1

 2

 3

 4

 5

 6

 7

2

Βʹ. Πῶς κατὰ τὸν Ματθαῖον ὀψὲ Σαββάτων ἡ Μα γδαληνὴ τεθεαμένη τὴν ἀνάστασιν, κατὰ τὸν Ἰωάννην ἡ αὐτὴ ἑστῶσα κλαίει

παρὰ τῷ μνη μείῳ τῇ μιᾷ τοῦ Σαββάτου.

αʹ. Οὐδὲν ἂν ζητηθείη κατὰ τοὺς τόπους, εἰ τὸ ὀψὲ Σαββάτων μὴ τὴν ἑσπερινὴν ὥραν τὴν μετὰ τὴν ἡμέραν τοῦ Σαββάτου λέγεσθαι ὑπολάβοιμεν, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ βραδὺ καὶ ὀψὲ τῆς νυκτὸς τῆς 22.941 μετὰ τὸ Σάββατον· οὕτω γὰρ καὶ ὀψὲ τῆς ὥρας εἰώθαμεν λέγειν, καὶ ὀψὲ τοῦ καιροῦ, καὶ ὀψὲ τῆς χρείας· οὐ τὴν ἑσπέραν δηλοῦντες, οὐδὲ τὸν μετὰ ἡλίου δυσμὰς χρόνον, τὸ δὲ σφόδρα βράδιον τούτῳ σημαίνοντες τῷ τρόπῳ· ὅθεν ὥσπερ διερμηνεύων αὐτὸς ἑαυτὸν ὁ Ματθαῖος μετὰ τὸ ὀψὲ Σαββάτων, ἐπήγαγε τῇ ἐπιφωσκούσῃ φησί· δηλαδὴ ὥρᾳ τῇ λοιπὸν ἤδη ὑποφαινούσῃ, καὶ ἐπιφωσκούσῃ εἰς τὴν Κυριακὴν ἡμέραν, ἥτις ἦν ὀψὲ καὶ πόῤῥω λοιπὸν ἐλαύνουσα τῶν Σαββάτων· λέλεκται δὲ ὀψὲ τοῦ Σαββάτου παρὰ τοῦ ἑρμηνεύσαντος τὴν Γραφήν· ὁ μὲν γὰρ εὐαγγελιστὴς Ματθαῖος Ἑβραΐδι γλώττῃ παρέδωκε τὸ εὐαγγέλιον· ὁ δὲ ἐπὶ τὴν Ἑλλήνων φωνὴν μεταβαλὼν αὐτὸ, τὴν ἐπιφωσκοῦσαν ὥραν εἰς τὴν Κυριακὴν ἡμέραν, ὀψὲ Σαββάτων προσεῖπεν· ὥστε τὸν αὐτὸν σχεδὸν νοεῖσθαι καιρὸν, ἢ τὸν σφόδρα ἐγγὺς παρὰ τοῖς εὐαγγελισταῖς διαφόροις ὀνόμασι τετηρημένον· μηδέν τε διαφέρειν Ματθαῖον εἰρηκότα· «Ὀψὲ δὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον,» Ἰωάννου φήσαντος· «τῇ δὲ μιᾷ τῶν Σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωῒ εἰς τὸ μνημεῖον, ἔτι οὔσης σκοτίας.» Πλατυκῶς γὰρ ἕνα καὶ τὸν αὐτὸν δηλοῦσι χρόνον διαφόροις ῥήμασι· ὁ μὲν Ματθαῖος ὀψὲ, ἀντὶ τοῦ βράδιον· καὶ ὀψὲ τῆς νυκτὸς ὀνομάσας πρωῒ, ὁ διερμηνεύων ἐπήγαγε τὸ σκοτίας οὔσης, ἵνα μή τις τὸν ὄρθρον λέγειν αὐτὸν ὑπολάβοι· ὡς καὶ ὁ Ματθαῖος τῷ ὀψὲ Σαββάτων, ἵνα μὴ τὴν ἑσπερινὴν ὥραν νομίσειέ τις λέγεσθαι, προσέθηκε τὸ τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων. Ἐπεὶ καὶ ἀκριβῶς οὗτος Σαββάτου εἶπεν τὴν ὀψίαν, μή τις τὴν ἑσπέραν ὑπολάβοι λέγεσθαι τὴν μετὰ ἡλίου δυσμὰς, ἀλλὰ Σαββάτων φησὶν ὀψέ.

βʹ. Ἔθος δὲ ὅλην τὴν ἑβδομάδα Σάββατον καλεῖν, καὶ πάσας τὰς ἡμέρας οὕτως ὀνομάζειν. Λέγεται γοῦν παρὰ τοῖς εὐαγγελισταῖς τῇ μιᾷ τῶν Σαββάτων· ἐν δὲ τῇ συνηθείᾳ, δευτέρα Σαββάτων, καὶ τρίτη Σαββάτων, καὶ τετάρτη Σαββάτων· οὕτως οὖν ὁ Ματθαῖος τὸν καιρὸν τὸν ἐπιφαύσκοντα εἰς τὴν ἕω τῆς Κυριακῆς ἡμέρας, Σαββάτων ὀψὲ ὠνόμασεν· οὐκ εἰπὼν ἑσπέραν τοῦ Σαββάτου, οὐδὲ ὀψὲ Σαββάτου· ἐπεὶ ἐχρῆν ἡμᾶς τῇ ἡμέρᾳ τοῦ Σαββάτου μετὰ ἡλίου δυσμὰς ἑσπέρας γινομένης ἀπονηστίζεσθαι· καὶ οὐκέτι τὴν Κυριακὴν ἡμέραν ἀγαλλιᾷν, ἀλλὰ τὴν ἐσπέραν τοῦ Σαββάτου, εἴπερ τοῦτ' ἐδήλου ὁ εὐαγγελιστής. Ἀλλ' οὐχ ἑσπέρας τοῦ Σαββάτου εἰώθαμεν τὰς νηστείας καταλύειν, ἀλλ' ἢ νυκτὸς ἐπιλαβούσης, αὐτῷ μεσονυκτίῳ, καὶ ἢ περὶ ἀλεκτόρων βοὰς, ἢ ἀμφὶ τὸν ὄρθρον· ὥστε καὶ ἐξ αὐτοῦ τοῦ πράγματος, καὶ ἐκ τῆς κεκρατηκυίας ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συνηθείας, τὸν διὰ τοῦ ὀψὲ Σαββάτων δηλούμενον καιρὸν, μὴ τὴν ἑσπερινὴν ὥραν εἶναι, ἀλλὰ ταύτην, ἣν Ματθαῖος αὐτὸς παρέστησεν εἰπὼν τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων. Οὐδὲ γὰρ λόγον εἶχε κατὰ τὴν ἑσπέραν τοῦ Σαββάτου τοιούτων θαυμάτων ἀμφὶ τὸ μνημεῖον τοῦ Σωτῆρος ἀποτελουμένων, μὴ οὐχὶ πάντας τοὺς τὴν πόλιν οἰκοῦντας μαθεῖν τὰ γι 22.944 νόμενα, καὶ συνδρομὴ γεγόνει ἐπὶ τὸ μνῆμα, πάντων ἐγρηγορότων. Ἀκόλουθον δὲ ἦν ἀνατραπέντος τοῦ λίθου παραδόξως, παραχρῆμα σπεῦσαι τοὺς φρουροὺς τὰ πραχθέντα δηλῶσαι, τῆς ὥρας αὐτοῖς ἐπιτρεπούσης. Οἱ δὲ καὶ διδάσκονται τῇ ὑστεραίᾳ ὑπὸ τῶν ἀρχιερέων διαφημίσαι εἰς πάντας, ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· ὃ δὴ χώραν οὐκ εἶχεν