1

 2

 3

 4

 5

 6

 7

6

αὐτὴν εἶναι Μαρίαν παρ' ἀμφοτέροις τοῖς εὐαγγελισταῖς Ἰωάννῃ τε καὶ Ματθαίῳ διϊσχυρίζοιτο.

δʹ. Εἰ δὲ συγχωρηθείη τὸ μὴ τὴν αὐτὴν εἶναι, ἑτέραν δὲ τὴν ὀψὲ Σαββάτων κατὰ τὸν Ματθαῖον μετὰ τῆς ἄλλης Μαρίας ἀπαντήσασαν, καὶ ἄλλην τὴν παρὰ τῷ Ἰωάννῃ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων, ἔτι οὔσης σκοτίας, μόνην ἐλθοῦσαν ἐπὶ τὸ μνημεῖον, πᾶσα λυθείη ἂν ἀμφιβολία· τὸ τὰς μὲν πρώτας ὀψὲ Σαββάτων ἀφικομένας, ἅτε σπουδαιοτέρας καὶ πιστοτέρας ὑπαρχούσας, καὶ τὸ χαίρειν παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι, καὶ προσκυνῆσαι, καὶ τοὺς πόδας αὐτοῦ κρατῆσαι καταξιωθῆναι· τὴν δὲ παρὰ τῷ Ἰωάννῃ Μαρίαν ἑτέραν οὖσαν παρ' ἐκείνας βράδιον μὲν ἀπηντηκέναι καὶ πρωΐ· ταύτην δ' αὐτὴν εἶναι κατὰ τὸν Μάρκον ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· σφόδρα δὲ τὴν ψυχὴν τεθορυβῆσθαι καὶ ἀπιστοτέραν εἶναι ὡς ἑστῶσαν κλαίειν, καὶ ὑπολαμβάνειν ὑφαιρεῖσθαι τοῦ μνημείου τὸ σῶμα τοῦ Σωτῆρος, καὶ ἐν ἑτέρᾳ μετενηνέχθαι γῇ· οὕτω δὲ συγκέχυτο ἡ ψυχὴ αὐτῇ, ὡς μηδὲ τοὺς δύο ἀγγέλους τοὺς εἴσω τοῦ μνήματος ὀφθέντας αὐτῇ καταπλαγῆναι, μηδὲ αὐτὸν γνωρίσαι ὀφθέντα αὐτῇ τὸν Σωτῆρα, νομίσαι δὲ αὐτὸν εἶναι τὸν κηπουρόν.

∆ʹ. Περὶ τοῦ τάφου καὶ τῆς δοκούσης διαφωνίας. Πῶς παρὰ τῷ

Ματθαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ἄλλης Μαρίας ἔξω τοῦ μνήματος ἑώρακεν τὸν ἕνα ἄγγελον ἐπικαθήμενον τῷ λίθῳ τοῦ

μνήματος· καὶ πῶς κατὰ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος ἀγγέλους δύο θεωρεῖ καθημένους ἡ Μαγδαληνὴ Μαρία· κατὰ δὲ τὸν Λουκᾶν δύο ἄνδρες ἐπέστησαν ταῖς γυναιξίν· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐταῖς ὁ ὁρώμενος καθήμενος ἐν τοῖς δεξιοῖς τοῦ μνημείου τῇ

Μαγδαληνῇ Μαρίᾳ καὶ Μαρίᾳ Ἰακώβου καὶ Σαλώμῃ.

αʹ. Τὰ μὲν παρὰ τῷ Ματθαίῳ προηγοῦνται· ὅθεν καὶ αἱ δύο Μαρίαι ἄρτι τὸν ἄγγελον ἐπιστάντα καὶ τὸν λίθον ἀποκυλίσαντα ἐθεάσαντο· τὰ δὲ παρὰ τῷ 22.953 Ἰωάννῃ ὕστερον γίνεται, δύο ἀγγέλων εἴσω τοῦ μνήματος ὀφθέντων, ἑτέρων δὲ ὄντων παρὰ τὸν ἔξω φανέντα καὶ ἐπὶ τὸν λίθον καθεζόμενον, ὡς Ματθαῖος λέγει· τὸ δὲ παρὰ τῷ Λουκᾷ λεγόμενον, ὅτι δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες· ἔτι δὲ καὶ ὁ παρὰ Μάρκῳ νεανίσκος λευκὴν περιβεβλημένος στολὴν, δεξιός τε ἀλλ' οὐκ ἀριστερὸς ὁρώμενος, ὁ τὰ φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελιζόμενος, ἕτεροι ἀλλήλων ἂν εἶεν καὶ αὐτοὶ, καὶ τῶν ἄλλων τῶν παρὰ τοῖς πρώτοις εὐαγγελισταῖς λεγομένων· διὸ οὐδὲ ἀγγέλους αὐτοὺς οὗτοι ὠνόμασαν· ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς οὐδὲ τὰ παρὰ τῷ Ἰωάννῃ καὶ Ματθαίῳ ἐμνημόνευσαν, λέγω δὴ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν· ἀλλὰ τοῖς κρείττοσιν Ματθαίῳ καὶ Ἰωάννῃ τὰ κρείττονα κατέλιπον εἰπεῖν· αὐτοὶ τὰ δεύτερα εἰπόντες, καὶ ἀναπληροῦντες τὰ ἐκείνοις σεσιγημένα.

βʹ. Ἔστιν οὖν εἰπεῖν οὕτως, ὅτι τεσσάρων ὄντων τῶν εὐαγγελιστῶν, ἰσάριθμοι τούτοις καὶ παρ' αὐτῶν ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι· οἵ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ' ἕκαστον καιρὸν ὀφθέντες ἰδιαζόντως· ὁμοίως δὲ καὶ αἱ θεώμεναι τῶν γυναικῶν διάφοροι, καὶ οἱ παρὰ τῶν ὀφθέντων λόγοι λεγόμενοι πρὸς αὐτὰς παραλλάττοντες· πῶς οὖν ἐστι τοῦτο; Πρῶτος οὖν καιρός ἐστιν ὁ παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων, ὅπου ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ἄλλης ἔξω τοῦ μνήματος, ὅτε καὶ ἐγένετο σεισμὸς, ἕνα εἶδον λέγοντα οὕτως, «Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ· δεῦτε, ἴδετε.» Τέταρτος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος φανεὶς ὁ 22.956 νεανίσκος ὁ ὀφθεὶς ταῖς γυναιξὶν τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ τῇ Μαρίᾳ