμ. Pin.3.54 Εἰδωλείων καὶ ξοάνων πανταχοῦ κατάλυσις. Pin.3.55 Τοῦ ἐν Ἀφάκοις τῆς Φοινίκης εἰδωλείου καὶ τῆς ἀκολασίας περιαίρεσις. Pin.3.56 Ἀσκληπιοῦ τοῦ ἐν Αἰγαῖς κατάλυσις. Pin.3.57 Πῶς οἱ Ἕλληνες καταγνόντες τῶν εἰδώλων ἐπέστρεφον εἰς θεογνωσίαν. Pin.3.58 Ὅπως ἐν Ἡλίου πόλει τὴν Ἀφροδίτην καθελὼν ᾠκοδόμησε πρῶτος ἐκκλησίαν. Pin.3.59 Περὶ τῆς ἐν Ἀντιοχείᾳ δι' Εὐστάθιον ταραχῆς. Ὅπως εἰρηνεύων Κωνσταντῖνος ἔγραψε περὶ τούτων. Pin.3.60 Κωνσταντίνου πρὸς Ἀντιοχέας μὴ ἀποσπᾶν Εὐσέβιον Καισαρείας ἀλλ' ἕτερον ζητῆσαι. Pin.3.61 Κωνσταντίνου πρὸς Εὐσέβιον ἐπαινοῦντος τὴν παραίτησιν Ἀντιοχείας. Pin.3.62 Κωνσταντίνου πρὸς τὴν σύνοδον, μὴ ἀποσπᾶσθαι Καισαρείας Εὐσέβιον. Pin.3.63 Ὅπως τὰς αἱρέσεις ἐκτεμεῖν ἐσπούδασεν. Pin.3.64