1

 2

 3

 4

 5

 6

 7

4

Ἰωσὴφ, οἱ λοιποὶ τρεῖς ἐμνημόνευσαν εὐαγγελισταὶ, συμπαραλαβόντες τῇ Μαγδαληνῇ καὶ αὐτήν· Ματθαῖος μὲν οὕτως εἰπών· «Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ, αἳ ἐθεάσαντο τὸν τόπον ποῦ τίθεται.» Καὶ ὁ Λουκᾶς δὲ περὶ τῆς ἄλλης Μαρίας οὕτως ἱστορεῖ· «Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺναὐταῖς.»

ςʹ. Τούτων οὖν τῶν τεσσάρων Μαριῶν, εἰ τὰς δύο τὰς παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων ἐλθούσας ἐπὶ τὸ μνημεῖον, καὶ τὸν ἄγγελον θεασαμένας, ἑτέρας εἶναι ἐκλάβοις παρὰ τὴν πρωῒ τῇ μιᾷ τῶν Σαββάτων, ἔτι σκοτίας οὔσης ἀφικομένην μόνην κατὰ τὸν Ἰωάννην, ἀγνοοῦσαν τὸ ἐπὶ 22.948 τὴν ἀνάστασιν, καὶ διὰ τοῦτο κλαίουσαν, οὐδὲν ἂν σκολιὸν ἀπαντήσεται, πάσης ἀπορίας καὶ ζητήσεως ἐκποδὼν ἀρθείσης· καὶ ὀψὲ μὲν Σαββάτων, κατὰ τὰ ἀποδεδομένα, πεπραγμένων τῶν ἐπὶ τῷ Ματθαίῳ συγγεγραμμένων ἐπὶ παρουσίᾳ τῶν δύο Μαριῶν, πρωΐας δὲ τῇ μιᾷ τῶν Σαββάτων ἑτέρας Μαρίας τὰς παρὰ τῷ Ἰωάννῃ τεθεαμένας, ἀληθεύεσθαί τε κἀκεῖνα καὶ ταῦτα, μηδὲ ἀντιλογίαν περιέχειν τοὺς τόπους, μήτε κατὰ τοὺς χρόνους, μήτε κατὰ τὰ πρόσωπα, μήτε κατὰ τοὺς λόγους.

ζʹ. Εἰ δὲ τὸ τῆς Μαγδαληνῆς προσκείμενον ἐν ἀμφοτέροις τοῖς εὐαγγελισταῖς ὄνομα τὴν διάνοιαν ταράττει, ἀλλ' οὐ προσήκει τὴν θείαν συγχεῖν Γραφὴν λέξεως μιᾶς ἢ ὀνόματος ἕνεκεν, ὃ πολλάκις συμβαίνει καὶ κατὰ γραφικὸν προσκεῖσθαι σφάλμα· ἢ γὰρ δύο καὶ ταύτας ἀπὸ μιᾶς πόλεως ἢ κώμης τῆς Μαγδαληνῆς ὁρμᾶσθαι ἡγητέον· ἢ ἐπὶ μιᾶς αὐτῶν προσκεῖσθαι τὸ τῆς Μαγδαληνῆς ἐπώνυμον, ἅπαξ τοῦ γραφέως κατὰ τὴν ἀρχὴν σφαλέντος, ὅτι ἐξ ἐκείνου τῶν μετ' αὐτὸν πρώτῳ ἐπηκολουθηκότων σφάλματι· τοῦτο δὲ καὶ ἐφ' ἑτέρῳ συμβὰν, σμικρὸν ὕστερον ἐπιδείξωμεν· ἀλλ' ὥσπερ ἐπὶ τοιούτων ὀρθῶς κατὰ τὴν ἀρχὴν ὑπηγόρευτο, κατὰ σφάλμα δὲ τῶν μετὰ ταῦτα μὴ ἀκριβούντων τὴν μεταβολὴν, συμβέβηκέ τινα ζητεῖσθαι, οὕτω καὶ ἐπὶ τοῦ ἐπωνύμου τῆς Μαγδαληνῆς περιττῶς ἐπὶ μιᾶς Μαρίας κειμένου εἴποις ἂν γεγονέναι· οὗ ὑφαιρεθέντος, περιγέγραπται πᾶσα ζήτησις, μηδενὸς μηκέτι κατὰ τοὺς τόπους ἀπορουμένου· ἀλλὰ καὶ ὀψὲ Σαββάτων, τοῦτ' ἔστι βαθείας νυκτὸς, τῶν παρὰ τῷ Ματθαίῳ πεπραγμένων ἑωραμένων ὑπὸ τῆς Μαγδαληνῆς καὶ τῆς ἄλλης Μαρίας· καὶ πρωΐας, ἔτι σκοτίας οὔσης, ἑτέρας Μαρίας ἀφικομένης ἐπὶ τὸν αὐτὸν τόπον· καὶ πρότερον μὲν ἀπορούσης ἐπὶ τὸ μὴ εὑρεῖν τὸ σῶμα τοῦ Σωτῆρος· ὕστερον δὲ καὶ αὐτῆς αὐτοπτούσης αὐτόν· κάλλιον δὲ τὸ μὴ δὲ σφάλμα αἰτιάσασθαι κατὰ τοὺς τόπους, δύο δὲ ἀληθῶς γεγονέναι τὰς Μαγδαληνὰς φάσκειν, ὡς καὶ τέτταρας ἀπεδείξαμεν τὰς Μαρίας· ὧν οὐδὲν ἄτοπον ἀπὸ τῆς αὐτῆς Μαγδαληνῆς δύο Μαρίας ὁρμᾶσθαι λέγειν, μηδέν τε λοιπὸν ἀπορεῖν, ἀλλ' ἑτέραν μὲν εἶναι τὴν ὀψὲ Σαββάτων παρὰ τῷ Ματθαίῳ Μαγδαληνὴν, ἑτέραν δὲ αὖθις καὶ αὐτὴν Μαγδαληνὴν τὴν παρὰ τῷ Ἰωάννῃ πρωΐας ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαν· ταύτην δὲ εἶναι τὴν καὶ παρὰ τῷ Μάρκῳ δηλουμένην, κατά τινα τῶν ἀντιγράφων, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· καὶ ταύτην εἰκὸς εἶναι τὴν ἀκούσασαν Μή μου ἅπτου, ἀλλ' οὐ τὴν παρὰ τῷ Ματθαίῳ· εἰ γὰρ καὶ τὰ μάλιστα κἀκείνη ἀπὸ τῆς Μαγδαληνῆς ὡρμᾶτο, ἀλλ' οὐ τὰ ὅμοια καὶ αὐτῆς ἡ θεία κατηγορεῖ Γραφή.

Γʹ. Πῶς κατὰ τὸν Ματθαῖον ὀψὲ Σαββάτων ἡ Μαγδα ληνὴ μετὰ

τῆς ἄλλης Μαρίας ἁψαμένη τῶν ποδῶν τοῦ Σωτῆρος, ἡ αὐτὴ πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου ἀκούει «Μή μου ἅπτου» κατὰ τὸν Ἰωάννην.