1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

37 Περὶ τοῦ Λαζάρου. 38 Περὶ τῶν βαΐων. 39 Περὶ τοῦ μύρου. 40 Περὶ τοῦ μυστηρίου. 41 Περὶ τοῦ νιπτῆρος. 42 Περὶ τῆς προδοσίας. 43 Περὶ τῆς ἀρνήσεως Πέτρου. 44 Περὶ τῆς σταυρώσεως τοῦ κυρίου. 45 Περὶ τῆς ταφῆς τοῦ κυρίου. 46 Περὶ τοῦ ᾅδου ἀθλίου. 47 Περὶ τῆς ἀναστάσεως. 48 Περὶ τῆς Γαλιλαίας. 49 Περὶ Θωμᾶ. 50 Περὶ τῆς ἀναλήψεως. Ἔστη δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών, οἱ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν ἅπαντες, οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἑταίρων, μήτηρ θ', ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα. αὐτὸς δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ φαίνεθ' ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν. αὐτόματοι δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι, πάντοθεν ἐκ κευθμῶν· οὐδ' ἠγνοίησεν ἄνακτα. ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη, τοῖος ἐών, οἷόν μιν ἐγὼ τὰ πρῶτα νόησα, πατρὸς ἑοῖο θεοῖο δέμας καὶ εἶδος ὅμοιον· καί ῥα πάροιθ' αὐτοῖο καθέζετο κύδεϊ γαίων, δεξιὸς ἀΐξας· ἐγέλασσε δὲ πᾶσα περὶ χθών. τῷ δ' ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσθα, ἠέλιός θ', ὃς πάντ' ἐφορᾷ καὶ πάνθ' ὑπακούει, ἄρκτος θ', ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσι, καὶ ποταμοὶ καὶ γαῖα καὶ οἱ ὑπένερθε καμόντες. κρίνει νείκεα πολλὰ δικαζομένων αἰζηῶν, ἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι οἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα, τοῖα λέγουσιν, ἠὲ φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής, ὃς μὲν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ. κτήματά θ', ὅσσα τοι ἔστι, τά τ' ἔνδοθι καὶ τὰ θύρηφι, συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι ξείνοις τε πτωχοῖς τε· δόσις τ' ὀλίγη τε φίλη τε. τὸν μὲν ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης, πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι· καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων, μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι. ὃς δέ κ' ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, τὸν μὲν ἑλὼν ῥίψει ἐς Τάρταρον ἠερόεντα Κωκυτόν θ', ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι οὐδ' ἐπικεύσω, ὡς νεῖτ' Ἰησοῦς· εὐαγγέλιον δέ τοι ἔστω, ὄφρα τις ὧδ' εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων, ὡς ἄρα σοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδὴν ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔποτ' ὀλεῖται, ὃς Φρυγίην ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο, κυδιόων δ' ἄρα πᾶσι μετέπρεπεν ἡρώεσσιν, ὅσσοι ἄρ' ἡγεμόνες ∆αναῶν καὶ κοίρανοι ἦσαν.