1

 2

 3

 4

 5

 6

 7

7

Ἰακώβου καὶ Σαλώμῃ, αἳ μετ' ἀρωμάτων ἐλθοῦσαι ἤκουσαν, «Μὴ ἐκθαμβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον.» Μέσοι δὲ οἱ παρὰ τῷ Ἰωάννῃ καὶ τῷ Λουκᾷ καὶ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες· ἐφάνη μὲν γὰρ ὀψὲ Σαββάτων ἄγγελος εἷς ἐκτὸς τοῦ μνήματος· μεθ' οὗ καὶ αὐτὸς ὁ Σωτήρ· ὄρθρου δὲ βαθέος, ἕτεροι οἱ κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες· ὕστερος ἁπάντων ὁ νεανίσκος, καὶ πρὸ τούτου καὶ τῶν παρὰ τῷ Λουκᾷ οἱ δύο εἴσω τοῦ μνήματος.

γʹ. Ὅτι ὁ Λουκᾶς μιᾷ λέγει τῶν Σαββάτων, ὄρθρου βαθέος, φέρειν ἀρώματα γυναῖκας δύο τὰς ἀκολουθησάσας αὐτῷ, αἵτινες ἦσαν ἀπὸ τῆς Γαλιλαίας συνακολουθήσασαι, ὅτε ἔθαπτον αὐτὸν ἐλθοῦσαι ἐπὶ τὸ μνῆμα· αἵτινες δύο ἀγγέλους εἶδον, οἳ καὶ εἶπον, «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν σὺν ὑμῖν λέγων, ὅτι δεῖ παθεῖν τὸν Υἱὸν ἀνθρώπου,» καὶ τὰ ἑξῆς.

δʹ. Ὅτι Ἰωάννης λέγει τῇ μιᾷ τῶν Σαββάτων Μαρίαν τὴν Μαγδαληνὴν μόνην ἔρχεσθαι πρὸς τὸ μνῆμα, σκοτίας ἔτι οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον καὶ ἔρχεται πρὸς Σίμωνα καὶ πρὸς Ἰωάννην καὶ λέγει, «Ἦραν τὸν Κύριον ἀπὸ τοῦ μνημείου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· ἦλθεν οὖν Πέτρος καὶ Ἰωάννης ἐπὶ τὸ μνημεῖον,» καὶ τὰ ἑξῆς. Εἶτα εἰσάγει κλαίουσαν τὴν Μαγδαληνὴν, καὶ παρακύψασαν ἰδεῖν λέγει δύο ἀγγέλους καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν· καὶ λέγουσιν αὐτῇ, «Γύναι, τί κλαίεις;» ἡ δὲ εἶπεν, «Ἦραν τὸν Κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.» Εἶτα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ εἶδεν τὸν Ἰησοῦν ἑστῶτα· καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν· ὁ δὲ Ἰησοῦς λέγει, «Γύναι, τί κλαίεις; τίνα ζητεῖς;»

εʹ. Ὅτι ἀποροῦσί τινες ὡς τρεῖς ἡμέραι καὶ τρεῖς νύκτες πληροῦνται, καθὼς εἶπεν Χριστὸς, αἱ τῆς ἀναστάσεως· καὶ ἔστιν εἰπεῖν· οἱ μὲν ἀπὸ τῆς προδοσίας· οἱ δὲ τὴν Παρασκευὴν εἰς δύο ποιοῦσιν, ἐπεὶ νὺξ γέγονεν καὶ πάλιν ἡμέρα· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοῦ ἡλίου σκοτισθέντος καὶ πάλιν ἀναφλεχθέντος· εἶτα ἡ τοῦ Σαββάτου ἡμέρα ὅλη καὶ ἡ νὺξ αὐτῆς. Οἱ δὲ ἡμέραν μὲν τὴν Παρασκευὴν ὅλην καὶ τὴν νύκτα αὐτῆς, Σάββατον ὅλον καὶ τὴν νύκτα αὐτοῦ· τῆς δὲ Κυριακῆς τὴν ἀρχὴν εἰς ἡμέραν μετροῦσιν ὅλην· ὡς ἀρξαμένης ἤδη τότε ὁ Χριστὸς ἠγέρθη· οὕτω τρεῖς ἡμέρας λέγουσιν. Ἐπεὶ καὶ ἐπὶ νεκρῶν καὶ ἐπὶ τῶν ἀρτιγενῶν παίδων οὕτως μετρεῖν ἔθος ὅλην ἡμέραν, ὅτε τὴν ἀπὸ τῆς δεκάτης ὥρας ἀρξαμένην γέννησιν μετροῦμεν, ἢ τὴν ἀπὸ τῆς ἀρχῆς τῆς ἡμέρας ἀρξαμένην γέννησιν· ὁμοίως καὶ ἐπὶ νεκρῶν τὴν τρίτην ἡμέραν καὶ τὴν ἐνάτην καὶ τὴν τεσσαρακοστὴν τὰ νενομισμένα ποιοῦντες· οὐχ ὅλην τὴν τρίτην μετὰ τῆς νυκτὸς αὐτῆς· οὐδὲ ὅλην τὴν ἐνάτην μετὰ τῆς οἰκείας νυκτὸς αὐτῆς· οὐδὲ τὴν τεσσαρακοστὴν ὁμοίως ὅλην μετὰ νυκτὸς αὐτῆς· ἀλλὰ τὰς ἀρχὰς τῶν τελευταίων ἡμερῶν ὁρῶντες ἐκτελοῦμεν τὰ πραττόμενα, ὅλην ἡμέραν ταύτην καὶ μετροῦντες καὶ λογιζόμενοι.

ςʹ. Ἀλλ' ἐπεὶ Χριστός φησιν, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς ἔσομαι, ἔστι δὲ οὕτως εἰπεῖν· ἆρα εἰ χρεώστην ἐπαγγειλάμενον τῷ οἰκείῳ δανειστῇ μετὰ τρεῖς ἡμέρας πληρώσειν τὸ χρέος, πρὸ τῆς προθεσμίας πληρώσαντα θεασάμενοι, ὡς ψευσάμενον κρινοῦμεν, ἢ ὡς πλέον ἀληθεύσαντα; Καὶ ἄλλως· εἰ θᾶττον ἢ εἶπεν, ἀνέστη, πλέων ἡ δύναμις, καὶ ἔγκλημα οὐκ ἔχει· τὸ δὲ βράδιον, ὑποψίας γέμει καὶ ψεῦδος λογίζεται γιγνόμενον· ψεῦδος μὲν, ὅτι παρῆλθεν ὁ λεχθεὶς ὅρος· ὕποπτον δὲ, ὅτι τῶν φυλάκων ἀναχωρησάντων, κλοπὴ τὸ πρᾶγμα ἐνομίσθη ἄν.