1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

15

σωτηρίῳ σημείῳ πάσης ἀντικειμένης καὶ πολεμίας δυνάμεως ἀμυντηρίῳ διὰ παντὸς ἐχρῆτο βασιλεύς, τῶν τε στρατοπέδων ἁπάντων ἡγεῖσθαι τὰ τούτου ὁμοιώματα προσέταττεν. 1.32.1 Ἀλλὰ ταῦτα σμικρὸν ὕστερον. κατὰ δὲ τὸν δηλωθέντα χρόνον τὴν παράδοξον καταπλαγεὶς ὄψιν, οὐδ' ἕτερον θεὸν ἢ τὸν ὀφθέντα δοκιμάσας σέβειν, τοὺς τῶν αὐτοῦ λόγων μύστας ἀνεκαλεῖτο, καὶ τίς εἴη θεὸς οὗτος ἠρώτα 1.32.2 τίς τε ὁ τῆς ὀφθείσης ὄψεως τοῦ σημείου λόγος. οἱ δὲ τὸν μὲν εἶναι θεὸν ἔφασαν θεοῦ τοῦ ἑνὸς καὶ μόνου μονογενῆ παῖδα, τὸ δὲ σημεῖον τὸ φανὲν σύμβολον μὲν ἀθανασίας εἶναι, τρόπαιον δ' ὑπάρχειν τῆς κατὰ τοῦ θανάτου νίκης, ἣν ἐποιήσατό ποτε παρελθὼν ἐπὶ γῆς, ἐδίδασκόν τε τὰς τῆς παρόδου αἰτίας, τὸν ἀκριβῆ λόγον αὐτῷ τῆς κατ' ἀνθρώπους οἰκονομίας ὑποτιθέμενοι. 1.32.3 ὁ δὲ καὶ τούτοις μὲν ἐμαθητεύετο τοῖς λόγοις, θαῦμα δ' εἶχε τῆς ὀφθαλμοῖς αὐτῷ παραδοθείσης θεοφανείας, συμβάλλων τε τὴν οὐράνιον ὄψιν τῇ τῶν λεγομένων ἑρμηνείᾳ τὴν διάνοιαν ἐστηρίζετο, θεοδίδακτον αὐτῷ τὴν τούτων γνῶσιν παρεῖναι πειθόμενος. καὶ αὐτὸς δ' ἤδη τοῖς ἐνθέοις ἀναγνώσμασι προσέχειν ἠξίου. καὶ δὴ τοὺς τοῦ θεοῦ ἱερέας παρέδρους αὑτῷ ποιησάμενος τὸν ὀφθέντα θεὸν πάσαις δεῖν ᾤετο θεραπείαις τιμᾶν. κἄπειτα φραξάμενος ταῖς εἰς αὐτὸν ἀγαθαῖς ἐλπίσιν ὡρμᾶτο λοιπὸν τοῦ τυραννικοῦ πυρὸς τὴν ἀπειλὴν κατασβέσων. 1.33.1 Καὶ γὰρ δὴ πολὺς ἦν ὁ ταύτῃ προαρπάσας τὴν βασιλεύουσαν πόλιν δυσσεβείαις καὶ ἀνοσιουργίαις ἐγχειρῶν, ὡς μηδὲν τόλμημα παρελθεῖν μιαρᾶς καὶ ἀκαθάρτου πράξεως. διαζευγνύς γέ τοι τῶν ἀνδρῶν τὰς κατὰ νόμον γαμετάς, αὐταῖς ἐνυβρίζων αἰσχροτάτως τοῖς ἀνδράσιν ἀπέπεμπε, καὶ ταῦτ' οὐκ ἀσήμοις οὐδ' ἀφανέσιν, ἀλλ' αὐτοῖς ἐμπαροινῶν τοῖς τὰ πρωτεῖα τῆς Ῥωμαίων συγκλήτου βουλῆς κατέχουσι. μυρίαις μὲν οὖν ἐλευθέραις γυναιξὶν ἐνυβρίζων αἰσχρῶς, οὐκ εἶχεν ὅπως ἐμπλήσειε τὴν ἀκρατῆ καὶ 1.33.2 ἀκόλαστον αὐτοῦ ψυχήν. ὡς δὲ καὶ Χριστιαναῖς ἐνεχείρει, καὶ οὐκέθ' οἷός τ' ἦν εὐπορίαν ταῖς μοιχείαις ἐπινοεῖν. θᾶττον γοῦν τὴν ψυχὴν θανατῶσαι 1.34.1 ἢ τὸ σῶμα αὐτῷ παρεχώρουν ἐπὶ φθορὰν αὗται. μία γοῦν τις τῶν αὐτόθι συγκλητικῶν ἀνδρῶν τὴν ἔπαρχον διεπόντων ἐξουσίαν, ὡς ἐπιστάντας τῷ οἴκῳ τοὺς τὰ τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο (Χριστιανὴ δ' ἦν), τόν τ' ἄνδρα τὸν αὑτῆς ἔγνω δέους ἕνεκα λαβόντας ἀπάγειν αὐτὴν κελεῦσαι, βραχὺν ὑποπαραιτησαμένη χρόνον, ὡς ἂν τοῦ σώματος τὸν συνήθη περιβάλοιτο κόσμον, εἴσεισιν ἐπὶ τοῦ ταμείου καὶ μονωθεῖσα ξίφος κατὰ τοῦ στέρνου πήγνυσι, θανοῦσά τε παραχρῆμα τὸν μὲν νεκρὸν τοῖς προαγωγοῖς καταλείπει, ἔργοις δ' ἁπάσης γεγωνοτέροις φωνῆς, ὅτι μόνον χρῆμα ἀήττητόν τε καὶ ἀνώλεθρον ἡ βοωμένη παρὰ Χριστιανοῖς σωφροσύνη πέφυκεν, εἰς πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετέπειτα γενησομένους ἐξέφηνεν. αὕτη μὲν οὖν τοιαύτη τις ὤφθη· Τὸν δὲ τοῖς τοιούτοις ἐπιτολμῶντα πάντες ὑπεπτηχότες, δῆμοι καὶ ἄρχοντες, ἔνδοξοί τε καὶ ἄδοξοι, δεινῇ κατετρύχοντο τυραννίδι, καὶ οὐδ' ἠρεμούντων καὶ τὴν πικρὰν φερόντων δουλείαν ἀπαλλαγή τις ὅμως ἦν τῆς τοῦ τυράννου φονώσης ὠμότητος. ἐπὶ σμικρᾷ γοῦν ἤδη ποτὲ προφάσει τὸν δῆμον εἰς φόνον τοῖς ἀμφ' αὐτὸν δορυφόροις ἐξεδίδου, καὶ ἐκτείνετο μυρία πλήθη τοῦ δήμου Ῥωμαίων ἐπ' αὐτοῦ μέσου τοῦ ἄστεος οὐ Σκυθῶν οὐδὲ 1.35.2 βαρβάρων ἀλλ' αὐτῶν τῶν οἰκείων δόρασι καὶ πανοπλίαις. συγκλητικῶν γε μὴν φόνος ὅσος δι' ἐπιβουλὴν ἐνηργεῖτο τῆς ἑκάστου περιουσίας, οὐδ' ἐξαριθμήσασθαι δυνατόν, ἄλλοτε ἄλλαις πεπλασμέναις αἰτίαις μυρίων ἀναιρουμένων. 1.36.1 Ἡ δὲ τῶν κακῶν τῷ τυράννῳ κορωνὶς ἐπὶ γοητείαν ἤλαυνε, μαγικαῖς ἐπινοίαις τοτὲ μὲν γυναῖκας ἐγκύμονας ἀνασχίζοντος, τοτὲ δὲ νεογνῶν σπλάγχνα βρεφῶν διερευνωμένου λέοντάς τε κατασφάττοντος καί τινας ἀρρητοποιίας ἐπὶ δαιμόνων προκλήσεις καὶ ἀποτροπιασμὸν τοῦ πολέμου 1.36.2 συνισταμένου· διὰ τούτων γὰρ τῆς νίκης κρατήσειν ἤλπιζεν. οὕτω μὲν οὖν ἐπὶ Ῥώμης τυραννῶν οὐδ' ἔστιν εἰπεῖν οἷα δρῶν τοὺς ὑπηκόους κατεδουλοῦτο, ὥστ' ἤδη τῶν ἀναγκαίων τροφῶν ἐν ἐσχάτῃ