1

 2

 3

 4

 5

 6

 7

3

πλάττεσθαι αὐτοὺς εἰ τῇ ἑσπέρᾳ ἐγήγερτο. Ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων ἀποδείκνυσθαι τὸ παρὰ τῷ Ματθαίῳ λεγόμενον ὀψὲ Σαββάτων, μὴ τὴν ὀψινὴν ὥραν τοῦ Σαββάτου σημαίνειν, μηδὲ τὸν ἑσπερινὸν καιρόν· ἀλλ' αὐτὸς Ματθαῖος ἐπήγαγεν τὴν ἐπιφώσκουσαν ὥραν εἰς μίαν Σαββάτων, ἥτις ἦν πρωῒ, ἔτι σκοτίας οὔσης κατὰ τὸν Ἰωάννην· οὕτω γὰρ ἡ συμφωνία συνδράμοι ἂν τῶν εὐαγγελικῶν φωνῶν· ὡς καιροῦ μὲν ἑνὸς δι' αὐτῶν σημαινομένου, ἀναλλαττόντων δὲ παρ' ἑκάστου τῶν τοῦ καιροῦ μορίων· ἐπεὶ καὶ μιᾶς καὶ τῆς αὐτῆς ὥρας, καὶ τὴν ἀρχήν ἐστιν ἐπινοῆσαι, καὶ τὸ μέσον, καὶ τὸ τέλος.

γʹ. Οὐκ ἂν γοῦν ἁμάρτοις τὰ μὲν πρῶτα τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν σημαίνεσθαι εἰπὼν παρὰ τῷ Ἰωάννῃ, παρ' ᾧ ἡ Μαγδαληνὴ πρωῒ, ἔτι οὔσης σκοτίας, καὶ πρῶτον καὶ δεύτερον ἐπιστᾶσα τῷ μνήματι, καὶ μὴ εὑροῦσα τὸ σῶμα τοῦ Σωτῆρος, κλαίει διὰ τὸ μηδένα μήπω ἐγνωκέναι περὶ τῆς ἀναστάσεως αὐτοῦ· τῆς αὐτῆς δὲ ὥρας μέρος εἶναι δεύτερον τὸν παρὰ τῷ Ματθαίῳ χρόνον, καθ' ὂν τρίτον ἐπιστᾶσα ἡ αὐτὴ Μαγδαληνὴ ἅμα τῇ ἄλλῃ Μαρίᾳ τῷ μνήματι, οὐκέτι κλαίει, ὡς ἂν παρὰ τῷ Ἰωάννῃ τεθεαμένη τοὺς ἀγγέλους καὶ αὐτὸν τὸν Σωτῆρα· τὰ γὰρ παρὰ τῷ Λουκᾷ καὶ τῷ Μάρκῳ ἑτέρων ἂν εἴη δηλωτικὰ, παρ' οἷς πλείους ἀπαντῶσιν γυναῖκες ἐπὶ τὴν θέαν· τὴν δέ γε Μαγδαληνὴν μὴ μακρὰν ἀλλήλων διεστῶσιν ἀπηντηκέναι καιροῖς νόμιζε, ἀλλ' ἐν τῷ αὐτῷ καὶ κατὰ τὸ αὐτὸ παρατυχεῖν καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ μὲν πρῶτον, καθ' ἑαυτὴν μόνην· τὸ δὲ δεύτερον, μετὰ τῆς ἄλλης Μαρίας· οὕτω δ' οὖν ἡ αὐτὴ Μαρία ἡ Μαγδαληνὴ καὶ τὰ παρὰ τῷ Ματθαίῳ ἐθεᾶτο καὶ τὰ παρὰ τῷ Ἰωάννῃ· οὐκ ἀπελιμπάνετο δὲ τῶν παρὰ τοῖς πολλοῖς ἀναγεγραμμένων· οὐ γὰρ ἀπεστάτει τοῦ τόπου· παρῆν δὲ καὶ παρέμενεν καταπεπληγμένη μὲν τὰ τεθεαμένα, ποθοῦσα δὲ πρὸς τοῖς πρώτοις καὶ δευτέρων καὶ τριῶν θεοφανειῶν καταξιωθῆναι· ὧν ἐτύγχανεν μετὰ ταῦτα διαφόρως μὲν πλειόνων γυναικῶν ἐπὶ τὸ μνημεῖον ἀφικνουμένων, ἄλλοτε δ' ἄλλως αὐταῖς ἀγγελικῆς ὄψεως παραφαινομένης, αὐτῆς δὲ ἐφ' ἑκάστῃ θέᾳ παρατυγχανούσης· οὕτω γοῦν τῶν παρὰ τοῖς τέσσαρσιν εὐαγγελισταῖς ἀναγεγραμμένων θεωρὸς ἐγίγνετο ἡ Μαγδαληνή· διὸ καὶ παρὰ τοῖς πᾶσιν ἐμνημονεύθη· οὕτω δὲ καὶ ὁ μὲν καιρὸς ὁ αὐτὸς ἦν ὁ ὑπὸ τοῦ Ἰωάννου καὶ τοῦ Ματθαίου παριστάμενος· τοῦ δ' αὐτοῦ καιροῦ διάφορα διαστήματα παρ' ἑκάστῳ τετηρημένα.

δʹ. Μὴ ταραττέτω δέ σε τὸ λέγεσθαι παρὰ τῷ Ματθαίῳ μετὰ τὸ ἐλθεῖν τὰς δύο Μαρίας θεωρῆσαι τὸν 22.945 τάφον, «ὁ ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ ἀπεκύλισεν τὸν λίθον ἐκ τῆς θύρας.» Οὐ γὰρ κατ' αὐτὴν τὴν ὥραν προσήκει νοεῖν τὸν ἄγγελον ἀποκεκυλικέναι τὸν λίθον· πῶς γάρ; ὁπότε προϋπῆρχεν παρὰ τῷ Ἰωάννῃ, παρ' ᾧ οὐχ ἡ Μαρία μόνη, ἀλλὰ καὶ δύο μαθηταὶ ἐληλύθασιν εἰς τὸ μνημεῖον· διόπερ εἴποις ἂν τὸν παρὰ τῷ Ματθαίῳ λόγον διηγηματικὸν εἶναι τῶν πρὸ τούτου γεγενημένων· ἦλθον μὲν γὰρ κατὰ τοῦτον αἱ δύο Μαρίαι θεωρῆσαι τὸν τάφον, εὗρον δὲ αὐτὸν ἀνεῳγμένον, ἐπειδήπερ πρὸ τούτου σεισμὸς ἐγεγόνει μέγας, καὶ ὁ ἄγγελος ἀποκεκυλίκει τὸν λίθον, ὃς ἐπιστὰς, αὖθις εὐαγγελίζεται τὰς γυναῖκας. Αὕτη μὲν οὖν μία λύσις ἂν γένοιτο τῶν κατὰ τὸν τόπον ἀπορουμένων.

εʹ. Λυθείη δ' ἂν καὶ ἄλλως τὰ προκείμενα, εἰ ἑτέρας μὲν τὰς παρὰ τῷ Ματθαίῳ Μαρίας ὑπολάβοις εἶναι, ἑτέραν δὲ τὴν παρὰ τῷ Ἰωάννῃ· τέσσαρας γοῦν τὰς πάσας Μαρίας παρούσας τῷ πάθει τοῦ Σωτῆρος μετὰ τῶν ἄλλων γυναικῶν εὑρίσκομεν· πρῶτον μὲν οὖν τὴν Θεοτόκον τὴν αὐτοῦ τοῦ Σωτῆρος μητέρα· δευτέραν δὲ τὴν ταύτης ἀδελφὴν Μαρίαν, τὴν τοῦ Κλωπᾶ· εἶτα τρίτην Μαρίαν τὴν Μαγδαληνήν· καὶ τετάρτην τὴν Ἰακώβου καὶ Ἰωσὴφ μητέρα· καὶ τῶν μὲν πρώτων τριῶν Μαριῶν ἐμνημόνευσεν Ἰωάννης λέγων οὕτως· «Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.» Τῆς δὲ τετάρτης Μαρίας τῆς μητρὸς Ἰακώβου καὶ